Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Pamphilus Caesariensis (Pamphilus of Caesarea) - urn:cts:greekLit:tlg2961

Place of birth (Wikidata Statement)

Beirut (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Caesarea Maritima (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

presbyter (Wikidata)

librarian (Wikidata)

alpha 156[ Ἀγαπητός· ἐπίσκοπος Συνάδων, ὃν ἐν ἐπαίνῳ πολλῷ τίθεται ΕὐσέβιοςΠαμφίλου καὶ θαυμάτων αὐτοῦ ἐξαισίων μνήμην ποιεῖται, ὁρῶν μεταστάσεις καὶ ποταμῶν καὶ νεκρῶν ἐγέρσεις. καὶ ὅτι στρατιώτην ὄντα ἠβουλήθη Μαξιμῖνος ὡς Χριστιανὸν ἀποκτεῖναι, διὰ τὸ πυνθάνεσθαι πολλοὺς τὰ πρὸς αὐτοῦ τελούμενα ὑπεραγαμένους. ]
alpha 843[ Ἀκέσιος· Ναυατιανῶν ἐπίσκοπος· ὃς παρῆν ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου. καὶ ἠρώτα αὐτὸν, εἰ δέχεται τὰ τῆς συνόδου, τόν τε ὅρον τῆς πίστεως καὶ τὸν ὁρισμὸν τῆς τοῦ Πάσχα ἑορτῆς· ὁ δὲ συγκατέθετο. ἐπανερομένου δὲ τοῦ βασιλέως, διὰ τί οὖν χωρίζῃ; ἐκεῖνος τὰ ἐπὶ Δεκίου γενόμενα κατὰ τὸν διωγμὸν ἐδίδασκε καὶ τὴν ἀκρίβειαν τοῦ αὐστηροῦ κανόνος· ὡς ἄρα οὐ χρὴ τοὺς μετὰ τὸ βάπτισμα ἡμαρτηκότας ἁμαρτίαν, ἣν πρὸς θάνατον καλοῦσιν αἱ θεῖαι γραφαὶ, τῆς κοινωνίας τῶν θείων μυστηρίων ἀξιοῦσθαι, ἀλλ’ ἐπὶ μετάνοιαν μὲν αὐτοὺς προτρέπειν, ἐλπίδα δὲ τῆς ἀφέσεως μὴ παρὰ τῶν ἱερέων, ἀλλὰ παρὰ τοῦ θεοῦ ἐκδέχεσθαι, τοῦ δυναμένου συγχωρεῖν ἁμαρτήματα. ταῦτα εἰπόντος τοῦ Ἀκεσίου ἐπειπεῖν τὸν βασιλέα· θὲς, ὦ Ἀκέσιε, κλίμακα καὶ μόνος ἀνάβηθι εἰς τὸν οὐρανόν. τούτων οὔτε ΕὐσέβιοςΠαμφίλου οὔτε ἄλλος τις ἐμνημόνευσεν. ἐκεῖνοι γὰρ πολλὰ παραλείπουσιν, ἢ προσπάσχοντές τισιν ἢ προσώποις χαριζόμενοι. οὕτω λέγει Σωκράτης ἐν Ἐκκλησιαστικῇ ἱστορίᾳ. ]
delta 1149[ Διόδωρος, μονάζων, ἐν τοῖς χρόνοις Ἰουλιανοῦ καὶ Οὐάλεντος ἐπισκοπήσας Ταρσῶν τῆς Κιλικίας. οὗτος ἔγραψεν, ὥς φησι Θεόδωρος Ἀναγνώστης ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ, διάφορα. εἰσὶ δὲ τάδε· Ἑρμηνεῖαι εἰς τὴν παλαιὰν πᾶσαν· Γένεσιν, Ἔξοδον καὶ ἐφεξῆς· καὶ Εἰς Ψαλμούς· Εἰς τὰς δʹ Βασιλείας· Εἰς τὰ ζητούμενα τῶν Παραλειπομένων, Εἰς τὰς Παροιμίας, Τίς διαφορὰ θεωρίας καὶ ἀλληγορίας, Εἰς τὸν Ἐκκλησιαστήν, Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων, Εἰς τοὺς προφήτας, Χρονικόν, διορθούμενον τὸ σφάλμα Εὐσεβίου τοῦ Παμφίλου περὶ τῶν χρόνων, Εἰς τὰ δʹ Εὐαγγέλια, Εἰς τὰς πράξεις τῶν Ἀποστόλων, Εἰς τὴν ἐπιστολὴν Ἰωάννου [+] τοῦ Εὐαγγελιστοῦ [+], Περὶ τοῦ, εἷς θεὸς ἐν τριάδι, Κατὰ Μελχισεδεκιτῶν, Κατὰ Ἰουδαίων, Περὶ νεκρῶν ἀναστάσεως, Περὶ ψυχῆς κατὰ διαφόρων περὶ αὐτῆς αἱρέσεων, Πρὸς Γρατιανὸν κεφάλαια, Κατὰ ἀστρονόμων καὶ ἀστρολόγων καὶ εἱμαρμένης, Περὶ σφαίρας καὶ τῶν ζʹ ζωνῶν καὶ τῆς ἐναντίας τῶν ἀστέρων πορείας, Περὶ τῆς Ἱππάρχου [+] σφαίρας, Περὶ προνοίας, Κατὰ Πλάτωνος [+] περὶ θεοῦ καὶ θεῶν, Περὶ φύσεως καὶ ὕλης, ἐν ᾧ, τί τὸ δίκαιόν ἐστι, Περὶ θεοῦ καὶ ὕλης Ἑλληνικῆς πεπλασμένης, Ὅτι αἱ ἀόρατοι φύσεις οὐκ ἐκ τῶν στοιχείων, ἀλλ’ ἐκ μηδενὸς μετὰ τῶν στοιχείων ἐδημιουργήθησαν, Πρὸς Εὐφρόνιον [+] φιλόσοφον κατὰ πεῦσιν καὶ ἀπόκρισιν, Κατὰ Ἀριστοτέλους [+] περὶ σώματος οὐρανίου, Πῶς θερμὸς ἥλιος, Κατὰ τῶν λεγόντων ζῷον τὸν οὐρανόν, Περὶ τοῦ πῶς ἀεὶ μὲν δημιουργός, οὐκ ἀεὶ δὲ τὰ δημιουργήματα, Πῶς τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ θεοῦ ἀϊδίου ὄντος, Κατὰ Πορφυρίου [+] περὶ ζῴων καὶ θυσιῶν. ]
epsilon 3737[ Εὐσέβιος, ὁ Παμφίλου, προσκείμενος τῇ Ἀρειανικῇ αἱρέσει, ἐπίσκοπος Καισαρείας τῆς Παλαιστίνης, σπουδαῖος ἐν ταῖς θείαις γραφαῖς καὶ τῆς θείας βιβλιοθήκης ἅμα Παμφίλῳ τῷ μάρτυρι ἐπιμελέστατος ἀνιχνευτής. ἐξέδωκε πολλὰ τεύχη, ὧν εἰσι τάδε· Εὐαγγελικῆς ἀποδείξεως λόγοι κʹ, Εὐαγγελικῆς προπαρασκευῆς λόγοι ιεʹ, Θεοφανείας λόγοι εʹ, Ἐκκλησιαστικῆς ἱστορίας λόγοι ιʹ, Χρονικῶν κανόνων παντοδαπῆς ἱστορίας, καὶ τούτων ἐπιτομή. καὶ Περὶ τῆς τῶν Εὐαγγελίων διαφωνίας, Εἰς τὸν προφήτην Ἠσαΐαν λόγοι ιʹ. Κατὰ Πορφυρίου [+] τοῦ τότε συγγράφοντος ἐν Σικελίᾳ, ὥς τινες οἴονται, λόγοι λʹ. Τοπικῶν λόγος εἷς, Ἀπολογίας ὑπὲρ Ὠριγένους [+] λόγοι ϛʹ, Περὶ τοῦ βίου Παμφίλου λόγοι γʹ. περὶ μαρτύρων ἕτερα συγγράμματα· καὶ εἰς τοὺς ρνʹ ψαλμοὺς δεδοκιμασμένα ὑπομνήματα, καὶ ἕτερα πολλά. ἤνθησε μάλιστα ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως καὶ Κωνσταντίου, καὶ διὰ τὴν φιλίαν τὴν πρὸς Πάμφιλον μάρτυρα τῆς ἐπωνυμίας αὐτοῦ ἠξιώθη. ΕὐσέβιοςΠαμφίλου· οὗτος ὁ Εὐσέβιος ἔγραψε καὶ πρὸς Μαρῖνον, ἐν ᾧ λέγει, ὅτι ἡ Χριστοῦ ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυᾶ καὶ τῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οἷος ἐστὶν ὁ μοναδικός· τὸν δὲ ὑποβεβηκότα καὶ ἀνθρωπινώτερον, ὃς καὶ γάμοις ὑποτίθεται συγκοινωνεῖν. ]
iota 229[ Ἰησοῦς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν· ὅτι ἐν τοῖς χρόνοις τοῦ εὐσεβεστάτου βασιλέως Ἰουστινιανοῦ γέγονεν ἄνθρωπός τις, ἀρχηγὸς τῶν Ἰουδαίων, Θεοδόσιος ὄνομα αὐτῷ, ὃς πλείστοις τῶν Χριστιανῶν γνωστὸς ὑπῆρχε καὶ αὐτῷ τῷ μνημονευθέντι πιστῷ βασιλεῖ. κατὰ δὲ τοὺς χρόνους ἐκείνους ἦν τις ἄνθρωπος Χριστιανὸς( Φίλιππος ὄνομα αὐτῷ) τὴν μέθοδον ἀργυροπράτης. οὗτος γνωστῶς ἔχων τὰ πρὸς τὸν Θεοδόσιον καὶ πολλὴν πρὸς αὐτὸν σῴζων τὴν γνησιότητα προετρέπετο αὐτὸν καὶ ἐνουθέτει γενέσθαι Χριστιανόν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὁ προλεχθεὶς Φίλιππος πρὸς τὸν λεχθέντα Θεοδόσιον τοιαῦτά τινα ἔλεγε· τί δή ποτε σοφὸς ἀνὴρ ὑπάρχων καὶ ἀκριβῶς ἐπιστάμενος τὰ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένα τοῦ δεσπότου Χριστοῦ οὐ πιστεύεις αὐτῷ καὶ γίνῃ Χριστιανός; πέπεισμαι γὰρ περὶ σοῦ, ὅτι οὐκ ἀγνοῶν τὰ τῶν θεοπνεύστων γραφῶν προλεχθέντα περὶ τῆς περὶ τοῦ κοινοῦ ἡμῶν δεσπότου Χριστοῦ παρουσίας παραιτῇ τοῦ γενέσθαι Χριστιανός. σπεῦσον οὖν σῶσαι τὴν σεαυτοῦ ψυχήν, πιστεύων εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα μὴ ἐπιμένων τῇ ἀπιστίᾳ κρίσεως αἰωνίου ὑπεύθυνον σεαυτὸν καταστήσῃς. ταῦτα ἀκούσας ὁ Ἰουδαῖος παρὰ τοῦ Χριστιανοῦ λεγόμενα πρὸς αὐτὸν ἀπεδέξατο αὐτὸν εὐχαριστίας τε αὐτῷ τὰς διὰ λόγων προσήγαγε καὶ τοιαῦτα πρὸς αὐτὸν ἀπεκρίνατο· ἀποδέχομαι τὴν κατὰ θεόν σου ἀγάπην, ὅτι τὰ ὑπὲρ τῆς σωτηρίας τῆς ἐμῆς ψυχῆς σπουδάζων ἀγωνίζῃ Χριστιανόν με γενέσθαι προτρεπόμενος. διὸ ὡς ἐπὶ τοῦ θεοῦ τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἐπισταμένου καὶ θεωροῦντος ἀδόλως καὶ ἀνυποκρίτως καὶ μετὰ πάσης ἀληθείας τοὺς πρός σε λόγους ποιήσομαι. ὅτι μὲν οὖν παραγέγονεν ὁ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένος Χριστός, ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος, πεπληροφόρημαι καὶ ὁμολογῶ τεθαρρηκώς, ὡς πρὸς γνήσιόν μου φίλον, ὡς καὶ τὰ πρὸς εὐεργεσίαν μοι ἀεὶ σπουδάζοντα· ἀλλὰ ἀνθρωπίνῳ λογισμῷ κρατούμενος οὐ γίνομαι Χριστιανὸς καὶ ἐν τούτοις καταγινώσκω ἑαυτοῦ. νῦν γὰρ Ἰουδαῖος ὑπάρχων ἀρχηγός εἰμι τῶν Ἰουδαίων καὶ τιμῆς πολλῆς καὶ δώρων πολλῶν καὶ πάντων τῶν πρὸς τὴν ζωὴν ταύτην ἐπιτηδείων ἐν ἀπολαύσει τυγχάνων. ὑπολαμβάνω δέ, ὅτι οὐδὲ εἰ πατριάρχης τῆς καθολικῆς ἐκκλησίας γένωμαι ἢ ἀρχὰς μείζονας καὶ ὑπεροχὰς λαμβάνω παρ’ ὑμῶν, τοσαύτης θεραπείας ἀξιωθήσομαι. ἵνα οὖν μὴ τῶν δοκούντων τερπνῶν εἶναι ἐν τῷ βίῳ τούτῳ ἐκπέσω, καταφρονῶ τῆς μελλούσης ζωῆς κακῶς τοῦτο ποιῶν. ἵνα δὲ τοὺς λόγους μου ἀληθεῖς τῇ σῇ ἀγάπῃ παραστήσω, θαρρῶ σοι μυστήριον, ὅ ἐστι παρ’ ἡμῖν τοῖς Ἑβραίοις ἀποκεκρυμμένον, ἐξ οὗ ἀκριβῶς ἐπιστάμεθα, ὅτι ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος Χριστὸς αὐτός ἐστιν ὁ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένος· οὐ μόνον ἐξ αὐτῶν τῶν προγεγραμμένων, ἀλλὰ καὶ ἐκ τοῦ παρ’ ἡμῖν ἐναπογράφου καὶ ἀποκεκρυμμένου μυστηρίου. ἔστι δὲ ὁ λόγος τοῦ μυστηρίου τοιοῦτος. κατὰ τοὺς ἀρχαίους χρόνους, ἡνίκα ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐκτίζετο, συνήθεια ἦν παρὰ τοῖς Ἰουδαίοις, ἰσαρίθμους τῶν παρ’ ἡμῖν γραμμάτων εἰκοσιδύο τυγχανόντων ἱερεῖς ἐν τῷ ναῷ καθίστασθαι· ὅθεν καὶ τὰ θεόπνευστα βιβλία εἰκοσιδύο ἀπαριθμούμεθα. κῶδιξ οὖν ἀπέκειτο ἐν τῷ ναῷ, ἐν ᾧ ἐπεγράφετο ἑκάστου ἱερέως τῶν κβʹ ἡ προσηγορία καὶ τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς μητρός. ἑνὸς οὖν τελευτήσαντος τῶν ἱερέων οἱ λοιποὶ συνήρχοντο ἐν τῷ ναῷ καὶ ἐκ κοινοῦ ψηφίσματος καθίστων ἀντὶ τοῦ τελευτήσαντος ἕτερον ἱερέα, πληροῦντες τὸν ἀριθμὸν τῶν κβʹ ἱερέων. καὶ ἐπεγράφετο ἐν τῷ κώδικι, ὅτι τῇδε τῇ ἡμέρᾳ ἐτελεύτησεν ὁ δεῖνα ἱερεύς, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ ἀντ’ αὐτοῦ προεχειρίσθη ὁ δεῖνα. τούτου οὖν τοῦ ἔθους κρατοῦντος ἐν τῷ ἔθνει τῶν Ἰουδαίων, συνέβη κατὰ τοὺς χρόνους ἐκείνους, καθ’ οὓς ὁ Ἰησοῦς ἐν τῇ Ἰουδαίᾳ διέτριβε, τελευτῆσαι ἕνα ἐκ τῶν κβʹ ἱερέων, πρὶν ἄρξηται ἐμφανίζειν ἑαυτὸν ὁ Ἰησοῦς καὶ διδάσκειν πιστεύειν τοὺς ἀνθρώπους εἰς αὐτόν. συνῆλθον οὖν οἱ λοιποὶ ἱερεῖς ἐπὶ τῷ ποιῆσαι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως ἕτερον ἱερέα· καὶ ἑκάστου προβαλλομένου τὸν νομιζόμενον αὐτῷ ἄξιον τοῦ γενέσθαι οἱ λοιποὶ τοῦτον ὡς ἐλλιπῶς ἔχοντα πρὸς ἀρετήν, ἐξ ἧς ὀφείλει καταστῆναι ἱερεύς, ἀπεδοκίμαζον. εἰ γὰρ σοφὸς ἦν, ἤθει τε καὶ βίῳ χρηστός, ἐν ἀγνοίᾳ δὲ τοῦ νόμου καὶ τῶν προφητῶν ἐτύγχανεν, ἀπρόσφορος ἱερατείας ἐκρίνετο. οὕτως οὖν πολλῶν ἱερέων ψηφισθέντων καὶ πάντων ἀποδοκιμασθέντων, εἷς τις ἱερεὺς ἐγερθεὶς ἔστη εἰς τὸ μέσον καὶ λέγει τοῖς λοιποῖς· ἰδού, πολλοὶ ὑφ’ ἡμῶν ὀνομασθέντες ἀνεπιτήδειοι εὑρέθησαν πρὸς ἱερωσύνην· δέξασθε οὖν κἀμὲ λέγοντα περὶ ἑνὸς ἀνθρώπου ὀφείλοντος προχειρισθῆναι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως. ὑπολαμβάνω γάρ, ὅτι οὐδεὶς ἐξ ὑμῶν ἀπαρεσθήσεται τῷ παρ’ ἐμοῦ γενομένῳ ψηφίσματι. ἐπιτρεψάντων δὲ τῶν λοιπῶν ἱερέων εἶπεν, ὅτι βούλομαι ἐγὼ γενέσθαι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως Ἰησοῦν, τὸν υἱὸν Ἰωσὴφ τοῦ τέκτονος· ὅστις νέος μὲν τῇ ἡλικίᾳ ἐστί, λόγῳ δὲ καὶ βίῳ καὶ ἤθεσι χρηστοῖς κεκόσμηται, καὶ ὑπολαμβάνω μηδένα ποτὲ τῶν ἀνθρώπων ὀφθῆναι ἐν λόγῳ ἢ ἐν βίῳ ἢ ἐν ἤθεσι τοιοῦτον, ὡς ἐστὶν οὗτος· καὶ οἶμαι καὶ ὑμῖν πᾶσι τοῖς οἰκοῦσιν ἐν Ἱερουσαλὴμ τοῦτο γνωστὸν καὶ ἀναντίρρητον ὑπάρχειν. ἀκούσαντες δὲ τὸν λόγον τοῦτον οἱ λοιποὶ ἱερεῖς ἀπεδέξαντο τὸν ἄνδρα καὶ ἐβεβαιώσαντο ψήφισμα, ἐπιτήδειον εἶναι ὑπὲρ πάντα ἄνθρωπον εἰς ἱερωσύνην τὸν Ἰησοῦν εἰρηκότες. ἔλεγον δέ τινες περὶ αὐτοῦ μὴ εἶναι ἐκ φυλῆς Λευΐ, ἀλλ’ ἐκ φυλῆς Ἰούδα τυγχάνειν· τοῦ Ἰωσήφ τε υἱὸν αὐτὸν ὑπολαμβάνοντες εἶναι( οὕτως γὰρ παρὰ Ἰουδαίοις ἐχρηματίζετο) , τὸν Ἰωσὴφ ἐκ φυλῆς Ἰούδα, οὐκ ἐκ φυλῆς Λευῒ ἐμαρτύρουν πάντες. καὶ τούτου ἕνεκα, ὡς τῷ δοκεῖν μὴ ὄντα αὐτὸν ἐκ φυλῆς Λευϊτικῆς, ἐκώλυον γενέσθαι ἱερέα. ὁ δὲ τοῦτον ὀνομάσας ἱερεὺς ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε μικτὸν εἶναι τὸ γένος αὐτοῦ· πάλαι γὰρ ἐν γενεαῖς ἀρχαίαις ἐπιμιξία τις γέγονε τῶν δύο φυλῶν κἀκεῖθεν κατάγεσθαι τὸ γένος τοῦ Ἰωσήφ. τοῦτο οὖν ἀκούσαντες οἱ λοιποὶ ἱερεῖς συνῄνεσαν τῷ ψηφίσματι· καὶ κοινῇ βουλῇ πᾶσι τοῖς συνελθοῦσιν ἱερεῦσιν ἔδοξεν ἀντὶ τοῦ τελευτήσαντος ἱερέως τὸν Ἰησοῦν καταστῆσαι. τῆς δὲ συνηθείας ἐχούσης μὴ μόνον τὸ ὄνομα τοῦ γινομένου ἱερέως ἀπογραφῆναι ἐν τῷ κώδικι, ἀλλὰ καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἶπόν τινες αὐτῶν ὀφείλειν αὐτοὺς πρῶτον καλέσαι τοὺς γονεῖς αὐτοῦ καὶ παρ’ αὐτῶν μαθεῖν τὰ ὀνόματα αὐτῶν, λαβεῖν δὲ καὶ κατάθεσιν αὐτῶν, εἰ υἱὸς αὐτῶν ἐστιν ὁ πρὸς ἱερωσύνην προχειριζόμενος· καὶ ἤρεσε τοῦτο πᾶσιν. ὁ οὖν προονομάσας τὸν Ἰησοῦν γενέσθαι ἱερέα ἔλεγε τετελευτηκέναι Ἰωσὴφ τὸν πατέρα Ἰησοῦ, μόνην δὲ τὴν τούτου ζῆν μητέρα. συνῆκαν οὖν ἅπαντες ἀγαγεῖν τὴν μητέρα αὐτοῦ εἰς τὸ συνέδριον καὶ μαθεῖν παρ’ αὐτῆς, εἰ μήτηρ τυγχάνει τοῦ Ἰησοῦ καὶ εἰ αὐτὴ ἔτεκεν αὐτόν, καὶ τὸ ὄνομα τοῦ ἀνδρὸς αὐτῆς ἀκοῦσαι, ἐξ οὗ ἔτεκε τὸν Ἰησοῦν· καὶ δὴ τούτου πᾶσιν ἀρέσαντος ἐκάλεσαν τὴν μητέρα τοῦ Ἰησοῦ καὶ εἶπον πρὸς αὐτήν· ἐπειδήπερ ὁ δεῖνα ὁ ἱερεὺς ἐτελεύτησεν, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ βουλόμεθα ἀντ’ ἐκείνου ποιῆσαι τὸν υἱόν σου Ἰησοῦν, ἔθος δέ ἐστιν ἀπογράφεσθαι τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς μητρός· εἰπὲ ἡμῖν, εἰ ὁ Ἰησοῦς υἱός σου ἐστί, καὶ εἰ σὺ ἔτεκες αὐτόν. ἡ δὲ Μαρία ἀκούσασα ταῦτα ἀπεκρίνατο λέγουσα πρὸς τοὺς ἱερεῖς· ὅτι μὲν υἱός μου ἐστὶν ὁ Ἰησοῦς, ὁμολογῶ· ἐγὼ γὰρ ἐγέννησα αὐτόν, καὶ μαρτυροῦσί μοι οἱ εὑρεθέντες καὶ αἱ εὑρεθεῖσαι γυναῖκες τικτούσης μου αὐτόν· ὅτι δὲ οὐκ ἔχει ἐπὶ τῆς γῆς πατέρα, πληροφορίαν λάβετε παρ’ ἐμοῦ, ὡς βούλεσθε. παρθένου γὰρ τυγχανούσης μου καὶ ἐν τῇ Γαλιλαίᾳ διατριβούσης, ἄγγελος θεοῦ, ἐγρηγορώσης μου οὐ καθευδούσης, εἰσελθὼν ἐν ᾧ ἤμην οἰκήματι, εὐηγγελίσατό μοι ἐκ πνεύματος ἁγίου τεκεῖν υἱόν· οὗ τὸ ὄνομα ἐνετείλατο καλέσαι Ἰησοῦν· παρθένος τοίνυν ὑπάρχουσα, ταύτην ἰδοῦσα τὴν ὀπτασίαν συνέλαβον καὶ ἐγέννησα τὸν Ἰησοῦν μείνασα παρθένος μέχρι τῆς σήμερον καὶ μετὰ τὸ τεκεῖν με. ταῦτα ἀκούσαντες οἱ ἱερεῖς ἐκέλευσαν ἐλθεῖν μαίας πιστὰς καὶ ἐπέτρεψαν αὐταῖς πολυπραγμονῆσαι, εἰ ἔτι ἀληθῶς παρθένος ἐστὶν ἡ Μαρία. αἱ δὲ ἐκ τῶν πραγμάτων λαβοῦσαι πληροφορίαν διεβεβαιώσαντο παρθένον αὐτὴν ὑπάρχειν. παρεγένοντο δὲ καὶ αἱ παρευρεθεῖσαι καὶ θεασάμεναι αὐτὴν τίκτουσαν, μαρτυροῦσαι ὅτι υἱὸς αὐτῆς ἐστιν ὁ Ἰησοῦς. ἔκθαμβοι δὲ γενόμενοι οἱ ἱερεῖς ἐπὶ τοῖς λεγομένοις παρὰ τῆς Μαρίας καὶ τῶν μαρτυρησάντων περὶ τοῦ τόκου αὐτῆς, ἀποκριθέντες εἶπον τῇ Μαρίᾳ· εἰπὲ ἡμῖν παρρησίᾳ, ἵνα ἐκ τοῦ στόματός σου ἀκούσωμεν, τίνος ἐστὶ καὶ τίνος υἱός, ἵνα οὕτως ἀπογραψώμεθα αὐτόν· οὓς γὰρ εἴπῃς ἡμῖν γονέας τούτους ἡμεῖς καὶ οὐχ ἑτέρους ἀπογραψόμεθα. ἡ δὲ ἀποκριθεῖσα εἶπεν, ὅτι ἐν ἀληθείᾳ ἐγὼ αὐτὸν ἐγέννησα, πατέρα αὐτοῦ ἐπὶ γῆς μὴ ἐπισταμένη, ἀλλὰ παρὰ τοῦ ἀγγέλου ἤκουσα, υἱὸν θεοῦ εἶναι αὐτόν. υἱὸς οὖν ἐμοῦ τῆς καλουμένης Μαρίας ἐστὶ καὶ υἱὸς τοῦ θεοῦ, καὶ μὴ γημαμένη παρθένος ὑπάρχω. ταῦτα ἀκούσαντες οἱ ἱερεῖς ἤγαγον τὸν κώδικα καὶ ὑπέγραψαν οὕτως· τῇδε τῇ ἡμέρᾳ ἐτελεύτησεν ὁ ἱερεὺς ὁ δεῖνα, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ γέγονεν ἀντ’ αὐτοῦ κοινῇ ψήφῳ πάντων ἡμῶν ἱερεὺς Ἰησοῦς, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος καὶ Μαρίας τῆς παρθένου. καὶ οὗτος ὁ κώδιξ ἐσώθη ἀπὸ τοῦ ναοῦ σπουδῇ τῶν τὰ πρῶτα φερόντων παρὰ τοῖς Ἰουδαίοις κατὰ τὸν καιρὸν τῆς ἁλώσεως τοῦ ναοῦ καὶ τῶν Ἱεροσολύμων καὶ ἀπόκειται ἐν Τιβεριάδι· καὶ τὸ μυστήριον τοῦτο ὀλίγοις πάνυ καὶ πιστοῖς τοῦ ἔθνους ἡμῶν ἔγνωσται. διὸ καὶ ἐμοὶ ὡς ἄρχοντι καὶ διδασκάλῳ τοῦ ἔθνους τῶν Ἰουδαίων ἀπεκαλύφθη. οὐ μόνον γὰρ ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν πεπληροφορήμεθα, ὅτι ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος Χριστὸς αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ ἐπὶ σωτηρίᾳ τοῦ κόσμου ἐλθὼν ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐκ τῆς ἀπογραφῆς, ἥτις καὶ σέσωσται μέχρι τῆς σήμερον καὶ ἀπόκειται ἐν Τιβεριάδι. ταῦτα ἀκούσας ὁ Χριστιανὸς παρὰ τοῦ Ἰουδαίου πρὸς αὐτὸν λελεγμένα, τῷ θείῳ ζήλῳ κινηθεὶς ἔλεγε τῷ Ἰουδαίῳ, ὅτι εὐθὺς καὶ παραχρῆμα ἀναφέρω τῷ πιστῷ καὶ εὐσεβεῖ βασιλεῖ τὰ ὑπὸ σοῦ λεγόμενα, ἵνα πέμψῃ ἐν Τιβεριάδι καὶ φανερώσῃ τὸν κώδικα, ὃν λέγεις, εἰς ἔλεγχον τῆς ἀπιστίας τῶν Ἰουδαίων. ὁ δὲ Ἰουδαῖος πρὸς τὸν Χριστιανὸν ἔλεγε· τί θέλεις κρίμα τῇ ἑαυτοῦ ψυχῇ προσαγαγεῖν καὶ ἀναγαγεῖν τῷ βασιλεῖ καὶ μὴ τυχεῖν τοῦ σπουδαζομένου; εἰ γάρ τι τοιοῦτον γένηται, πόλεμος μέγας μέλλει συνίστασθαι, καὶ φόνοι παρακολουθήσουσι· καὶ τότε, ἐὰν ἴδωσιν ἑαυτοὺς καταπονουμένους, ἐμπρήσουσι τὸν τόπον, ἐν ᾧ ἀπόκειται ὁ κῶδιξ, καὶ μάτην κοπιῶμεν τοῦ σπουδαζομένου ἡμῖν μὴ κατορθουμένου, μόνον ἐκχύσεως αἱμάτων πρόξενοι γενόμενοι. ταῦτα γὰρ ὡς γνησίῳ φίλῳ φανερὰ πεποίηκα τῇ σῇ ἀγάπῃ, ἵνα πιστώσω σε, ὅτι οὐκ ἐξ ἀγνοίας παραιτοῦμαι τὸν Χριστιανισμόν, ἀλλ’ ἐκ κενῆς δόξης. ταῦτα ἀκούσας παρὰ τοῦ Ἰουδαίου ὁ Χριστιανὸς καὶ ἀληθῆ εἶναι πιστεύσας τὰ λεγόμενα παρ’ αὐτοῦ, τῷ μὲν πιστῷ βασιλεῖ Ἰουστινιανῷ τὸν τοιοῦτον λόγον οὐκ ἐγνώρισεν, ἵνα μὴ τῷ θείῳ ζήλῳ ὁ πιστὸς ἐκεῖνος καὶ μέγας βασιλεὺς κινούμενος ἔκχυσιν αἱμάτων παρασκευάσῃ γενέσθαι, καὶ τότε μηδὲ τοῦ σπουδαζομένου κατορθωθέντος· πολλοῖς δὲ τῶν γνωρίμων καὶ φίλων τὸν λόγον τοῦτον ἐποίησε δῆλον· ὃν ἡμεῖς παρὰ τῶν ἀκουσάντων ὑπὸ τοῦ προεξονομασθέντος Φιλίππου τοῦ ἀργυροπράτου μεμαθηκότες φροντίδα οὐ μικρὰν ἐθέμεθα, γνῶναι βουλόμενοι, εἰ ἄρα ἀληθῶς τοὺς λόγους τούτους ὁ Ἰουδαῖος εἴρηκε περὶ τῆς τοιαύτης ἀπογραφῆς. εὕρομεν οὖν Ἰώσηπον, τὸν συγγραφέα τῆς ἁλώσεως Ἱεροσολύμων, οὗ μνήμην πολλὴν ΕὐσέβιοςΠαμφίλου ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ ποιεῖται, φανερῶς λέγοντα ἐν τοῖς τῆς αἰχμαλωσίας αὐτοῦ ὑπομνήμασιν, ὅτι Ἰησοῦς ἐν τῷ ἱερῷ μετὰ τῶν ἱερέων ἡγίαζε. τοῦτο οὖν εὑρόντες λέγοντα τὸν Ἰώσηπον, ἄνδρα ἀρχαῖον ὄντα καὶ οὐ μετὰ πολὺν χρόνον τῶν ἀποστόλων γενόμενον, ἐζητήσαμεν εὑρεῖν καὶ ἐκ τῶν θεοπνεύστων γραφῶν τὸν τοιοῦτον λόγον βεβαιούμενον. εὕρομεν οὖν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ὅτι εἰσῆλθεν ὁ Ἰησοῦς ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων καὶ ἐδόθη αὐτῷ βιβλίον καὶ ἀνέγνω Ἠσαΐαν τὸν προφήτην λέγοντα· πνεῦμα κυρίου ἐπ’ ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. ἀνελογισάμεθα δέ, ὅτι εἰ μὴ τάξιν τινὰ λειτουργικὴν παρὰ τοῖς Ἰουδαίοις εἶχεν ὁ Χριστὸς Ἰησοῦς, οὐκ ἂν ἐν τῇ συναγωγῇ ἐδόθη αὐτῷ βιβλίον ἀναγνῶναι εἰς ἀκοὰς τοῦ λαοῦ· οὐδὲ γὰρ παρ’ ἡμῖν τοῖς Χριστιανοῖς ἐπ’ ἐκκλησίας ἔξεστί τινα ἀναγνῶναι τῷ λαῷ βίβλους τῶν θεοπνεύστων γραφῶν, εἰ μή τις ἐν κλήρῳ καταλέγηται. καὶ ἐκ τῶν ὑπὸ Ἰωσήπου γραφέντων καὶ ἐκ τῶν ὑπὸ τοῦ εὐαγγελιστοῦ Λουκᾶ ἱστορηθέντων ἔγνωμεν, ὅτι Θεοδόσιος ὁ Ἰουδαῖος τὸ προλεχθὲν διήγημα εἰπὼν τῷ μνημονευθέντι Φιλίππῳ τῷ ἀργυροπράτῃ οὐκ ἐπλάσατο τοῦτο, ἀλλ’ ἀληθῶς ὡς γνησίῳ φίλῳ τῷ Φιλίππῳ τὸ παρὰ Ἰουδαίοις ἀποκεκρυμμένον μυστήριον ἐθάρρησεν. ὁ δὲ Χρυσόστομος οὐδ’ ὅλως παραδέχεται τὴν ἱερωσύνην ταύτην ἐπὶ Χριστοῦ. ]
omega 182[ Ὠριγένης, ὁ καὶ Ἀδαμάντιος, ἀνὴρ ἐλλογιμώτατος καὶ κατὰ πᾶσαν παιδείαν εἰς ἄκρον ἐξησκημένος· ἀκροατὴς γενόμενος Ἀμμωνίου τοῦ φιλοσόφου, τοῦ ἐπίκλην Σακκᾶ, τοῦ πλείστην ἐπίδοσιν ἐπὶ φιλοσοφίᾳ ἐσχηκότος. διά τοι τοῦτο καὶ εἰς τὴν τῶν λόγων ἐμπειρίαν πολλὴν παρὰ τοῦ διδασκάλου τὴν ὠφέλειαν ἐκληρώσατο· συνῆν τε γὰρ ἀεὶ τῷ Πλάτωνι ὁ προειρημένος ἀνήρ, τοῖς τε Νουμηνίου καὶ Κρονίου, Ἀπολλοφάνους τε καὶ Λογγίνου καὶ Μοδεράτου, Νικομάχου τε καὶ τῶν ἐν τοῖς Πυθαγορείοις ἐλλογίμων ἀνδρῶν ὡμίλει συγγράμμασιν. ἐχρῆτο δὲ καὶ Χαιρήμονος τοῦ Στωϊκοῦ Κορνούτου τε βίβλοις· παρ’ ὧν τὸν μεταληπτικὸν τῶν παρ’ Ἕλλησι μυστηρίων ἔγνω τρόπον. καὶ ἁπαξαπλῶς πολλὴν ἔσχε τὴν ἐπιστήμην τῶν ἐν φιλοσοφίᾳ δογμάτων, οὐ μόνον τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ τῶν θείων τε καὶ ἡμετέρων, τουτέστι τῶν Χριστιανῶν. καὶ τί ἄν τις λέγοι περὶ τῆς ἐκείνου μικροῦ δεῖν ἀθανάτου καὶ μακαρίας φύσεως; ὅτι περ διαλεκτικήν, γεωμετρικήν, ἀριθμητικήν, μουσικήν, γραμματικὴν καὶ ῥητορικὴν καὶ πάντων τῶν φιλοσόφων τὰ δόγματα οὕτως ἐξέμαθεν, ὥστε σπουδαστὰς τῶν κοσμικῶν πραγμάτων ἀκροατὰς ἐσχηκέναι καὶ ἐξηγεῖσθαι αὐτοῖς ἑκάστοτε συνδρομάς τε πολλὰς πρὸς αὐτὸν γίνεσθαι. τοῦ δέ γε Ὠριγένους καὶ τῆς μεγαλοφυΐας αὐτοῦ καὶ Πορφύριος ὁ κατὰ Χριστιανῶν λυττήσας μνημονεύει καί φησιν· ὁ δὲ τρόπος τῆς ἀτοπίας ἐξ ἀνδρός, ᾧ κἀ γὼ κομιδῆ νέος ὢν τετύχηκα σφόδρα εὐδοκιμήσαντος καὶ ἔτι εὐδοκιμοῦντος δι’ ὧν καταλέλοιπε συγγραμμάτων, παρειλήφθω Ὠριγένης, οὗ κλέος παρὰ τοῖς διδασκάλοις τούτῳ τῶν λόγων μέγα διαδέδοται. καὶ αὗται μὲν αἱ παρὰ τῶν ἔξωθεν μαρτυρίαι τοῦ ἀνδρός, καὶ μάλιστα τῶν ἐχθρῶν. ταῦτα Πορφυρίῳ κατὰ τὸ τρίτον σύνταγμα τῶν γραφέντων αὐτῷ κατὰ Χριστιανῶν εἴρηται, ἐπαληθεύσαντι μὲν περὶ τῆς τοῦ ἀνδρὸς ἀσκήσεως, ψευσαμένῳ δὲ σαφῶς περὶ τῶν λοιπῶν( τί γὰρ οὐκ ἔμελλεν ὁ κατὰ Χριστιανῶν μανείς;) · ἐν οἷς αὐτὸν μέν φησιν ἐξ Ἑλλήνων μετατίθεσθαι, τὸν δ’ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ θεοσέβειαν ἐπὶ τὸν ἐθνικὸν ἐκπεσεῖν. ταῦτα μὲν εἰς παράστασιν τῆς Ὠριγένους καὶ περὶ τὰ Ἑλλήνων μαθήματα πολυπειρίας, περὶ ἧς πρός τινας μεμψαμένους αὐτῷ διὰ τὴν περὶ ἐκεῖνα σπουδὴν ἀπολογούμενος ἐν ἐπιστολῇ τινι ταῦτα γράφει· ἐπεὶ δὲ ἀνακειμένῳ μοι τῷ λόγῳ, τῆς φήμης διατρεχούσης περὶ τῆς ἕξεως ἡμῶν, προσῄεσαν ὁτὲ μὲν αἱρετικοί, ὁτὲ δὲ ἀπὸ τῶν Ἑλληνικῶν μαθημάτων, καὶ μάλιστα τῶν ἐν φιλοσοφίᾳ, ἔδοξεν ἐξετάσαι τά τε τῶν αἱρετικῶν δόγματα, καὶ τὰ ὑπὸ τῶν φιλοσόφων περὶ ἀληθείας λέγειν ἐπαγγελλόμενα. καὶ ταῦτα μὲν τοιαῦτα περὶ τῆς ἀσκήσεως ἀπολογουμένῳ εἴρηται. κατὰ τοῦτον δὴ τὸν χρόνον καὶ ἡ Ἀλεξάνδρου τῶν Ῥωμαίων βασιλέως μήτηρ Μαμαία εἰς λόγους Ὠριγένει συνῆλθεν ἐν Ἀντιοχείᾳ καὶ παρ’ αὐτοῦ κατηχήθη τὸν λόγον. ἐξ ἐκείνου δὲ τοῦ χρόνου τῶν εἰς τὰς θείας γραφὰς ὑπομνημάτων ἐγένετο ἀρχή, Ἀμβροσίου εἰς τὰ μάλιστα παρορμῶντος αὐτὸν μυρίαις ὅσαις οὐ προτροπαῖς ταῖς διὰ λόγων καὶ παρακλήσεσιν αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀφθονωτάταις τῶν ἐπιτηδείων χορηγίαις. ταχυγράφοι τε γὰρ αὐτῷ πλείους ἢ ἑπτὰ τὸν ἀριθμὸν παρῆσαν ὑπαγορεύοντι, χρόνοις τεταγμένοις ἀλλήλους ἀμείβοντες, βιβλιογράφοι τε οὐχ ἥττους ἅμα καὶ κόραις ἐπὶ τῷ καλλιγραφεῖν ἠσκημέναις· ὧν ἁπάντων τὴν δέουσαν τῶν ἐπιτηδείων ἄφθονον χορηγίαν ὁ Ἀμβρόσιος παρεστήσατο· ναὶ μὴν καὶ ἐν τῇ περὶ τὰ θεῖα λόγια ἀσκήσει τε καὶ σπουδῇ προθυμίαν ἄφατον αὐτῷ συνεισέφερεν, ᾗ καὶ μάλιστα αὐτὸν προέτρεπεν ἐπὶ τὴν τῶν ὑπομνημάτων σύνταξιν. τοσαύτην δὲ ἔσχε σπουδὴν περὶ τὰς θείας γραφάς, ὥστε καὶ τὴν Ἑβραϊκὴν διάλεκτον, ἐναντιουμένην τῇ τε ἡλικίᾳ καὶ τῇ οἰκείᾳ φύσει, ἐκμαθεῖν, καὶ δίχα τῶν οʹ ἑρμηνευτῶν ἄλλας ἐκδόσεις εἰς ἓν συναγαγεῖν, Ἀκύλα λέγω τοῦ Ποντικοῦ καὶ Θεοδοτίωνος καὶ Συμμάχου τῶν Ἐβιωναίων( αἵρεσις δέ ἐστιν αὐτῶν ψιλὸν τὸν Χριστὸν ἄνθρωπον δοξαζόντων) · οἵ τινες τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ὑπεμνημάτισαν, δι’ οὗ καὶ τὸ ἴδιον δόγμα βεβαιῶσαι σπεύδουσιν. ὁμοίως δὲ πέμπτην καὶ ἕκτην καὶ ἑβδόμην ἔκδοσιν. ἐκ τῶν Εὐσεβίου τοῦ Παμφίλου ἱστοριῶν περὶ Ὠριγένους [+]. τοσαύτη δὲ εἰσήγετο τῷ Ὠριγένει τῶν θείων λόγων ἀπηκριβωμένη ἡ ἐξέτασις, ὡς μόνας πρωτοτύπους αὐτοῖς Ἑβραίων στοιχείοις γραφὰς κτῆμα ἴδιον ποιήσασθαι ἀνιχνεῦσαί τε τὰς τῶν ἑτέρων παρὰ τοὺς οʹ τὰς ἱερὰς γραφὰς ἑρμηνεύσαντα ἐκδόσεις καί τινας ἑτέρας παρὰ τὰς κατημαξευμένας ἑρμηνείας ἐναλλαττούσας, τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνος, ἐφευρεῖν, ἃς ἐξ ἀπορρήτων οὐκ οἶδ’ ὁπόθεν τυχὸν τῷ πάλαι λανθανούσας χρόνῳ εἰς φῶς ἀνιχνεύσας προήγαγεν. ἔν γε μὴν τοῖς Ἑξαπλοῖς τῶν Ψαλμῶν μετὰ τὰς ἐπισήμους τέσσαρας ἐκδόσεις οὐ μόνον πέμπτην, ἀλλὰ καὶ ἕκτην καὶ ἑβδόμην παραθεὶς ἑρμηνείαν, ἐπὶ μιᾶς αὖθις σεσημείωται, ὡς ἐν Ἱεριχοῖ εὑρημένης ἐν πίθῳ. ταύτας δὲ ἁπάσας εἰς ἓν συναγαγὼν διελθών τε πρὸς κῶλον καὶ ἀντιπαραθεὶς ἀλλήλαις μετὰ καὶ αὐτῆς τῆς Ἑβραίων σημειώσεως, τὰ τῶν λεγομένων Ἑξαπλῶν ἡμῖν ἀντίγραφα καταλέλοιπεν, ἰδίως δὲ τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσιν ἅμα τῇ τῶν οʹ ἐν τοῖς Τετραπλοῖς ἐπισκευάσας. καὶ ἁπλῶς πᾶσαν γραφὴν ὑποσημηνάμενος ἐκκλησιαστικὴν πλεῖστα καὶ ἀναρίθμητα καταλέλοιπεν, ὡς ἐξ ἐκείνου πάντας τοὺς μετέπειτα τῆς ἐκκλησίας διδασκάλους τὰς ἀφορμὰς εἰληφέναι, ὡς ὁ θεολόγος φάσκει Γρηγόριος· Ὠριγένης ἡ πάντων ἡμῶν ἀκόνη. οὐ μόνον δὲ τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ, ἀλλὰ καὶ τοῖς τῶν ἔξωθεν πολλὴν παρείχετο τὴν ὠφέλειαν, αἱρετικοῖς τε καὶ φιλοσόφοις, μονονουχὶ πρὸς τοῖς θείοις καὶ τὰ φιλόσοφα παρ’ αὐτοῦ παιδευόμενοι. εἰσῆγέ τε γὰρ ὅσους εὐφυῶς ἔχοντας ἑώρα καὶ ἐπὶ τὰ φιλόσοφα μαθήματα, γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τ ἄλλα παιδεύματα παραδιδούς, εἴς τε τὰς αἱρέσεις τὰς παρὰ τοῖς φιλοσόφοις προάγων καὶ τὰ παρὰ τούτοις συγγράμματα διηγούμενος, ὑπομνηματιζόμενός τε καὶ θεωρῶν εἰς ἕκαστα, ὡς ἤδη μέγαν καὶ παρ’ αὐτοῖς Ἕλλησι φιλόσοφον τὸν ἄνδρα κηρύττεσθαι. μάρτυρες δὲ τῆς περὶ ταῦτα αὐτοῦ κατορθώσεως αὐτῶν Ἑλλήνων οἱ κατ’ αὐτὸν ἠκμακότες φιλόσοφοι, ὧν ἐν συγγράμμασι πολλὴν μνήμην εὕρομεν τοῦ ἀνδρός, τοτὲ μὲν αὐτῷ προσφωνούντων, τοτὲ δὲ οἷα διδασκάλῳ ἐς τὴν αὐτοῦ κρίσιν τοὺς ἰδίους ἀναφερόντων πόνους. τῷ δὲ Ὠριγένει ἐπὶ τῆς Καισαρείας τὰ συνήθη πράττοντι πολλοὶ προσῄεσαν οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλὰ καὶ τῆς ἀλλοδαπῆς μυρίοι φοιτηταὶ τὰς πατρίδας ἀπολείποντες· ὧν ἐπισήμους μάλιστα ἔγνωμεν Θεόδωρον, ὃς ἦν αὐτὸς οὗτος ὁ καθ’ ἡμᾶς ἐπισκόπων διαβόητος ΓρηγόριοςΘαυματουργός, ὅ τε τούτου ἀδελφὸς Ἀθηνόδωρος. οἷς ἀμφὶ τὰ Ἑλλήνων καὶ Ῥωμαίων μαθήματα δεινῶς ἐπτοημένοις φιλοσοφίας εἰς ἔρωτα τῆς προτέρας σπουδῆς τὴν θείαν ἄσκησιν ἀντικαταλλάξασθαι προετρέψατο. πέντε δὲ ὅλοις ἔτεσιν αὐτῷ συγγενόμενοι τοσαύτην ἀπηνέγκαντο περὶ τὰ θεῖα βελτίωσιν, ὡς ἔτι νέους ἄμφω ἐπισκοπῆς τῶν κατὰ Πόντον ἐκκλησιῶν ἀξιωθῆναι. τῷ δὲ Ὠριγένει κατὰ τοῦτον τὸν χρόνον τὰ εἰς τὸν Ἠσαΐαν [+], ἐν ταυτῷ δὲ καὶ εἰς τὸν Ἰεζεκιὴλ [+] συνετάττετο, ὧν εἰς μὲν τὸ τρίτον μέρος τοῦ Ἠσαΐου μέχρι τῆς ὁράσεως τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ τριάκοντά εἰσι τόμοι· εἰς δὲ τὸν Ἰεζεκιὴλ πέντε καὶ εἴκοσιν, οὓς καὶ μόνους εἰς τὸν πάντα πεποίηται προφήτην. ἔτος δ’ ἦν αὐτῷ ἑξηκοστὸν, ἐν ᾧ ταῦτα συνέταττεν· ἐν ᾧ καὶ ὁ μακάριος μάρτυς Πάμφιλος μαρτυρίῳ τὸν βίον διεξῆλθε. τὸ δὲ εἰς τὸ κατὰ Ἰωάννην [+] Εὐαγγέλιον ἐξηγητικὸν σημαίνει, τὰ πρότερα πέντε ἐπ’ Ἀλεξανδρείας ἔτι ὄντα αὐτὸν συντάξαι. τῆς δὲ εἰς τὸ πᾶν Εὐαγγέλιον πραγματείας μόνοι βʹ καὶ κʹ περιῆλθον τόμοι, ιβʹ δὲ τῶν εἰς τὴν Γένεσιν καὶ εἰς τοὺς πρώτους δὲ εʹ καὶ κʹ ψαλμοὺς, ἔτι τε τὰ εἰς τοὺς Θρήνους· καὶ τὰ Περὶ ἀναστάσεως καὶ τὰ Περὶ ἀρχῶν. γράφει δὲ καὶ τοὺς ἐπιγεγραμμένους Στρωματεῖς, ὄντας τὸν ἀριθμὸν ιʹ, οὓς καὶ συνέταξε κατὰ τὴν Ἀλεξάνδρου βασιλείαν. τὸν μέντοι πρῶτον ἐξηγούμενος ψαλμὸν ἔκθεσιν πεποίηται τῶν ἱερῶν γραφῶν τῆς παλαιᾶς διαθήκης καταλόγου, ὧδέ πως λέγων κατὰ λέξιν· οὐκ ἀγνοητέον δέ, ὡς εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, βʹ καὶ κʹ, ὅσος ἀριθμὸς τῶν παρ’ αὐτοῖς στοιχείων ἐστίν. εἶτα ἐπιφέρει λέγων· εἰσὶ δὲ αἱ εἴκοσι δύο βίβλοι καθ’ Ἑβραίους αἵδε· Γένεσις, Βαρησίθ, ὅ ἐστιν ἐν ἀρχῇ· καὶ αἱ λοιπαὶ καθεξῆς. ἔζησε δὲ ἕως Γάλλου καὶ Βολουσιανοῦ, τουτέστιν ἕως θʹ καὶ ξʹ ἐτῶν τῆς ἡλικίας αὐτοῦ· καὶ ἐκοιμήθη ἐν Τύρῳ, ἐν ᾗ καὶ ἐτάφη. ὁ δὲ πατὴρ αὐτοῦ Λεωνίδης μαρτυρίῳ τῷ διὰ Χριστὸν ἐτελειώθη. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License