alpha | 527 | [ | Ἀδριανός· βασιλεὺς Ῥωμαίων. ἦν δὲ τὸ γένος βουλευτοῦ πατρὸς ἐστρατηγηκότος Ἄφρου· οὕτω γὰρ ὠνομάζετο· φύσιν δὲ φιλολόγος ἐν ἑκατέρᾳ τῇ γλώσσῃ· καί τινα πεζὰ καὶ ἐν ἔπεσι ποιήματα παντοδαπὰ κατέλιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήστως ἐχρῆτο καὶ κατὰ τοῦτο καὶ τ ἄλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλασσε καὶ ἔγραφε καὶ οὐδὲν ὁ τι οὐ καὶ εἰρηνικὸν καὶ πολεμικὸν καὶ βασιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺς ἀνθρώπους ἔβλαπτεν· ὁ δὲ δὴ φθόνος αὐτῷ δεινότατος ἐς πάντας τούς τινι προέχοντας ὢν πολλοὺς μὲν καθεῖλε, συχνούς δὲ ἀπώλεσε. βουλόμενος γὰρ πάντων ἐν πᾶσι περιεῖναι ἐμίσει τοὺς ἔν τινι ὑπεραίροντας. κἀκ τούτου καὶ τὸν Φαβωρῖνον Γαλάτην τόν τε Διονύσιον τὸν Μιλήσιον τοὺς σοφιστὰς καταλύειν ἐπεχείρει τοῖς τε ἄλλοις καὶ μάλιστα τῷ τοὺς ἀνταγωνιστὰς σφῶν ἐξαίρειν, τοὺς μὲν μηδενὸς, τοὺς δὲ βραχυτάτου τινὸς ἀξίους ὄντας. οὗτος ἐν ἐπιστολῇ ἔγραψε τά τε ἄλλα μεγαλοφρονησάμενος, καὶ ἐπομόσας μήτε τι τῶν δημοσίῳ συμφερόντων ποιήσειν μήτε βουλευτήν τινα ἀποσφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ, ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προσεπαρασάμενος· ἀλλ’ ὅμως διεβλήθη εἰς πολλά. οὗτος ἦν ἡδὺς μὲν ἐντυχεῖν καὶ ἐπήνθει τις αὐτῷ χάρις, τῇ τε Λατίνων καὶ Ἑλλήνων γλώττῃ ἄριστα χρώμενος· οὐ μὴν ἐπὶ πραότητι τρόπων ἄγαν ἐθαυμάζετο, περί τε τὴν τῶν δημοσίων χρημάτων ἐσπουδακὼς ἄθροισιν. οὗτος φύσει τοιοῦτος ἦν ὥστε μὴ μόνον τοῖς ζῶσιν ἀλλὰ καὶ τοῖς τετελευτηκόσι φθονεῖν· τὸν γοῦν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντ’ αὐτοῦ ἐσῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπίσταντο. ᾖτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲς τό τε περίεργον καὶ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺς ὄντας παῦσαι, μήτε τινὰ χρήματα ἀδίκως ἀφελέσθαι, καὶ πολλοῖς πολλὰ καὶ δήμοις καὶ ἰδιώταις χαρίσασθαι. ἦν δὲ περιεργότατος καὶ μαντείαις καὶ μαγγανείαις παντοδαπαῖς ἐχρῆτο. παιδικά τε αὐτοῦ ἐγεγόνει Ἀντίνοός τις· ἔκτισε δὲ πόλιν καὶ συνῴκισεν ἀπ’ αὐτοῦ τε ὠνόμασε. καί τινα ὁρῶντα Ἀντίνοον λέγειν. οὗτος ἐς Παννονίαν ἀφίκετο καὶ τὸν Ἴστρον μετὰ τῶν ὅπλων διενήξατο. καὶ τοῦτο οἱ παρόντες βάρβαροι ἐξεπλάγησαν. | ] |
alpha | 3421 | [ | Ἀπολλώνιος ἕτερος, Τυανεὺς, φιλόσοφος νεώτερος, γεγονὼς ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως, ὡς Ἀγρέσφων ἐν τῷ περὶ ὁμωνύμων. | ] |
alpha | 3868 | [ | Ἀρριανός, Nικομηδεὺς, φιλόσοφος Ἐπικτήτειος, ὁ ἐπικληθεὶς νέος Ξενοφῶν. ἦν δὲ ἐν Ῥώμη ἐπὶ Ἀδριανοῦ καὶ Μάρκου καὶ Ἀντωνίνου τῶν βασιλέων, καὶ ἀξιωμάτων μεταλαβὼν καὶ μέχρις αὐτοῦ τοῦ ὑπατεῦσαι, καθά φησιν Ἑλικώνιος, διὰ τὴν τῆς παιδείας δεξιότητα. ἔγραψε δὲ βιβλία παμπληθῆ. | ] |
alpha | 3918 | [ | Ἀριστοκλῆς, Περγαμηνὸς, σοφιστὴς, γεγονὼς ἐπί τε Τραϊανοῦ καὶ Ἀδριανοῦ Τέχνην ῥητορικὴν, Ἐπιστολὰς, Περὶ ῥητορικῆς βιβλία εʹ, Μελέτας, Πρὸς τὸν βασιλέα ἐπὶ τῆ διανεμήσει τοῦ χρυσίου. | ] |
alpha | 4203 | [ | Ἀσπάσιος, Βύβλιος, σοφιστὴς, συγχρονῶν Ἀριστείδῃ καὶ Ἀδριανῷ. ἔγραψε Περὶ Βύβλου, Περὶ στάσεων ἐσχηματισμένων, Μελέτας, Τέχνας, Ὑπομνήματα, Λαλιὰς, Ἐγκώμιον εἰς Ἀδριανὸν [+] τὸν βασιλέα καὶ εἰς ἄλλους τινάς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: