Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Aeschines (Aeschines)

Orator

urn:cts:greekLit:tlg0026

Works

urn:cts:greekLit:tlg0026.suda001 - Against Ctesiphon
urn:cts:greekLit:tlg0026.suda002 - Against Timarchus

alpha 360[ Ἀγρίους: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ οὕτως ὠνόμασε. καὶ Μένανδρος δὲ ἄγριον εἶπε κυβευτὴν τὸν λίαν περὶ τὸ κυβεύειν ἐσπουδακότα. ἀγρίους καὶ κολλοποδιώκτας ἐκάλουν οἱ παλαιοὶ τοὺς παιδεραστάς. ὅτι ἐκωμῳδοῦντο οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί· καὶ ζήτει ἐν τῷ δραχαρνεῦ. ]
alpha 598[ Ἀζήτητον: τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον. οὕτως Αἰσχίνης. ]
alpha 1458[ Ἅμα· δοτικῇ. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα ἔταξε, καὶ ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατος τοῖς εὖ φρονοῦσιν οἰκτρός· τοῦτο γὰρ ἅμα τῷ γενέσθαι πάντων κατέγνωσται. Αἰσχίνης δὲ ἐπὶ τοῦ κατὰ τὸν αὐτὸν καιρὸν ἐν τῷ κατὰ Κτησιφῶντος· ὡς ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰς αὐτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ παρὰ τῷ Ἀντιφῶντι δὲ τὸ ἅμα κεῖται ἐπὶ τὸ αὐτό. φησὶ γὰρ ἐν Προοιμίοις· ἀλλ’ εἰ τότε πρᾶγμά μοι κρεῖττον φαίνεται, ἅμα τε μαρτυρία ἀρετῆς πράξομαι. καὶ παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στεφάνου· πάσαις δὲ λοιδορίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου. ]
alpha 1823[ Ἀναγεῖς: διὰ μὲν τοῦ α τοὺς ἀνάγνους, διὰ δὲ τοῦ ε τοὺς ἐνόχους ἄγει καὶ μιάσματι. οὕτως Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ]
alpha 2661[ Ἀντιγραφεύς: ὅμοιος τῷ γραμματεύς. ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι αὐτά. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος, ἀλλὰ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Kτησιφῶντος. δύο δὲ ἦσαν, ὁ μὲν τῆς διοικήσεως, ὁ δὲ τῆς βουλῆς. ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον· ἐπὶ τῶν τοιούτων γὰρ λέγεται ἀντιγραφή. κοινῶς δὲ τὰ ἐν ταῖς δημοσίαις δίκαις τῶν δικαζομένων γράμματα. καὶ λέγεται ὁμοίως τά τε τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος ἀντιγραφή. λέγεται δὲ οὕτως καὶ τὰ μαρτύρια. Πλάτων μέντοι ἐν τῇ Σωκράτους [+] Ἀπολογίᾳ ἀντῶμοσίαν καὶ ἀντιγραφὴν τὸ αὐτὸ λέγει. ]
alpha 3253[ Ἀποβλεπόμενοι: ἀντὶ τοῦ θαυμάζοντες. οὕτως Αἰσχίνης. ]
alpha 3760[ Ἀργάς: ὁ δεινότατος παρ’ ἡλικίαν ἀργὰς καλεῖται. τούτῳ ἀφομοιοῦσθαι ὑπὸ Αἰσχίνου τὸν Δημοσθένην. ἄλλοι δὲ τὸν δεινότατον καὶ θηριώδη τὸν τρόπον. καὶ μάλιστα Ἀργεῖοι τὸν ὄφιν ἀργὰν ἐκάλουν. Τίμαρχος δὲ ὁ Ῥόδιος οὐ κατὰ γλῶτταν οὕτω καλεῖσθαί φησιν, ἀλλὰ γένος εἶναι ὄφεων τοὺς ἀργάς. ]
alpha 4072[ Ἀρχαῖον: ἐχρήσαντο οἱ ῥήτορες τῷ ἀρχαίῳ ἐπὶ τοῦ δανειζομένου τὸ ἀργύριον, ὅπερ ἔνιοι κατά τινα συνήθειαν κεφάλαιον ὀνομάζουσι. Δημοσθένης ἐν τῷ κατὰ Νικοστράτου· δανείσας ἀργύριον Ἄρχιππον οὐχ οἷός τε ἦν αὐτὸ ἀπολαβεῖν, οὔτε τόκον οὔτε τὸ ἀρχαῖον. παρείληπται δὲ καὶ ἐπὶ τοῦ παλαιοῦ. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ὁ δὲ Σόλων, ὁ τῶν νομοθετῶν μάλιστα εὐδοκιμῶν, γέγραφεν ἀρχαίως. καὶ πάλιν· οὕτως ἦσαν σώφρονες οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορες, ὁ Περικλῆς, Θεμιστοκλῆς καὶ Ἀριστείδης. τάττεται δὲ παρὰ κωμικοῖς καὶ ἐπὶ τοῦ εὐήθους. ]
alpha 4140[ Ἀσέλγεια: ἀντὶ τοῦ πολυτέλεια. οὕτως Αἰσχίνης. ἢ Ἀσέλγεια, πορνεία, ἀκαθαρσία. μιαρία. παρῆκται δὲ, ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν. καὶ Ἀσελγὲς οὐ μόνον ἐπὶ τοῦ ἀκολάστου ἔταττον οἱ παλαιοὶ, ἀλλ’ ἔστιν ὅτε καὶ ἐπὶ τοῦ μεγάλου. καὶ γὰρ ἄνεμον ἀσελγῆ λέγουσι· καὶ Ἀσελγόκερως τράγος, ὁ μέγας. ἢ Ἀσελγόκερως, ὁ κυρίττων. πίονές εἰσιν ἀσελγῶς· Ἀριστοφάνης φησὶν ἐν Πλούτῳ. ἀντὶ τοῦ κατωφερεῖς. θορυβούμενοι καὶ κεκραγότες μετὰ ἀσελγείας, οἷον οἱ κόρακες λαρυγγίζουσιν. ἀντὶ τοῦ μεγάλως φωνοῦσι. καὶ Ἀσελγής, ἐπὶ ἀνέμου ὁ σφοδρῶς πνέων. πολὺς δὲ καὶ ἀσελγὴς τίκτεται ἐκεῖθι( φησὶν Αἰλιανὸς ἐν τῷ περὶ ποικίλης ἀφηγήσεως) · γένεσις δὲ αὐτῷ αὐλῶνες βαθεῖς καὶ φάραγγες, δι’ ὧν ὠθούμενος ἐκτείνει λαβρότατος. ]
alpha 4440[ Αὔλια: ἀντὶ τοῦ ἔπαυλις. ἢ ἀντὶ τοῦ τὰς μικρὰς αὐλάς. οὕτως Λυσίας καὶ Αἰσχίνης. ]
alpha 4639[ Ἀφοσιούμεθα: τὸ ὅσιον προσποιούμεθα δῆθεν. καὶ Ἀφοσιούμενος, πληροφορῶν, ποιήσας τὴν ὁσίαν. ὁ δὲ ἀφοσιεύμενος τὴν ἐξόρκωσιν τοῦ ἐπάρχου ἐμηχανᾶτο τοιάδε. καὶ Ἀφοσιούμενοι, ἀντὶ τοῦ τιμῶντες. ἢ τὸ ὅσιον ποιοῦντες καὶ καθαρὸν καὶ τὸ ὀφειλὸμενον. διὰ τοῦτο καὶ τὴν ὁσίαν ἐπὶ τῶν ἀπελθόντων φαυέν· τουτέστιν οὐδὲν ὀφείλομεν αὐτοῖς λοιπόν, οὐκ ἐσμὲν ὑπεύθυνοι. οὕτως ἡμῖν ἔθος λέγειν, καὶ τὸ ἀφοσιώσασθαι καὶ ὅσα τοιαῦτα, τουτέστιν οὐκ εἰμὶ ὑπεύθυνος. καὶ Ἀφοσιῶ, ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφαγνίζω, Αἰσχίνης. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ οἷον ἀπάρξασθαι ἢ σχηματίσασθαι, Ἰσαῖος λέγει. καὶ Ἀφοσιώσας, καθάρας, ἢ ξενώσας· ἢ τὴν ὁσίαν ποιῶν, τουτέστι κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. καὶ Ἀφοσιῶσαι, καθαίρειν. καὶ Ἀφοσιώσεται, ἀπάρξεται. καὶ Ἀφοσιοῦσθαι, ἀποκαθαίρεσθαι ὁσίας, καὶ τὸ μὴ περιεργάζεσθαι μηδὲ φιλοτιμεῖσθαι. ὅσια δὲ λέγεται ἄλφιτα, δεδευμένα ἐλαίῳ καὶ οἴνῳ· καὶ κύρια καὶ δίκαια. καὶ Ἀφοσίωσις, ἀνάθεσις. καὶ Ἀφοσιωσάμενοι, δικαιωσάμενοι. καὶ Ἀφοσιώμενοι, τιμῶντες, ἢ ἀπαρχόμενοι. ὡς δὲ ᾔσθετο σαφῶς ἀποσειόμενον καὶ μόνον ἀφοσιούμενον τὸν Ἰσίδωρον, ᾤχετο ἀπιὼν, καὶ οὐκέτι προσῄει. ]
gamma 423[ Γραμματοκύφων: ἀντὶ τοῦ ταπεινὲ γραμματεῦ· κυρίως γὰρ κύφων τὸ ξύλον καλεῖται. Δημοσθένης καὶ ἄλλα σκώπτει τὸν Αἰσχίνην καὶ γραμματοκύφωνα, ὃν καὶ υἱὸν εἶναί φησιν ὄνομα μὲν Τρόμητος, διδασκάλου δὲ τῶν πρώτων γραμμάτων. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License