Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Simonides (Simonides of Ceos) - urn:cts:greekLit:tlg0261

Place of birth (Wikidata Statement)

Iulis (Wikidata) (Pleiades)

Places of death (Wikidata Statement)

Agrigento (Wikidata) (Pleiades)

Syracuse (Wikidata)

Significant Place (Wikidata Statement)

Kea (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

poet (Wikidata)

writer (Wikidata)

epigrammatist (Wikidata)

elegist (Wikidata)

Works

urn:cts:greekLit:tlg0261.suda001
urn:cts:greekLit:tlg0261.suda002
urn:cts:greekLit:tlg0261.suda003
urn:cts:greekLit:tlg0261.suda004
urn:cts:greekLit:tlg0261.suda005
urn:cts:greekLit:tlg0261.suda006
urn:cts:greekLit:tlg0261.suda007
urn:cts:greekLit:tlg0261.suda008
urn:cts:greekLit:tlg0261.suda009
urn:cts:greekLit:tlg0261.suda010

alpha 1026[ Ἄκρων· Ἀκραγαντῖνος, ἰατρὸς, ὑιὸς Ξένωνος, ἐσοφίστευσεν ἐν ταῖς Ἀθήναις ἅμα Ἐμπεδοκλεῖ· ἔστιν οὖν πρεσβύτερος Ἱπποκράτους. ἔγραψε Περὶ ἰατρικῆς Δωρίδι διαλέκτῳ, Περὶ τροφῆς ὑγιεινῶν βιβλίον αʹ. ἔστι δὲ καὶ οὗτος τῶν τινα πνεύματα σημειωσαμένων. εἰς τοῦτον ἐποίησεν Ἐμπεδοκλῆς τωθαστικὸν ἐπίγραμμα· ἄκρον ἰατρὸν Ἄκρων, Ἀκραγαντῖνον, πατρὸς ἄκρου, κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης. τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται· ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει. τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι. ]
alpha 1298[ Ἀλκυονίδες ἡμέραι: αἱ εὐδιειναί. περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμωνίδης γὰρ ἐν Πεντάθλοις ια φησὶν αὐτὰς καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων, Δημαγόρας δὲ ὁ Σάμιος ζʹ, καὶ Φιλόχορος θʹ. τὸν δὲ ἐπ’ αὐταῖς μῦθον Ἡγήσανδρος ἐν τοῖς περὶ ὑπομνημάτων λέγει οὕτως· Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν, Φωσθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλήνη, Δριμὼ, Ἀστερίη. αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Πελλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν, Ἀμφιτρίτη δ’ αὐτὰς ὄρνιθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς Ἀλκυόνες ἐκλήθησαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι Ἀλκυονίδες καλοῦνται. καὶ Ἀλκυόνειος ἡμέρα. ]
alpha 1676[ Ἀμύνασθαι: Θουκυδίδης μὲν ἀντὶ τοῦ ἀμείβεσθαι, Σιμωνίδης δὲ ἀντὶ τοῦ χάριτας ἀποδιδόναι, Σοφοκλῆς δὲ ἀντὶ τοῦ ἀπαλεξῆσαι. ἐπὶ τῶν προηδικηκότων τάσσουσιν οἱ ῥήτορες τὸ ἀμύνασθαι, ὅτε οἱ κακό τι παθόντες ἀντιπράσσουσι τοὺς προδιαθέντας. καὶ Ἀμύναιντο, ἀμύναιεν. Κρατῖνος Πυλαίᾳ· αὐτοὺς παίδευσεν, ἔθρεψέ τε δημοσίοις χρήμασιν εἰς ἥβην, ἵνα οἵ ποτε λοιγὸν ἀμύναιντο. καὶ Ἀμύνειν παρὰ Θουκυδίδῃ τὸ βοηθεῖν· Ἀμύνεσθαι δὲ τὸ κολάζειν. ]
alpha 2245[ Ἀνελέγετο: ἀνεπόλει, ἐξησκεῖτο. ὁ δὲ Σιμωνίδης διαμνημονικός τις ἦν, εἴπερ τις ἄλλος. τούτῳ δ’ ἦν ἐοικὼς Ἀπολλώνιος Τυανεύς, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο. καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ἦδεν, ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. γράφεται· καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην ᾔδετο. ]
alpha 3420[ Ἀπολλώνιος, Τυανεὺς, φιλόσοφος, υἱὸς Ἀπολλωνίου καὶ μητρὸς πολίτιδος τῶν ἐπιφανῶν, ὃν κύουσα ἡ μήτηρ ἐπιστάντα δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Νέρωνος καὶ μέχρι Nέρβα, ἐφ’ οὗ καὶ μετήλλαξεν. ἐσιώπησε δὲ κατὰ Πυθαγόραν εʹ ἔτη. εἶτα ἀπῆρεν εἰς Αἴγυπτον, ἔπειτα εἰς Βαβυλῶνα πρὸς τοὺς μάγους, κἀκεῖθεν ἐπὶ τοὺς Ἄραβας, καὶ συνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. συνέταξε δὲ τοσαῦτα· Τελετὰςπερὶ θυσιῶν, Διαθήκην, Χρησμούς, Ἐπιστολὰς, Πυθαγόρου βίον. εἰς τοῦτον ἔγραψε ΦιλόστρατοςΛήμνιος τὸν φιλοσόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιος Τυανεύς ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας, ὁ δὲ Ἀπολλώνιος ὑπ’ ἀρετῆς καὶ σωφροσύνης οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόστρατος λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὕτ’ οὖ νέους. ὃν οὔπω οἱ ἄνθρωποι γινώσκουσιν ἀπὸ τῆς ἀληθινῆς φιλοσοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τ ἀνδρός· οἱ δὲ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς μὴ σοφὸν, κακῶς γινώσκοντες. Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτων λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ αἰσθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷς προὔλεγεν, ἐς τὴν σοφίαν ταύτην, ὡς διαβεβλήσεται καὶ Σωκράτης ἐφ’ οἷς προὔλεγε, καὶ Ἀναξαγόρας, ὃς Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγινώσκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸς αὐτὸν ἢ αὐτὸς πρὸς ἄλλους ἔγραφεν. ἐπέστελλε δὲ βασιλεῦσι, σοφισταῖς, φιλοσόφοις, Ἠλείοις, Δελφοῖς, Ἰνδοῖς, Αἰγυπτίοις, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέστερα παρὰ Δάμιδος ἀκηκοώς. οὗτος Ἀπολλώνιος Τυανεὺς διαμνημονικός τις ἦν εἴπερ τις ἄλλος, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωστικὰ αὐτοῦ ἐν τῷ Τιμασίων. ὅτι Ἀπολλώνιος οὖτος τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαις καὶ καμήλοις τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὕτε ἀνθρώποις. ]
beta 59[ Βακχυλίδης, Κεῖος, ἀπὸ Κέω τῆς νήσου, πόλεως δὲ Ἰουλίδος( ἔχει γὰρ πόλεις δʹ, Ἰουλίδα, Καρθαίαν, Κορεσσίαν, Ποιήεσσαν) , Μέδωνος υἱὸς, τοῦ Βακχυλίδου τοῦ ἀθλητοῦ παιδός· συγγενὴς Σιμωνίδου τοῦ λυρικοῦ, καὶ αὐτὸς λυρικός. ]
epsilon 2112[ Ἐπέχθη· ἐκτενίσθη. ἐκάρη. Ἀριστοφάνης Νεφέλαις· ἐκέλευσα ᾆσαι Σιμωνίδου τὸν κριὸν ὡς ἐπέχθη. ]
omega 141[ Ὦ περὶ πάντ’ ἐπὶ πᾶσί τε πράγμασι δωροδόκοισιν ἐπ’ ἄνθεσιν ἵζων· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ᾄσαιμι γὰρ ἂν τότε μόνον, πῖνε, πῖν’ ἐπὶ συμφοραῖς· τὸν Ἰουλίου τ’ ἂν οἶμαι γέροντα πυροπίπην, ἡσθέντ’ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι· ὁ Ἀριστοφάνης· πρὸς Κλέωνα ὁ λόγος. ὦ ἐπὶ πάσῃ προδοσίᾳ ἐξεταζόμενε καὶ κακίᾳ. μεταφορικῶς δὲ εἶπεν ἅπαν τὸ νόημα ἀπὸ τῶν μελισσῶν· ὥσπερ αἱ μέλισσαι, φησί, πάντων. οὗπερ ἐκ τοῦ ῥᾴστου καὶ εὐχερῶς ἔτυχες· ἐπεὶ μηδὲ ἤλπισας εἰς τοῦτο δόξης προελθεῖν· ἔδοξε γὰρ εὐδοκιμεῖν ἐκ τοῦ περὶ Πύλον κατορθώματος· οὕτω καὶ ἀποβαλεῖς. καὶ τότε ᾄσαιμι τὸ Σιμωνίδου· πῖνε, πῖν’ ἐπὶ συμφοραῖς. γέροντα δὲ πυρροπίπην, ὡς παιδεραστὴς οὗτος ὁ πρεσβύτης διεβάλλετο· ἢ τοῦ ἐν πρυτανείῳ φυλάσσοντος τὸν σῖτον. βακχέβακχον ᾆσαι, ἀντὶ τοῦ εὐφημῆσαι τὸν Διόνυσον· Βάκχος γὰρ ὁ Διόνυσος. ]
omicron 464[ Ὁπλή· ὁ κυκλοειδὴς ποῦς τῶν κτηνῶν, οἷον βοῶν, προβάτων καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικροὺς ὄνυχας ἐν τοῖς τῶν ποδῶν ὀπισθίοις. κυρίως δὲ ἐπὶ ἵππων. Ἀριστοφάνης δὲ ἐπὶ τῶν χοίρων ὁπλὴν εἴρηκε. καὶ Σιμωνίδης· ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν. καὶ Ἡσίοδος ἐπὶ βοῶν ὁπλάς. καὶ τὸ ἐναντίον ἐπὶ ἵππου· νύσσοντες χηλῇσιν. ]
pi 72[ Παλαίφατος, ΑἰγύπτιοςἈθηναῖος, γραμματικός. Αἰγυπτιακὴν θεολογίαν, Μυθικῶν βιβλίον αʹ, Λύσεις τῶν μυθικῶς εἰρημένων, Ὑποθέσεις εἰς Σιμωνίδην [+], Τρωϊκά [+]· ἅ τινες εἰς τὸν Ἀθηναῖον, τινὲς δὲ εἰς τὸν Πάριον ἀνήνεγκαν. ἔγραψε καὶ ἱστορίαν ἰδίαν. ]
pi 661[ Παρθενεῖα· προπερισπωμένως, τὰ εἰς παρθένους ᾀδόμενα μέλη. Ἀριστοφάνης· κύκλιά τε πολλὰ καὶ καλὰ καὶ παρθενεῖα καὶ κατὰ Σιμωνίδου. τουτέστι κακότεχνα καὶ ποικίλα. ]
pi 1054[ Περιαγειρόμενοι· ὥσπερ οἱ νικηφόροι περιαγειρόμενοι ἀθληταί. Πολιτείας εʹ ἐπὶ τέλει. λέγεται γὰρ ὅτι τὸ μὲν ἐξ ἀρχῆς ἆθλα προυτίθεσαν τοῖς ἀγωνιζομένοις, ὃν τρόπον καὶ Ὅμηρος καὶ ἄλλοι ποιηταὶ ἱστοροῦσιν· ἐπεὶ δὲ ἤρξαντο χωρὶς ἄθλων ἀγωνίζεσθαι, τοὺς νικήσαντας οἱ μὲν κατὰ φιλίαν ἢ συγγένειαν προσήκοντες στεφάνοις ἀνέδουν· τῶν δ’ ἄλλων οἱ μὲν σύνεγγυς καθήμενοι καὶ πλησιάζοντες πλέονος ἄξια ἐπετίθεσαν, οἱ δὲ πορρώτερον ἄνθεσι καὶ φύλλοις ἔβαλλον περιερχομένους· ὡς καὶ νῦν τοῖς ἐπιφανῶς ἀγωνισαμένοις ἐπιβάλλουσι πετάσους καὶ ζώνας, οἱ δὲ χιτῶνας. ἐκ τούτου σύνηθες ἐγένετο κύκλῳ περιπορευομένους τοὺς ἀθλητὰς ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα. ὅθεν Σιμωνίδης Ἀετύλου φησὶν οὕτως· τίς δὴ τῶν νῦν τοσάδε πετάλοισι μύρτων ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περικτιόνων. ἔνιοι δὲ τοῦτο τὸ ἔθος ἀπὸ Θησέως τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρήτης κομισθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον καὶ τοῖς παροῦσι καρποῖς ἐτίμων. ]
pi 1658[ Πιττάκειον· μετουσιαστικῶς. τὸ τοῦ Πιττακοῦ. καὶ Σίμων φησί· ἄνδρ’ ἀγαθὸν ἀλαθέα γενέσθαι χαλεπόν, τὸ Πιττάκειον. εἴρηκε γὰρ ὁ Πιττακός· χαλεπὸν ἐσθλὸν ἔμμεναι. ]
sigma 105[ Σαπρός· καὶ ἐπὶ τοῦ παλαιοῦ. Σιμωνίδης; γέρων ὢν καὶ σαπρὸς κέρδους ἕκητι κἂν ἐπὶ ῥιπὸς πλέοι. τουτέστι φρυγάνου. ]
sigma 124[ Σαρδάνιος γέλως· παροιμία ἐπὶ τῶν ἐπ’ ὀλέθρῳ τῷ σφῶν αὐτῶν γελώντων· ἣν Δήμων μὲν διαδοθῆναι, ὅτι οἱ Σαρδόνα κατοικοῦντες αἰχμαλώτων τε τοὺς καλλίστους καὶ πρεσβυτέρους ὑπὲρ οʹ ἔτη τῷ Κρόνῳ ἔθυον, γελῶντας, ἕνεκα τοῦ τὸ εὔανδρον ἐμφῆναι( τουτέστιν ἀνδρεῖον). Τίμαιος δέ, τοὺς ἱκανὸν βεβιωκότας χρόνον ἐν Σαρδοῖ συνωθουμένους σχίζαις ὑπὸ τῶν υἱῶν εἰς ὃν ἔμελλον θάπτεσθαι βόθρον γελᾶν. οἱ δέ, ἀπὸ τοῦ σεσηρέναι μετὰ ἀνίας. καί φασιν ἄλλοι τε καὶ Κλείταρχος, ἐν Καρχηδόνι ἐν ταῖς μεγάλαις εὐχαῖς παῖδα ταῖς χερσὶ τοῦ Κρόνου ἐπιτιθέντας( ἵδρυται δὲ χαλκοῦς, προβεβλημένας ἔχων τὰς χεῖρας ὑφ’ ᾧ κρίβανος) , ἔπειτα ὑποκαίειν· τὸν δὲ συνελκόμενον ὑπὸ τοῦ πυρὸς δοκεῖν γελᾶν. Σιμωνίδης δὲ Τάλων τὸν ἡφαιστότευκτον Σαρδωνίους οὐ βουλομένους περαιῶσαι πρὸς Μίνῳα, εἰς πῦρ καθαλλόμενον, ὡς ἂν χαλκοῦν, προστερνιζόμενον ἀναιρεῖν ἐπιχάσκοντας. Σιληνὸς δὲ ἐν δʹ τῶν περὶ Συρακούσας λάχανον εἶναι παρὰ Σαρδωνίοις ἡδύ, σελίνῳ ἐμφερές· οὗ τοὺς γευσαμένους τάς τε σιαγόνας καὶ τὰς σάρκας ἑαυτῶν ἀποδάκνειν. ἔνιοι δὲ τοὺς ἐπὶ κακῷ γελῶντας· ὡς καὶ Ὀδυσσέα φησὶν Ὅμηρος· μείδησε δὲ δῖος Ὀδυσσεὺς Σαρδώνιον. καὶ ἐν ἄλλοις· ἡδὺ γέλασσε χείλεσσιν, οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν ἰάνθη. ]
sigma 439[ Σιμωνίδης, Λεωπρεποῦς, Ἰουλιήτης τῆς ἐν Κέῳ τῇ νήσῳ πόλεως, λυρικός, μετὰ Στησίχορον τοῖς χρόνοις· ὃς ἐπεκλήθη Μελικέρτης διὰ τὸ ἡδύ. καὶ τὴν μνημονικὴν δὲ τέχνην εὗρεν οὗτος· προσεξεῦρε δὲ καὶ τὰ μακρὰ τῶν στοιχείων καὶ διπλᾶ καὶ τῇ λύρᾳ τὸν τρίτον φθόγγον. γέγονε δ’ ἐπὶ τῆς πεντηκοστῆς ἕκτης ὀλυμπιάδος, οἱ δὲ ξβʹ γεγράφασι. καὶ παρέτεινε μέχρι τῆς οηʹ, βιοὺς ἔτη πθʹ. καὶ γέγραπται αὐτῷ Δωρίδι διαλέκτῳ Καμβύσου καὶ Δαρείου βασιλεία καὶ Ξέρξου ναυμαχία καὶ ἐπ’ Ἀρτεμισίῳ ναυμαχία, δι’ ἐλεγείας· ἡ δ’ ἐν Σαλαμῖνι μελικῶς· θρῆνοι, ἐγκώμια, ἐπιγράμματα, παιᾶνες καὶ τραγῳδίαι καὶ ἄλλα. οὗτος ὁ Σιμωνίδης μνημονικός τις ἦν, εἴπερ τις ἄλλος. τούτῳ δ’ ἦν ἐοικὼς ἈπολλώνιοςΤυανεύς· ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ εἰς μνήμην ἀνελέγετο· τό τε μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην ᾔδετο· ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον παρὰ τῆς μνημοσύνης εἶναι. ]
sigma 440[ Σιμωνίδης, λυρικός. οὗτος πρῶτος δοκεῖ μικρολογίαν εἰσενεγκεῖν εἰς τὸ ᾆσμα καὶ γράψει ᾆσμα. εἶχε δὲ καὶ βʹ κιβώτια, τὴν μὲν τῶν χαρίτων κενήν, τὴν δὲ ἑτέραν πλέαν. Ἀριστοφάνης· κατὰ τὰ Σιμωνίδου μέλη. τουτέστι κακότεχνα καὶ ποικίλα. Σιμωνίδης υἱὸς Θεοπρεποῦς εἶπεν· ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. ]
sigma 441[ Σιμωνίδης· ὅπως ἐτίμησάν τε καὶ ἐφίλησαν οἱ Διόσκουροι τὸν μελοποιὸν Σιμωνίδην, καὶ πῶς ἐρρύσαντο, καλέσαντες ἔξω τοῦ ἀνδρῶνος, ἔνθα κατώλισθεν, ἐρῶ ἀλλαχόθι· ἄξιον δὲ μηδὲ ταῦτα παραλιπεῖν· Ἀκραγαντίνων στρατηγὸς ἦν, ὄνομα Φοῖνιξ· Συρακουσίοις δὲ ἐπολέμουν οὗτοι. οὐκοῦν ὅδε ὁ Φοῖνιξ διαλύει τὸν τάφον τοῦ Σιμωνίδου μάλα ἀκηδῶς τε καὶ ἀνοίκτως, καὶ ἐκ τῶν λίθων τῶνδε ἀνίστησι πύργον· καὶ κατὰ τοῦτον ἑάλω ἡ πόλις. ἔοικε δὲ καὶ Καλλίμαχος τούτοις ὁμολογεῖν. οἰκτίζεται γοῦν τὸ ἄθεσμον ἔργον, καὶ λέγοντά γε αὐτὸν ὁ Κυρηναῖος πεποίηκε τὸν γλυκὺν ποιητήν· οὐδὲ τὸ γράμμα ᾐδέσθη τὸ λεγόμενον υἱὸν Λεοπρεποῦς κεῖσθαι Κήϊον ἄνδρα. κᾆτ’ εἰπὼν ἄττα ἐπιλέγει· οὐδ’ ὑμέας, Πολύδευκες, ὑπέτρεσεν, οἵ με μελάθρου μέλλοντος πίπτειν ἐκτὸς ἔθεσθέ ποτε δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κραννωνίων αἴας ὤλισθεν μέγας οἶκος ἐπὶ Σκοπάδας. τιμωροὶ μὲν δὴ θεοὶ τοῖς ἀξίοις, καὶ τιμῶσιν οἵ τε Ὀλύμπιοι, οἵ τε οἱ ἐπὶ τῆς τρίτης ἀρχῆς· οὔ μοι δοκεῖ πολυπραγμονεῖν. ἔστωσαν δὴ καὶ ταῦτα ὑπόμνησις τοῦ βιοῦν ὀρθῶς, ἵνα τε αὐτοὺς ἔχωμεν καὶ ἐνταῦθα κηδεμόνας, καὶ ἐκεῖθι, ὅταν τὴν εἱμαρμένην τε καὶ ἀναγκαίαν πορείαν ἔλθωμεν. ]
sigma 442[ Σιμωνίδης, Κεῖος, θυγατριδοῦς κατά τινας τοῦ προτέρου, ὃς ἐπεκλήθη Μελικέρτης. γέγονε δὲ πρὸ τῶν Πελοποννησιακῶν· καὶ γέγραφε Γενεαλογίαν ἐν βιβλίοις γʹ, Εὑρήματα ἐν βιβλίοις γʹ. ]
sigma 1408[ Συμφορά· τῶν μέσων ἐστί. διὸ λέγει Σιμωνίδης· πῖνε, πῖν’ ἐπὶ συμφορᾷ. οἱ δὲ λέγουσι, πῖνε, πῖν’ ἐπ’ ἐσθλοῖς. δηλοῖ δὲ ἡ συμφορὰ καὶ τὸ καλὸν καὶ τὸ κακόν. διὸ λέγει, ἐπὶ συμφοραῖσιν ἀγαθαῖς. καὶ τοῦτο εἰπὼν οὐκ εἴασεν ἐπὶ τοῦ κακοῦ νοεῖσθαι. Σοφοκλῆς δέ φησιν· ἔν τε συμφοραῖς βίου πρῶτον κρίνοντες. ἀντὶ τοῦ ἐν ταῖς βιωτικαῖς συντυχίαις. καὶ αὖθις· ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν. ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων. ]
tau 386[ Τετράγωνος· εὐσταθής, ἑδραῖος. Δαμάσκιος· σεμνὸς δὲ ἦν καὶ εὐσχήμων τὰ πάντα καὶ τετράγωνος ἄνευ ψόγου τεταγμένος, ὡς φάναι κατὰ τὸν Σιμωνίδην· ὥστε μηδὲ τοὺς ἐπαναστάντας αὐτῷ συκοφάντας τούτους ἀρνεῖσθαι, τὸ μὴ οὐ πάντῃ ἀξιάγαστον εἶναι τὸν ἄνθρωπον. ]
tau 564[ Τί δῆτ’ ἂν ἀλγοίης ἐπ’ ἐξειργασμένοις· ἀντὶ τοῦ ἐπὶ τετελεσμένοις καὶ ἴασιν οὐκ ἔχουσιν. οὔτε γὰρ γένοιτ’ ἂν ταῦθ’ ὅπως οὐχ ὧδ’ ἔχειν. ὅπως τοῦ μὴ οὕτως σχοίη· κατὰ τὸ τοῦ Σιμωνίδου· τὸ γὰρ γεγενημένον οὐκέτ’ ἄρεκτον ἔσται. ]
tau 625[ Τιμοκρέων, Ῥόδιος, κωμικὸς καὶ αὐτὸς τῆς ἀρχαίας κωμῳδίας. διεφέρετο δὲ πρὸς Σιμωνίδην τὸν τῶν μελῶν ποιητὴν καὶ Θεμιστοκλέα τὸν Ἀθηναῖον, εἰς ὃν ἐξύφανε ψόγον δι’ ἐμμελοῦς τινος ποιήματος. ἔγραψε δὲ κωμῳδίαν εἴς τε τὸν αὐτὸν Θεμιστοκλέα καὶ εἰς Σιμωνίδην [+] τὸν μελοποιόν, καὶ ἄλλα. ]
tau 1115[ Τρύφων, Ἀμμωνίου, Ἀλεξανδρεύς, γραμματικὸς καὶ ποιητής, γεγονὼς κατὰ τοὺς Αὐγούστου χρόνους καὶ πρότερον. Περὶ πλεονασμοῦ τοῦ ἐν τῇ Αἰολίδι διαλέκτῳ βιβλία ζʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] διαλέκτων καὶ Σιμωνίδῃ [+] καὶ Πινδάρῳ [+] καὶ Ἀλκμᾶνι [+] καὶ τοῖς ἄλλοις λυρικοῖς, Περὶ τῆς Ἑλλήνων διαλέκτου καὶ Ἀργείων καὶ Ἱμεραίων καὶ Ῥηγίνων καὶ Δωριέων καὶ Συρακουσίων, Περὶ τῆς ἐν κλίσεσιν ἀναλογίας αʹ, Περὶ τῆς ἐν εὐθείᾳ ἀναλογίας, Περὶ ὀνομάτων συγκριτικῶν αʹ, Περὶ τῆς ἐν μονοσυλλάβοις ἀναλογίας, Περὶ ὀνομάτων χαρακτήρων αʹ, Περὶ ῥημάτων ἀναλογίας βαρυτόνων αʹ, Περὶ ῥημάτων ἐγκλιτικῶν καὶ ἀπαρεμφάτων καὶ προστακτικῶν καὶ εὐκτικῶν καὶ ἁπλῶς πάντων, Περὶ ὀρθογραφίας καὶ τῶν αὐτῇ ζητουμένων, Περὶ πνευμάτων καὶ τρόπων· καὶ ἄλλα. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License