Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Phrynichus (Phrynichus) - urn:cts:greekLit:tlg0496

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupation (Wikidata Statement)

comedy writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0496.suda001
urn:cts:greekLit:tlg0496.suda002

alpha 772[ Ἀθύρωτον στόμα: οὕτως ἀθύρωτον, οὐκ ἀπύλωτον. Ἀριστοφάνης ἐν Βατράχοις. καὶ Φρύνιχος. οἱ δὲ γράφοντες ἀπύλωτον ἀντὶ τοῦ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον, τουτέστι μὴ χαλιναγωγούμενον μηδὲ κρατούμενον. ]
alpha 2779[ Ἄνοις: ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος. ]
alpha 3720[ Ἀπύλωτον στόμα: ἀθύρωτον ἀλλ’ οὐκ ἀπύλωτον Ἀριστοφάνης ἐν Βατράχοις. καὶ Φρύνιχος. οἱ δὲ γράφοντες ἀπύλωτον ἀντὶ τοῦ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον, τουτέστι μὴ χαλιναγωγούμενον μηδὲ κρατούμενον. ]
epsilon 3944[ Ἐφόλκια· καράβια μικρά. παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλατῶν ἢ τῶν μεγάλων πλοίων. καλοῦνται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμενοι. τῶν δὲ στειλάντων ἐν ἐφολκίῳ τινὰς καὶ μαθόντων Ῥωμαϊκὴν εἶναι τὴν πεῦσιν. καὶ τὰ ἔπιπλα τὰ ἀγώγιμα. ὄλπη μοι καὶ πλήρη ἐφόλκια. καὶ Ἀριστοφάνης Σφηξίν· οὐ μὴν πρὸ τοῦ γ’ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτ’ ἀναΐδων Φρυνίχου. ἀντὶ τοῦ ὕστερος. καὶ αὖθις· ἐθάρρει γὰρ τὸν χῶρον ἐφολκὸν εἶναι τῇ ὄψει καὶ πολλοὺς Ῥωμαίων ἐπάξεσθαι. ἀντὶ τοῦ ἐφελκυστικόν. ]
kappa 14[ Καδίσκος· ἀγγεῖόν τι, εἰς ὃ ἐψηφοφόρουν οἱ δικασταί, οὕτως ἐκαλεῖτο. Φρύνιχος Μούσαις· ἰδού, δέχου τὴν ψῆφον· ὁ καδίσκος δέ σοι, ὁ μὲν ἀπολύων οὗτος, ὁ δ’ ἀπολλὺς ὁδί. ]
lambda 808[ Λύκις· λέγεται καὶ Λύκος. κωμῳδεῖται δὲ ὡς ψυχρὸς ποιητής. Ἀριστοφάνης· τί δῆτ’ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος πεποίηκε καὶ Λύκις κἀμειψίας. οὗτοι οὖν οἱ τρεῖς κωμικοὶ ὑπόψυχροι. ὁ δὲ Φρύνιχος ἐν ταῖς κωμῳδίαις παρ’ ἕκαστα ἐφορτικεύετο. κωμῳδεῖται δὲ καὶ ὡς ξένος ἐπὶ φαυλότητι ποιημάτων καὶ ὡς ἀλλότρια λέγων καὶ ὡς κακόμετρα. ἐγένοντο δὲ καὶ ἄλλοι τρεῖς Φρύνιχοι. σκευηφοροῦσ’ ἑκάστοτ’ ἐν κωμῳδίᾳ. ]
mu 801[ Μέτων· ὁ μαθηματικός. καὶ Μέτωνος ἐνιαυτός. οὗτος ὁ Μέτων ἄριστος ἐγένετο ἰατρὸς καὶ ἀστρονόμος. τούτου ἐστὶν ὁ λεγόμενος Μέτωνος ἐνιαυτός. Καλλίστρατος δέ φησιν εἶναι αὐτοῦ ἐν Κολωνῷ ἀνάθημά τι ἀστρονομικόν, Εὐφρόνιος δέ, ὅτι τῶν δήμων ἦν ἐκ Κολωνοῦ. πρὸ Πυθοδώρου δὲ ἡλιοτρόπιον ἦν ἐν τῇ νῦν οὔσῃ ἐκκλησίᾳ πρὸς τῷ τείχει τῷ ἐν Πνυκί. ἢ ὅτι ἐν Κολωνῷ κρήνην τινὰ κατεσκευάσατο· φησὶν ὁ Φρύνιχος Μονοτρόπῳ· τίς δ’ ἐστὶν ὁ μετὰ ταῦτα φροντίζων; Μέτων Λυκονοιεύς. οἶδα, ὁ τὰς κρήνας ἄγων. ἢ ἴσως, ὅτι ἐν τῷ Κολονῷ κρήνην τινὰ κατεμηχανήσατο, ἢ ἄγαλμα ἢ ἀνάθημα ἀστρονομικὸν κατεσκευάσατο. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License