Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Phrynichus (Phrynichus) - urn:cts:greekLit:tlg0496

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

comedy writer (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0496.suda001
urn:cts:greekLit:tlg0496.suda002
urn:cts:greekLit:tlg0496.suda003
urn:cts:greekLit:tlg0496.suda004
urn:cts:greekLit:tlg0496.suda005
urn:cts:greekLit:tlg0496.suda006
urn:cts:greekLit:tlg0496.suda007
urn:cts:greekLit:tlg0496.suda008
urn:cts:greekLit:tlg0496.suda009
urn:cts:greekLit:tlg0496.suda010
urn:cts:greekLit:tlg0496.suda011
urn:cts:greekLit:tlg0496.suda012

alpha 772[ Ἀθύρωτον στόμα: οὕτως ἀθύρωτον, οὐκ ἀπύλωτον. Ἀριστοφάνης ἐν Βατράχοις. καὶ Φρύνιχος. οἱ δὲ γράφοντες ἀπύλωτον ἀντὶ τοῦ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον, τουτέστι μὴ χαλιναγωγούμενον μηδὲ κρατούμενον. ]
alpha 2779[ Ἄνοις: ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος. ]
alpha 3720[ Ἀπύλωτον στόμα: ἀθύρωτον ἀλλ’ οὐκ ἀπύλωτον Ἀριστοφάνης ἐν Βατράχοις. καὶ Φρύνιχος. οἱ δὲ γράφοντες ἀπύλωτον ἀντὶ τοῦ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον, τουτέστι μὴ χαλιναγωγούμενον μηδὲ κρατούμενον. ]
epsilon 3944[ Ἐφόλκια· καράβια μικρά. παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλατῶν ἢ τῶν μεγάλων πλοίων. καλοῦνται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμενοι. τῶν δὲ στειλάντων ἐν ἐφολκίῳ τινὰς καὶ μαθόντων Ῥωμαϊκὴν εἶναι τὴν πεῦσιν. καὶ τὰ ἔπιπλα τὰ ἀγώγιμα. ὄλπη μοι καὶ πλήρη ἐφόλκια. καὶ Ἀριστοφάνης Σφηξίν· οὐ μὴν πρὸ τοῦ γ’ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτ’ ἀναΐδων Φρυνίχου. ἀντὶ τοῦ ὕστερος. καὶ αὖθις· ἐθάρρει γὰρ τὸν χῶρον ἐφολκὸν εἶναι τῇ ὄψει καὶ πολλοὺς Ῥωμαίων ἐπάξεσθαι. ἀντὶ τοῦ ἐφελκυστικόν. ]
kappa 14[ Καδίσκος· ἀγγεῖόν τι, εἰς ὃ ἐψηφοφόρουν οἱ δικασταί, οὕτως ἐκαλεῖτο. Φρύνιχος Μούσαις· ἰδού, δέχου τὴν ψῆφον· ὁ καδίσκος δέ σοι, ὁ μὲν ἀπολύων οὗτος, ὁ δ’ ἀπολλὺς ὁδί. ]
lambda 808[ Λύκις· λέγεται καὶ Λύκος. κωμῳδεῖται δὲ ὡς ψυχρὸς ποιητής. Ἀριστοφάνης· τί δῆτ’ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος πεποίηκε καὶ Λύκις κἀμειψίας. οὗτοι οὖν οἱ τρεῖς κωμικοὶ ὑπόψυχροι. ὁ δὲ Φρύνιχος ἐν ταῖς κωμῳδίαις παρ’ ἕκαστα ἐφορτικεύετο. κωμῳδεῖται δὲ καὶ ὡς ξένος ἐπὶ φαυλότητι ποιημάτων καὶ ὡς ἀλλότρια λέγων καὶ ὡς κακόμετρα. ἐγένοντο δὲ καὶ ἄλλοι τρεῖς Φρύνιχοι. σκευηφοροῦσ’ ἑκάστοτ’ ἐν κωμῳδίᾳ. ]
mu 801[ Μέτων· ὁ μαθηματικός. καὶ Μέτωνος ἐνιαυτός. οὗτος ὁ Μέτων ἄριστος ἐγένετο ἰατρὸς καὶ ἀστρονόμος. τούτου ἐστὶν ὁ λεγόμενος Μέτωνος ἐνιαυτός. Καλλίστρατος δέ φησιν εἶναι αὐτοῦ ἐν Κολωνῷ ἀνάθημά τι ἀστρονομικόν, Εὐφρόνιος δέ, ὅτι τῶν δήμων ἦν ἐκ Κολωνοῦ. πρὸ Πυθοδώρου δὲ ἡλιοτρόπιον ἦν ἐν τῇ νῦν οὔσῃ ἐκκλησίᾳ πρὸς τῷ τείχει τῷ ἐν Πνυκί. ἢ ὅτι ἐν Κολωνῷ κρήνην τινὰ κατεσκευάσατο· φησὶν ὁ Φρύνιχος Μονοτρόπῳ· τίς δ’ ἐστὶν ὁ μετὰ ταῦτα φροντίζων; Μέτων Λυκονοιεύς. οἶδα, ὁ τὰς κρήνας ἄγων. ἢ ἴσως, ὅτι ἐν τῷ Κολονῷ κρήνην τινὰ κατεμηχανήσατο, ἢ ἄγαλμα ἢ ἀνάθημα ἀστρονομικὸν κατεσκευάσατο. ]
phi 763[ Φρύνιχος, Ἀθηναῖος, κωμικὸς τῶν ἐπιδευτέρων τῆς ἀρχαίας κωμῳδίας. ἐδίδαξε γοῦν τὸ πρῶτον ἐπὶ πϛʹ ὀλυμπιάδος. δράματα δὲ αὐτοῦ ἐστι ταῦτα· Ἐφιάλτης, Κόννος, Κρόνος, Κωμασταί, Σάτυροι, ΤραγῳδοὶἈπελεύθεροι, Μονότροπος, Μοῦσαι, Μύστης, Ποάστριαι, Σάτυροι. ]
phi 767[ Φρύνιχος καὶ Λύκις καὶ Ἀμειψίας, κωμικοὶ ὑπόψυχροι. καὶ Ἀριστοφάνης· ἔνθεν ὥσπερ ἡ μέλιττα, Φρύνιχος ἀμβροσίων μελέων ἀπεγεύετο καρπὸν ἀεὶ φέρων γλυκεῖαν ᾠδάν. ]
pi 62[ Παλαίσμασιν· ἀντὶ τοῦ στρατηγήμασι. καὶ Ἀριστοφάνης· Φρυνίχου παλαίσμασι. στρατηγοῦντος γὰρ αὐτοῦ ἡττήθησαν Ἀθηναῖοι καὶ πολλοὶ αὐτῷ προσεκρούσθησαν, ὡς προδόντι τὸν πόλεμον. τινὲς δὲ τοῦτον κωμικὸν ποιητὴν λέγουσιν, ὃς κινουμένους τοὺς χοροὺς εἰσῆγε καὶ παλαίοντας. ἐγένετο δὲ στρατηγός, ἐφ’ οὗ πολλοὶ ἥμαρτον τῶν τραγικῶν καὶ ἄτιμοι ἐγένοντο. ]
pi 668[ Παρθένοι· τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτιμώρησαν δὲ τὸν ἀριθμὸν ἕξ. πρεσβυτάτη μὲν Πρωτογένεια, δευτέρα δὲ Πανδώρα, τρίτη Πρόκρις, τετάρτη Κρέουσα, πέμπτη Ὠρείθυια, ἕκτη Χθονία. τούτων λέγεται Πρωτογένεια καὶ Πανδώρα δοῦναι ἑαυτὰς σφαγῆναι ὑπὲρ τῆς χώρας, στρατιᾶς ἐλθούσης ἐκ Βοιωτίας. ἐσφαγιάσθησαν δὲ ἐν τῷ Ὑακίνθῳ καλουμένῳ πάγῳ ὑπὲρ τῶν Σφενδονίων. διὸ καὶ οὕτως καλοῦνται παρθένοι Ὑακινθίδες, καθάπερ μαρτυρεῖ Φανόδημος ἐν τῇ πέμπτῃ Ἀτθίδι, μεμνημένος τῆς τιμῆς αὐτῶν, καὶ Φρύνιχος Μονοτρόπῳ. ]
pi 1708[ Πλάτων, Ἀθηναῖος, κωμικός, γεγονὼς τοῖς χρόνοις κατὰ Ἀριστοφάνην καὶ Φρύνιχον, Εὔπολιν, Φερεκράτην. δράματα δὲ αὐτοῦ κηʹ ταῦτα· Ἄδωνις, Ἀφἱέρων, , Δαίδαλος, Ἑορταί, ἙλλὰςΝῆσοι, Εὐρώπη, Ζεὺς κακούμενος, Ἰώ, Κλεοφῶν, Λάϊος, ΛάκωνεςΠοιηταί, Μέτοικοι, Μύρμηκες, Μαμμάκυθος, Μενέλεως, Νῖκαι, Νὺξ μακρὰ, ΞάνταιΚέρκωπες, Περιαλγής, Ποιητής, Πείσανδρος, Πρέσβεις, Παιδίον, Σοφισταί, Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολος, Φάων. ἔστι δὲ λαμπρὸς τὸν χαρακτῆρα. ὥς φησιν Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς, ὅτι καὶ Ἀνδροφόνος ἐστὶ δρᾶμα Πλάτωνος καὶ Συνεξαπατῶν καὶ Πανηγυρισταὶ καὶ ἄλλα πλεῖστα. ]
psi 120[ Ψόθος· ἀκαθαρσία. οὕτως Φρύνιχος. ]
tau 431[ Τευτάζειν· πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγεύεσθαι, καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτω καὶ Δίδυμος, προσθείς, ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονά φησιν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν. καὶ Ἀρτεμίδωρος [+] τὸ φροντίζειν. Φρύνιχος Μύσταις· μάστιγα δ’ ἐν χερσὶν ἔχων τευτάσθαι. Πλάτων Ξάνταις· ἦν δὴ θόρυβος τευταζόντων. ἀντὶ τοῦ πραγματευομένων, ἢ διατριβόντων. καὶ ἐν Τιμαίῳ· τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ φιλονεικίας τετακότι. οἷον διατετριφότι. γράφεται καὶ τευτακότι. Τηλεκλείδης· πάντες δὲ τευτάζουσιν οἱ διάκονοι. ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Φερεκράτης· ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι. σημαίνει καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ· καὶ τὸ ἡσυχάζειν. καὶ Τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων, καὶ φλυαρῶν. τουτέστι τὸ αὐτὸ καὶ αὐτὸ λέγειν. ]
upsilon 217[ Ὑπερακοντίζεις σύ γ’ ἤδη Νικίαν, τὸν στρατηγοῦντα μηχαναῖς καὶ τοῖς στρατηγήμασι. Σύμμαχος· πρὸς τὴν Μήλου πολιορκίαν. Φρύνιχος Μονοτρόπῳ· ἀλλ’ ὑπερβέβληκε πολὺ τὸν Νικίαν, στρατηγίας πλήθει καὶ εὑρήμασιν. ἢ ὅτι φρονιμώτατα Μηλίους λιμῷ ἀνεῖλεν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License