Athens (Wikidata)
botanist (Wikidata)
physicist (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0093.suda001 - History of Plants
urn:cts:greekLit:tlg0093.suda002
urn:cts:greekLit:tlg0093.suda003
alpha | 788 | [ | Ἀκαλήφη: κνίδη καὶ ἡ χερσαία καὶ ἡ θαλαττία, ἥτις ἐστὶ κογχυλίδιόν τι. Ἀριστοφάνης Φοινίσσαις· εἰκὸς δήπου πρῶτον ἁπάντων φύα φῦναι καὶ τὰς κραναὰς ἀκαλήφας. Φερεκράτης Αὐτομόλοις· νὴ τὴν Δήμητρ’ ἀνιαρὸν ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν. βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. τὰς δὲ θαλαττίας καὶ Ἀριστοτέλης ἀκαλήφας ἐν τῷ πρώτῳ Περὶ ζῴων καὶ Θεόφραστος ἐν ἑβδόμῳ Φυτικῶν. | ] |
alpha | 3807 | [ | Ἀρδήττης, Ἀρδήττου: ὄνομα κύριον. καὶ Ἀρδηττὸς τόπος ἐστὶν Ἀθήνησιν, ἐν ᾧ πάντες Ἀθηναῖοι δημοσίᾳ ὤμνυον τὸν ὅρκον τὸν Ἡλιαστικόν. Θεόφραστος δὲ ἐν τοῖς περὶ νόμων καταλελύσθαι τὸ ἔθος τοῦτο λέγει. | ] |
alpha | 3927 | [ | Ἀριστόξενος, υἱὸς Μνησίου, τοῦ καὶ Σπινθάρου, μουσικοί, ἀπὸ Τάραντος τῆς Ἰταλίας. διατρίψας δὲ ἐν Μαντινείᾳ φιλόσοφος γέγονε καὶ μουσικῇ ἐπιθέμενος οὐκ ἠστόχησεν, ἀκουστὴς τοῦ τε πατρὸς καὶ Λάμπρου τοῦ Ἐρυθραίου, εἶτα Ξενοφίλου τοῦ Πυθαγορείου καὶ τέλος Ἀριστοτέλους· εἰς ὃν ἀποθανόντα ὕβρισε, διότι κατέλιπε τῆς σχολῆς διάδοχον Θεόφραστον, αὐτοῦ δόξαν μεγάλην ἐν τοῖς ἀκροαταῖς τοῖς Ἀριστοτέλους ἔχοντος. γέγονε δὲ ἐπὶ τῶν Ἀλεξάνδρου καὶ τῶν μετέπειτα χρόνων· ὡς εἶναι ἀπὸ τῆς ριαʹ Ὀλυμπιάδος, σύγχρονος Δικαιάρχῳ τῷ Μεσσηνίῳ. συνετάξατο δὲ μουσικά τε καὶ φιλόσοφα, καὶ ἱστορίας καὶ παντὸς εἴδους παιδείας· καὶ ἀριθμοῦ αὐτοῦ τὰ βιβλία εἰς υνγʹ. | ] |
alpha | 4096 | [ | Ἀρχὴ ἄνδρα δείκνυσιν: ἐπὶ τῶν πρὸ μὲν τῆς ἀρχῆς ἐπιεικῶν, ἐν αὐτῇ δὲ τῇ ἀρχῇ βιαίων γενομένων. Σόλωνος δὲ εἶναί φασιν αὐτὸ ἀπόφθεγμα, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος Βίαντος. | ] |
alpha | 4101 | [ | Ἀρχὴ Σκυρία: ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων. παρόσον πετρώδης καὶ λυπρὰ καὶ διὰ τοῦτο πενιχρὰ ἡ Σκῦρος οὐδὲν φέρουσα λόγου ἄξιον. οἱ δὲ ἀπὸ Θησέως, ὅτι ἐπιθέμενος τῇ Λυκομήδους ἀρχῇ, ὅτι πειρῶν τὴν γυναῖκα αὐτοῦ κατακρημνισθείη. ὀστρακισθῆναι δὲ πρῶτον Ἀθήνησι Θησέα ἱστορεῖ Θεόφραστος ἐν τοῖς πρώτοις καιροῖς. | ] |
gamma | 479 | [ | Γυμνασία: ἡ τριβή. ὅτι ἡ διαλεκτικὴ πρὸς τρία ἐστὶ χρήσιμος· πρὸς γυμνασίαν, πρὸς τὰς ἐντεύξεις, πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας. γυμνασίαν δὲ λέγει ἤτοι τὴν γινομένην ἐν τῷ διαλέγεσθαι πρός τινας· δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προσδιαλεγομένων πειρῶνται τούτοις συμπαρίστασθαι, δι’ ἐνδόξων τὰς ἐπιχειρήσεις ποιούμενοι. ἢ γυμνασίαν λέγοι ἂν τὴν εἰς ἑκάτερον μέρος ἐπιχείρησιν. ἦν δὲ σύνηθες τὸ τοιοῦτον εἶδος τῶν λόγων τοῖς ἀρχαίοις, καὶ τὰς συνουσίας τὰς πλείστας τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βιβλίων ὥσπερ νῦν( οὐ γὰρ ἦν τότε τοιαῦτα βιβλία) , ἀλλὰ θέσεώς τινος τεθείσης εἰς ταύτην γυμνάζοντες αὐτῶν τὸ πρὸς τὰς ἐπιχειρήσεις εὑρετικὸν ἐπεχείρουν, κατασκευάζοντες καὶ ἀνασκευάζοντες δι’ ἐνδόξων τὸ κείμενον. καὶ ἔστι βιβλία τοιαῦτα Ἀριστοτέλει τε καὶ Θεοφράστῳ γεγραμμένα ἔχοντα τὴν εἰς τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρησιν. πρὸς δὴ τὴν τοιαύτην γυμνασίαν χρήσιμον εἶναί φησι τὴν διαλεκτικήν· μέθοδον γὰρ τινα εὑρετικὴν τῶν ἐπιχειρημάτων ἔχοντες( αὕτη δέ ἐστιν ἡ τῶν τόπων γνῶσις) ῥᾷον ἐπιχειρεῖν δυνησόμεθα. ὡς γὰρ ἐν τοῖς ῥητορικοῖς γυμνάσμασιν οἱ διαιρεῖν δυνάμενοι τὰ προβλήματα καὶ τὴν τάξιν τῶν κεφαλαίων συνορῶντες ῥᾷον ἐπιχειροῦσιν, οὕτω καὶ ἐν τοῖς διαλεκτικοῖς οἱ τὴν μέθοδον εἰδότες ῥᾷον ἐπιχειρημάτων εὐποροῦσι πρὸς τὰ προκείμενα. χρήσιμος δὲ ἡ τοιαύτη γυμνασία, ἡ κατὰ τοὺς λόγους, πρὸς εὕρεσιν τῶν ζητουμένων τε καὶ ἀληθῶν· προπαρασκευάζει γὰρ τὴν ψυχὴν πρὸς φιλοσοφίαν. ὡς γὰρ τὰ τοῦ σώματος γυμνάσια γινόμενα κατὰ τέχνην εὐεξίαν περιποιεῖ τῷ σώματι, οὕτω καὶ τὰ τῆς ψυχῆς ἐν λόγοις γυμνάσια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν τῆς ψυχῆς περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆς λογικῆς ἡ δύναμις, καθ’ ἣν εὐεξίαν εὑρετική τε τοῦ ἀληθοῦς καὶ κριτικὴ γίνεται. δεύτερον τρόπον τῆς ὠφελείας ἐκτίθεται πρὸς τὰς ἐντεύξεις. ζήτει ἐν τῷ ε στοιχείῳ περὶ ἐντεύξεως. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: