Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Isaeus (Isaeus)

Orator

urn:cts:greekLit:tlg0017

Works

urn:cts:greekLit:tlg0017.suda001
urn:cts:greekLit:tlg0017.suda002
urn:cts:greekLit:tlg0017.suda003

alpha 199[ Ἀγενής: Ἰσαῖος ἀντὶ τοῦ ἄπαις. ]
alpha 381[ Ἄγοι: πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν· ἔβλαψε γάρ με, φησί, Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγεῖτο παρείληφε· φησὶ γὰρ ἐν τῷ περὶ ἀληθείας· τοὺς νόμους μεγάλους ἄγοι. ]
alpha 628[ Ἀειλογεῖς: ἀεὶ λαλεῖς. καὶ Ἀειλογία, πολυλογία ἢ ταυτολογία ἢ τὸ διὰ παντὸς ἐξεῖναι λέγειν. Ἀειλογία. τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτως Δημοσθένης καὶ Ἰσαῖος. ]
alpha 1360[ Ἁλουργοπωλική: ἡ πορφυροπωλικὴ λεγομένη. οὕτως Ἰσαῖος. ]
alpha 1465[ Ἀμαζόνειον: ἱερόν, ὃ Ἀμαζόνες ἱδρύσαντο. οὕτως Ἰσαῖος. καὶ Ἀμαζόνειον κέρας. ]
alpha 1601[ Ἅμιπποι: κατὰ μὲν Ἰσαῖον οἱ σὺν ἵπποις στρατευόμενοι. οἱ δέ φασιν ὅτι ζεύγνυνται μέν τινες ἵπποι, καὶ ὁ ἐπελαύνων αὐτούς, τοῦ μὲν ἐποχεῖται, τὸν δὲ παρέλκεται· καὶ καλοῦνται οὗτοι ἅμιπποι. πεζοὺς δὲ τοὺς ἁμίππους Θυυκυδίδης καὶ Ξενοφῶν ὑποδηλοῦσι. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι. ]
alpha 1824[ Ἀναγινωσκομἐνους: ἀντὶ τοῦ ἀναπειθουμένους. οὕτως Ἀντιφῶν καὶ Ἰσαῖος καὶ Ἡρόδοτος. ]
alpha 1827[ Ἄναγκαῖον: οὕτως καλεῖται τὸ αἰδοῖον, ἐπεὶ τῆς ἀνάγκης ἐστὶ συμβόλαιον. οἱ δὲ πρὸς ἀλκὴν ἐτράποντο ἐκ τοῦ ἀναγκαίου. ἀντὶ τοῦ δι’ ἀνάγκας. Ἰσαῖος δὲ ἀναγκαῖον τὸ δεσμωτήριον καλεῖ. Καλλισθένης δὲ ἀνωγαίων εἶπε καὶ οὕτως δεῖ μᾶλλον λέγεσθαι. Ἀναγκαῖόν ἐστιν, ὅπερ ἀληθὲς ὂν οὐκ ἔστιν ἐπιδεκτικὸν τοῦ ψεῦδος εἶναι· ἢ ἐπιδεκτικὸν μέν ἐστι, τὰ δὲ ἐκτὸς αὐτῷ ἐναντιοῦται πρὸς τὸ ψεῦδος εἶναι, οἷον ἡ ἀρετὴ ὠφελεῖ. οὐκ ἀναγκαῖον δέ ἐστιν, ὃ καὶ ἀληθές ἐστι καὶ ψεῦδος οἷόν τε αὐτὸ εἶναι, τῶν ἐκτὸς μηδὲν ἐναντιουμένων· οἷον περιπατεῖ Δίων. ὅτι Δημόκριτος Ἀβδηρίτης φησί, μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδὲ εἰς τὸ μηδὲν ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δὲ ἐν τῷ ὅλῳ δινουμένας καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν. εἶναι γαρ καὶ ταῦτα ἐξ ἀτόμων τινὰ συστήματα, ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωττα διὰ στερρότητα. πάντα δὲ κατὰ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας τῆς γενέσεως οὔσης πάντων, ἣν ἀνάγκην λέγει. διαιρεῖ δὲ τὰ ὄντα εἰς τὸ εἶναι ἢ ἐξ ἀνάγκης εἶναι, ὡς τὸν ἄνθρωπον ζῷον εἶναι. ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης ἐστίν· ὁμοίως ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι. τὰ δὲ ἐνδεχομένως, καὶ τούτων τῶν ἐνδεχομένων τὰ μὲν ὡς ἐπὶ τὸ πλεῖστον ὡς τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράσκοντα πολιοῦσθαι, τὰ δὲ ἐπ’ ἔλαττον, ὡς τὰ τούτοις ἀντικείμενα, τὸ τὸν ἄνθρωπον τετραδάκτυλον ἢ ἑξαδάκτυλον εἶναι. ἔστι γὰρ ἐν τούτοις οὕτως καὶ ταῦτα. ἢ τὸ μὴ πολιοῦσθαι γηρῶντα τὸν ἄνθρωπον ἢ μὴ, ἀποδημεῖν ἢ λούεσθαι ἢ μή. ]
alpha 1857[ Ἀναδικάσασθαι: τὸ ἄνωθεν δικάσασθαι. οὕτως Ἰσαῖος. ἐντεῦθεν καὶ τὸ ἀνάδικοι κινήσεις, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν. ]
alpha 1892[ Ἀνάκαιον: τὸ δεσμωτήριον, εἰς ὃ κατετίθεντο τοὺς πονηροὺς δούλους καὶ τῶν ἀπελευθέρων τοὺς ἀφισταμένους. Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα περὶ ἐγγύης· Ἑρμοκράτη δὲ εἰς τὸ ἀνάκαιον ἐνέβαλε, φάσκων ἀπελεύθερον εἶναι καὶ οὐ πρότερον ἀφῆκε πρὶν λʹ δραχμὰς ἐπράξατο. ]
alpha 2628[ Ἀντεπιτίθησιν: ἀντὶ τοῦ ἀντεπιστέλλει. Ἰσαῖος. ]
alpha 3036[ Ἀπεργασάμενος: ἀντὶ τοῦ ἀποδοὺς, ἐξ ὧν εἰργάσατο. οὕτως Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. καὶ Ἀπεργάσασθαι, ἀντὶ τοῦ ἀποπληρῶσαι. Ἀριστοφάνης. ]
alpha 3509[ Ἀπορώτατος: ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν. οὕτως Ἰσαῖος ἐν τῷ ὑπὲρ τῆς Μνησαίου θυγατρός. ]
alpha 3639[ Ἀποφορᾶν: ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι μεταξύ. οὕτως Ἰσαῖος. καὶ Ἀποφορὴ παρὰ Ἡροδότῳ, ἡ τελουμένη παρὰ τῶν δούλων τοῖς δεσπόταις. ]
alpha 4599[ Ἀφεὶς καὶ Ἀπαλλάξας: τὸ μὲν ἀφείς ἐστιν, ὅταν ἀπολύσῃ τις τῶν ἐγκλημάτων, ὧν ἐνεκάλει αὐτῷ. τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν. οὕτως Δημοσθένης καὶ Ἰσαῖος. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὡς ἀφίησί τις μόνων ἐκείνων, ὧν ἐγκαλεῖ· ἀπαλλάττει δὲ, ὅταν μηδὲ ἄλλον τινὰ ὑπολίπηται αὑτῷ λόγον πρὸς τὸν ἐγκαλούμενον. ἔστι δὲ καὶ τοῦτο παρὰ τῷ Δημοσθένει. καὶ παροιμία· ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει. ἡ παροιμία παρὰ Ὑπερίδῃ. ἐπὶ τῶν παρέντων μὲν τὰ σπουδαιότερα, περὶ δὲ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ’ εἰσὶ ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας. καὶ Ἀφεῖσθαι παίζειν λέγεται ἐπὶ τῶν ἐν ταῖς ἑορταῖς ἀργούντων καὶ πρὸς παιδιὰν ἀφειμένων· μάλιστα δὲ ἐπὶ παίδων ἀφειμένων παίζειν. ζήτει ἐν τῷ ἀντιτυπῆσαι. ]
alpha 4639[ Ἀφοσιούμεθα: τὸ ὅσιον προσποιούμεθα δῆθεν. καὶ Ἀφοσιούμενος, πληροφορῶν, ποιήσας τὴν ὁσίαν. ὁ δὲ ἀφοσιεύμενος τὴν ἐξόρκωσιν τοῦ ἐπάρχου ἐμηχανᾶτο τοιάδε. καὶ Ἀφοσιούμενοι, ἀντὶ τοῦ τιμῶντες. ἢ τὸ ὅσιον ποιοῦντες καὶ καθαρὸν καὶ τὸ ὀφειλὸμενον. διὰ τοῦτο καὶ τὴν ὁσίαν ἐπὶ τῶν ἀπελθόντων φαυέν· τουτέστιν οὐδὲν ὀφείλομεν αὐτοῖς λοιπόν, οὐκ ἐσμὲν ὑπεύθυνοι. οὕτως ἡμῖν ἔθος λέγειν, καὶ τὸ ἀφοσιώσασθαι καὶ ὅσα τοιαῦτα, τουτέστιν οὐκ εἰμὶ ὑπεύθυνος. καὶ Ἀφοσιῶ, ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφαγνίζω, Αἰσχίνης. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ οἷον ἀπάρξασθαι ἢ σχηματίσασθαι, Ἰσαῖος λέγει. καὶ Ἀφοσιώσας, καθάρας, ἢ ξενώσας· ἢ τὴν ὁσίαν ποιῶν, τουτέστι κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. καὶ Ἀφοσιῶσαι, καθαίρειν. καὶ Ἀφοσιώσεται, ἀπάρξεται. καὶ Ἀφοσιοῦσθαι, ἀποκαθαίρεσθαι ὁσίας, καὶ τὸ μὴ περιεργάζεσθαι μηδὲ φιλοτιμεῖσθαι. ὅσια δὲ λέγεται ἄλφιτα, δεδευμένα ἐλαίῳ καὶ οἴνῳ· καὶ κύρια καὶ δίκαια. καὶ Ἀφοσίωσις, ἀνάθεσις. καὶ Ἀφοσιωσάμενοι, δικαιωσάμενοι. καὶ Ἀφοσιώμενοι, τιμῶντες, ἢ ἀπαρχόμενοι. ὡς δὲ ᾔσθετο σαφῶς ἀποσειόμενον καὶ μόνον ἀφοσιούμενον τὸν Ἰσίδωρον, ᾤχετο ἀπιὼν, καὶ οὐκέτι προσῄει. ]
beta 364[ Βόθυνος: τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰσαῖος καὶ Καλλισθένης ποιεῖται. ]
beta 429[ Βουλεύσεως: ἐγκλήματός ἐστιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείς ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡσαύτως καὶ Ἀριστοτέλης, Δείναρχος δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδης ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα λαμβάνει. ]
gamma 147[ Γεννῆται: οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες. καὶ γὰρ διήρηντο κατὰ μέρη οἱ τῶν Ἀθηναίων πολῖται, καὶ τὰ μὲν μέγιστα μέρη φυλαὶ ὠνομάζοντο, ἑκάστη δὲ φυλὴ πάλιν εἰς τρία διῄρητο, ὧν ἕκαστον μέρος τριττὺς καὶ φρατρία ὠνομάζετο. πάλιν δὲ τῶν φρατριῶν ἑκάστη εἰς γένη διῄρητο λʹ, ἐξ ὧν αἱ ἱερωσύναι ἑκάστοις προσήκουσαι ἐκληροῦντο. καὶ γεννῆται, οἱ ἐκ τοῦ αὐτοῦ καὶ πρώτου γένους τῶν λ’ γενῶν, οὓς καὶ πρότερόν φησι Φιλόχορος ὁμογάλακτας καλεῖσθαι. Ἰσαῖος μέντοι τοὺς γεννήτας ἁπλῶς τοὺς ἐξ αἵματος συγγενεῖς ὀνομάζει. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License