Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Antiphon (Antiphon of Rhamnus)

Place of birth (Wikidata Statement)

Rhamnous (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

politician (Wikidata)

orator (Wikidata)

Works

urn:cts:greekLit:tlg0028.suda001
urn:cts:greekLit:tlg0028.suda002
urn:cts:greekLit:tlg0028.suda003

alpha 618[ Ἀεὶ ἔστω: Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται. ἡ λέξις Διογενιανὸς ἐν Ἀληθείᾳ δευτέρῳ. ]
alpha 1458[ Ἅμα· δοτικῇ. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα ἔταξε, καὶ ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατος τοῖς εὖ φρονοῦσιν οἰκτρός· τοῦτο γὰρ ἅμα τῷ γενέσθαι πάντων κατέγνωσται. Αἰσχίνης δὲ ἐπὶ τοῦ κατὰ τὸν αὐτὸν καιρὸν ἐν τῷ κατὰ Κτησιφῶντος· ὡς ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰς αὐτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ παρὰ τῷ Ἀντιφῶντι δὲ τὸ ἅμα κεῖται ἐπὶ τὸ αὐτό. φησὶ γὰρ ἐν Προοιμίοις· ἀλλ’ εἰ τότε πρᾶγμά μοι κρεῖττον φαίνεται, ἅμα τε μαρτυρία ἀρετῆς πράξομαι. καὶ παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στεφάνου· πάσαις δὲ λοιδορίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου. ]
alpha 1677[ Ἀμυνίας. ὄνομα κύριον. ἢ ὁ ἕτοιμος ἀμύνεσθαι. ἀλλ’ Ἀμυνίας ὁ Σέλλου μᾶλλον, οὐκ τῶν κρωβύλων. Ἀριστοφάνης. οὗτος, ὃν ἐγώ ποτ’ εἶδον ἀντὶ μήλου καὶ ῥοιᾶς δειπνοῦντα μετὰ Λεωγόρου. πεινῇ γάρ, ἤπερ Ἀντιφῶν. ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ’· ἐκεῖ μόνος μόνοις τοῖς πενέσταισι ξυνὼν τοῖς Θετταλοῖς, αὐτὸς πενέστης ὤν ἐλάττων οὐδενός. ]
alpha 1824[ Ἀναγινωσκομἐνους: ἀντὶ τοῦ ἀναπειθουμένους. οὕτως Ἀντιφῶν καὶ Ἰσαῖος καὶ Ἡρόδοτος. ]
alpha 2745[ Ἀντιφῶν, Σοφίλου, Ἀθηναῖος, τῶν δήμων Ῥαμνούσιος· διδάσκαλος δὲ αὐτοῦ οὐδεὶς προγινώσκεται· ἀλλ’ ὅμως ἦρξε τοῦ δικανικοῦ χαρακτῆρος μετὰ Γοργίαν. λέγεται δὲ καὶ Θουκυδίδου γενέσθαι διδάσκαλος. ἐκαλεῖτο δὲ Νέστωρ. ]
alpha 2832[ Ἀξιοῖ: Ἀντιφῶν καὶ Λυσίας ἀντὶ τοῦ νομίζει. ]
alpha 2970[ Ἀπεγένετο: ἀντὶ τοῦ ἀπέθανεν. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. ]
alpha 3294[ Ἀποδιδόμενοι: Ἀντιφῶν ἀντὶ τοῦ ἀποδιδόντες. καὶ Ἀποδιδόμεθα· γενικῇ ἀντὶ τοῦ ἀποδίδομεν ἢ πιπράσκομεν. ]
alpha 3367[ Ἀπόκριναι· δοτικῇ. ἀποκρίθητι. Δημοσθένης· ἀπόκριναι δεῦρό μοι παρελθών. Ἀποκρινεῖται δὲ λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μένανδρος Κανηφόρῳ· ἃ δ’ ἀποκρινεῖται, κὰν ἐγὼ λέγοιμί σοι. Ὑποβολιμαίᾳ· ὡς μηδὲν ἀποκρινούμενα δ’ οὕτω λαλεῖν. καὶ Ἀπόκρισις, ἡ ἀπολογία. οὕτως Λυσίας καὶ Ἀντιφῶν. ἀλλὰ καὶ Δημοσθένης ὁμοίως λέγει ἐν τῷ κατ’ Αἰσχίνου· ἀπόκριναι, λέγων, δεῦρό μοι παρελθών. ]
alpha 3378[ Ἀπολαχεῖν: τὸ διανείμασθαι τὰ πατρῷα καὶ ἄλλα κοινὰ δόντα πρός τινας καὶ ἀπολαβεῖν. διαλαχεῖν δὲ τὸ διανεμεῖσθαι οἱ ῥήτορες εἰρήκασιν. Ἀντιφῶν· ὁπόταν ἄνθρωποι βούλοιντο χρήματα διαλαγχάνειν. Ἀπολαχεῖν, ἀντὶ τοῦ διαλαχεῖν. οὕτως Λυσίας καὶ Ἀριστοφάνης καὶ Ἀντιφῶν. ]
alpha 3581[ Ἀπόταξις: τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντεταγμένους εἰς τὸ ὑπηρετεῖν τὸν ὡρισμένον φόρον. Ἀντιφῶν ἐν τῷ ὑπὲρ τοῦ Σαμοθρᾳκῶν φόρου. ]
alpha 3593[ Ἀποτειχίζων: ἀποφράσσων. ἀποτειχίσας δὲ τὴν γαστέρο οὐδενὶ τῶν φαρμάκων ἔτι εἰμὶ ἁλώσιμος, οὐδ’ ἂν ἄδην ἐμφορῶμαι τοῦ φαρμάκου. καὶ Ἀποτειχίσαι, τὸ λαβεῖν τειχίον, καὶ ἀποτειχίσαι καὶ ἀποκλεῖσαι τῆς ἐξόδου. καὶ Ἀποτετειχισμένος, ὁ ἀπειλημμένος, ὁ ἀποκεκλεισμένος τῷ τείχει. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. καὶ Ἀποτείχισις, ἡ τῶν τειχῶν ἀφαίρεσις. ]
alpha 4012[ Ἁρποκρατίων, ὁ Γάϊος χρηματίσας, σοφιστής. ἔγραψε Περὶ τῶν Ἀντιφῶντος [+] σχημάτων, Περὶ τῶν Ὑπερίδου [+] καὶ Λυσίου [+] λόγων, καὶ ἕτερα. ]
alpha 4304[ Αττα: δʹ σημαίνει. ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς. ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. ἐν δὲ τῷ Παραπρεσβείας Δημοσθένης ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν· τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. Ἀττα, τινὰ ἢ ἅτινα, ἢ παραπλήσια ὀλίγα. Ἀντιφῶν τῷ ἅττα κέχρηται ἀντὶ τοῦ ἅτινα ἐν τῆ Ἀπολογίᾳ τοῦ Μύρρου. οὐ γὰρ ἐγὼ ἐπεπόνθειν ταῦτα, ἅττα νῦν πέπονθα ὑπὸ τούτου. καὶ αὖθις· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶσι τῇ ὄψει, πιστότερα ἡγοῦνται ἢ οἷς εἰς ἀφανὲς ἥκει ὁ ἔλεγχος τῆς ἀληθείας. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχεν. εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς αὐτὰ συμπαθείας, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματος ψιλοῦται. ]
beta 139[ Βάσανος: λίθος ἐστὶν ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. οὕτως Ἀντιφῶν καὶ Πίνδαρος καὶ Σοφοκλῆς. Ὑπερίδης δὲ τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφομένων βασάνους ὠνόμασε. καὶ παροιμία· Βάσανος λίθος, ἐπὶ τῶν ἐξεταζόντων ἐν λόγοις ἢ ἔργοις· παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. ὅτι οἱ ἔξω φασίν· ἡ ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπερισκέπτως ποιεῖσθαι τὰς κρίσεις. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License