Theophrastus) - urn:cts:greekLit:tlg0093Athens (Wikidata)
botanist (Wikidata)
physicist (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0093.suda001 -
History of Plants
urn:cts:greekLit:tlg0093.suda002
urn:cts:greekLit:tlg0093.suda003
urn:cts:greekLit:tlg0093.suda004 -
Prior Analytics
urn:cts:greekLit:tlg0093.suda005 -
Posterior Analytics
urn:cts:greekLit:tlg0093.suda006
urn:cts:greekLit:tlg0093.suda007
urn:cts:greekLit:tlg0093.suda008
urn:cts:greekLit:tlg0093.suda009
urn:cts:greekLit:tlg0093.suda010
urn:cts:greekLit:tlg0093.suda011
urn:cts:greekLit:tlg0093.suda012
urn:cts:greekLit:tlg0093.suda013
urn:cts:greekLit:tlg0093.suda014
| alpha | 788 | [ | Ἀκαλήφη: κνίδη καὶ ἡ χερσαία καὶ ἡ θαλαττία, ἥτις ἐστὶ κογχυλίδιόν τι. Ἀριστοφάνης Φοινίσσαις· εἰκὸς δήπου πρῶτον ἁπάντων φύα φῦναι καὶ τὰς κραναὰς ἀκαλήφας. Φερεκράτης Αὐτομόλοις· νὴ τὴν Δήμητρ’ ἀνιαρὸν ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν. βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. τὰς δὲ θαλαττίας καὶ Ἀριστοτέλης ἀκαλήφας ἐν τῷ πρώτῳ Περὶ ζῴων καὶ Θεόφραστος ἐν ἑβδόμῳ Φυτικῶν. | ] |
| alpha | 3807 | [ | Ἀρδήττης, Ἀρδήττου: ὄνομα κύριον. καὶ Ἀρδηττὸς τόπος ἐστὶν Ἀθήνησιν, ἐν ᾧ πάντες Ἀθηναῖοι δημοσίᾳ ὤμνυον τὸν ὅρκον τὸν Ἡλιαστικόν. Θεόφραστος δὲ ἐν τοῖς περὶ νόμων καταλελύσθαι τὸ ἔθος τοῦτο λέγει. | ] |
| alpha | 3927 | [ | Ἀριστόξενος, υἱὸς Μνησίου, τοῦ καὶ Σπινθάρου, μουσικοί, ἀπὸ Τάραντος τῆς Ἰταλίας. διατρίψας δὲ ἐν Μαντινείᾳ φιλόσοφος γέγονε καὶ μουσικῇ ἐπιθέμενος οὐκ ἠστόχησεν, ἀκουστὴς τοῦ τε πατρὸς καὶ Λάμπρου τοῦ Ἐρυθραίου, εἶτα Ξενοφίλου τοῦ Πυθαγορείου καὶ τέλος Ἀριστοτέλους· εἰς ὃν ἀποθανόντα ὕβρισε, διότι κατέλιπε τῆς σχολῆς διάδοχον Θεόφραστον, αὐτοῦ δόξαν μεγάλην ἐν τοῖς ἀκροαταῖς τοῖς Ἀριστοτέλους ἔχοντος. γέγονε δὲ ἐπὶ τῶν Ἀλεξάνδρου καὶ τῶν μετέπειτα χρόνων· ὡς εἶναι ἀπὸ τῆς ριαʹ Ὀλυμπιάδος, σύγχρονος Δικαιάρχῳ τῷ Μεσσηνίῳ. συνετάξατο δὲ μουσικά τε καὶ φιλόσοφα, καὶ ἱστορίας καὶ παντὸς εἴδους παιδείας· καὶ ἀριθμοῦ αὐτοῦ τὰ βιβλία εἰς υνγʹ. | ] |
| alpha | 4096 | [ | Ἀρχὴ ἄνδρα δείκνυσιν: ἐπὶ τῶν πρὸ μὲν τῆς ἀρχῆς ἐπιεικῶν, ἐν αὐτῇ δὲ τῇ ἀρχῇ βιαίων γενομένων. Σόλωνος δὲ εἶναί φασιν αὐτὸ ἀπόφθεγμα, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος Βίαντος. | ] |
| alpha | 4101 | [ | Ἀρχὴ Σκυρία: ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων. παρόσον πετρώδης καὶ λυπρὰ καὶ διὰ τοῦτο πενιχρὰ ἡ Σκῦρος οὐδὲν φέρουσα λόγου ἄξιον. οἱ δὲ ἀπὸ Θησέως, ὅτι ἐπιθέμενος τῇ Λυκομήδους ἀρχῇ, ὅτι πειρῶν τὴν γυναῖκα αὐτοῦ κατακρημνισθείη. ὀστρακισθῆναι δὲ πρῶτον Ἀθήνησι Θησέα ἱστορεῖ Θεόφραστος ἐν τοῖς πρώτοις καιροῖς. | ] |
| delta | 429 | [ | Δημήτριος, Φανοστράτου, Φαληρεύς( Φάληρον δὲ λιμὴν τῆς Ἀττικῆς) , ὃς τὸ πρῶτον Φανὸς ἐκαλεῖτο· φιλόσοφος Περιπατητικός. γέγραφε φιλόσοφά τε καὶ ἱστορικὰ καὶ ῥητορικὰ καὶ πολιτικὰ καὶ περὶ ποιητῶν. ἠκροάσατο δὲ Θεοφράστου καὶ δημαγωγὸς Ἀθήνησι γέγονε. συνέγραψε δὲ συχνὰ βιβλία. οὕτως ἦν δὲ σφόδρα εὐπρεπὴς ὡς καὶ διαβολὴν λαβεῖν, ὅτι γέγονεν ἐρώμενος Νέωνος, καὶ προσαγορευθῆναι ὑπό τινων αὐτὸν Λαμπετὼ καὶ Χαριτοβλέφαρον. εἰς μέγα δὲ ἀρθεὶς δόξης καὶ ἐπικρατείας ὑπὸ τοῦ φθόνου κατεστρατηγήθη καὶ ἐξελαθεὶς ὑπὸ Ἀθηναίων εἰς Αἴγυπτον ἦλθε καὶ παρὰ τῷ Σωτῆρι Πτολεμαίῳ διατρίβων δηχθεὶς ὑπὸ ἀσπίδος ἀπέθανε καὶ ἐτάφη ἐν τῷ Βουσιρίτῃ νομῷ, πλησίον Διοσπόλεως τῆς ἐν τοῖς ἕλεσι. τοῦ πατρὸς δὲ ἤδη γεγηρακότος Δημητρίου τοῦ Πολιορκητοῦ, αἱ τῆς βασιλείας ἐλπίδες ἐς τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὅπλων εὔνοιαν. ἦν δὲ τῷ κάλλει καὶ μεγέθει διάφορος, ἔτι δὲ καὶ κεκοσμημένος ὅπλοις βασιλικοῖς εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, δι’ ἧς εἰς ἐλπίδας ἁδρὰς ἦγε τοὺς πολλούς· πρὸς δὲ τούτοις πραότης τις ἦν περὶ αὐτόν, ἁρμόζουσα νέῳ βασιλεῖ, δι’ ἧς εἰς προθυμίαν ἐξεκαλεῖτο πάντας ὥστε καὶ τοὺς ἐκτὸς τάξεως συνδραμεῖν ἐπὶ τὴν ἀκρόασιν, συναγωνιῶντας τῇ νεότητι καὶ τῇ μελλούσῃ γίνεσθαι κρίσει διὰ τῆς παρατάξεως. | ] |
| delta | 1141 | [ | Διογένης· ὄνομα φιλοσόφου, τοῦ καὶ Κυνός. τί χρὴ περὶ τῆς ἀνδρείας Διογένους λέγειν, τῆς πραότητος Ξενοκράτους, τῆς Ἀριστοτέλους εὐμουσίας, τῆς Θεοφράστου βαρύτητος, Ζήνωνος τῶν αὐστηρῶν καὶ γενναίων τρόπων, Πλάτωνος σεμνότητος, Πολέμωνος ἐγκρατείας· τούτων γὰρ οὐκ ἔστιν ὅστις οὐ πάντα ἀγαθὸς ὢν διέφερεν ὅμως τοῦ πλησίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα εἰς αὐτόν· Διόγενες, ἄγε, λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος; ἔλαβέ με κυνὸς ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων. | ] |
| delta | 1211 | [ | Δίοσμος· ἡ διαπορθμευτικὴ δύναμις τῶν ὀσφραντῶν παρὰ Θεοφράστῳ. οὐκ ἔστι δὲ ἡ ῥὶς τὸ αἰσθητήριον, ἀλλ’ ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόθεσις. | ] |
| epsilon | 1080 | [ | Ἐμφρεάτοι· δικαστήριον τῶν ἀκουσίων φόνων ἐν Ἀθήναις. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος ἀκριβῶς διέρχεται περὶ αὐτά. ὠνομάσθαι δὲ τὸ δικαστήριον ἔοικεν ἀπό τινος Φρεάτου ἥρωος, ὡς Θεόφραστος ἐν ιϛʹ νόμῳ μαρτυρεῖ. | ] |
| gamma | 479 | [ | Γυμνασία: ἡ τριβή. ὅτι ἡ διαλεκτικὴ πρὸς τρία ἐστὶ χρήσιμος· πρὸς γυμνασίαν, πρὸς τὰς ἐντεύξεις, πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας. γυμνασίαν δὲ λέγει ἤτοι τὴν γινομένην ἐν τῷ διαλέγεσθαι πρός τινας· δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προσδιαλεγομένων πειρῶνται τούτοις συμπαρίστασθαι, δι’ ἐνδόξων τὰς ἐπιχειρήσεις ποιούμενοι. ἢ γυμνασίαν λέγοι ἂν τὴν εἰς ἑκάτερον μέρος ἐπιχείρησιν. ἦν δὲ σύνηθες τὸ τοιοῦτον εἶδος τῶν λόγων τοῖς ἀρχαίοις, καὶ τὰς συνουσίας τὰς πλείστας τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βιβλίων ὥσπερ νῦν( οὐ γὰρ ἦν τότε τοιαῦτα βιβλία) , ἀλλὰ θέσεώς τινος τεθείσης εἰς ταύτην γυμνάζοντες αὐτῶν τὸ πρὸς τὰς ἐπιχειρήσεις εὑρετικὸν ἐπεχείρουν, κατασκευάζοντες καὶ ἀνασκευάζοντες δι’ ἐνδόξων τὸ κείμενον. καὶ ἔστι βιβλία τοιαῦτα Ἀριστοτέλει τε καὶ Θεοφράστῳ γεγραμμένα ἔχοντα τὴν εἰς τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρησιν. πρὸς δὴ τὴν τοιαύτην γυμνασίαν χρήσιμον εἶναί φησι τὴν διαλεκτικήν· μέθοδον γὰρ τινα εὑρετικὴν τῶν ἐπιχειρημάτων ἔχοντες( αὕτη δέ ἐστιν ἡ τῶν τόπων γνῶσις) ῥᾷον ἐπιχειρεῖν δυνησόμεθα. ὡς γὰρ ἐν τοῖς ῥητορικοῖς γυμνάσμασιν οἱ διαιρεῖν δυνάμενοι τὰ προβλήματα καὶ τὴν τάξιν τῶν κεφαλαίων συνορῶντες ῥᾷον ἐπιχειροῦσιν, οὕτω καὶ ἐν τοῖς διαλεκτικοῖς οἱ τὴν μέθοδον εἰδότες ῥᾷον ἐπιχειρημάτων εὐποροῦσι πρὸς τὰ προκείμενα. χρήσιμος δὲ ἡ τοιαύτη γυμνασία, ἡ κατὰ τοὺς λόγους, πρὸς εὕρεσιν τῶν ζητουμένων τε καὶ ἀληθῶν· προπαρασκευάζει γὰρ τὴν ψυχὴν πρὸς φιλοσοφίαν. ὡς γὰρ τὰ τοῦ σώματος γυμνάσια γινόμενα κατὰ τέχνην εὐεξίαν περιποιεῖ τῷ σώματι, οὕτω καὶ τὰ τῆς ψυχῆς ἐν λόγοις γυμνάσια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν τῆς ψυχῆς περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆς λογικῆς ἡ δύναμις, καθ’ ἣν εὐεξίαν εὑρετική τε τοῦ ἀληθοῦς καὶ κριτικὴ γίνεται. δεύτερον τρόπον τῆς ὠφελείας ἐκτίθεται πρὸς τὰς ἐντεύξεις. ζήτει ἐν τῷ ε στοιχείῳ περὶ ἐντεύξεως. | ] |
| iota | 667 | [ | Ἰσοτελὴς καὶ Ἰσοτέλεια· πολλάκις τιμή τις ἐδίδοτο τοῖς ἀξίοις φανεῖσι τῶν μετοίκων, καθ’ ἣν τοῦ μετοικίου ἄφεσις αὐτῶν ἐγίγνετο. ὅτι δὲ καὶ τῶν ἄλλων, ὧν ἔπραττον οἱ μέτοικοι, ἄφεσιν εἶχον ἰσοτελεῖς Θεόφραστος λέγει. καὶ πόλεσι δὲ ὅλαις ἐψηφίζοντο τὴν ἀτέλειαν Ἀθηναῖοι, ὥσπερ Ὀλυνθίοις καὶ Θηβαίοις. ὁ δὲ ἰσοτελὴς ὡρισμένον τι τέλος ἐδίδου. | ] |
| kappa | 820 | [ | Κατὰ τὴν ἀγορὰν ἀψευδεῖν· ἔοικε νόμος περὶ ὠνίων κεῖται, ὃς κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ. Θεόφραστος γοῦν ἐν τοῖς περὶ νόμων φησί· δυοῖν τούτων ἐπιμελεῖσθαι δεῖν τοὺς ἀγορανόμους, τῆς τε ἐν τῇ ἀγορᾷ εὐκοσμίας καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας, ἀλλὰ καὶ τοὺς ὠνουμένους. | ] |
| kappa | 864 | [ | Καταχειροτονίαν· ἔθος ἦν Ἀθήνησι κατὰ τῶν ἀρχόντων καὶ κατὰ τῶν συκοφαντῶν προβολὰς ἐν τῷ δήμῳ γίνεσθαι. εἰ δέ τις καταχειροτονηθείη, οὗτος εἰσήγετο εἰς δικαστήριον. οὕτως Δημοσθένης καὶ Ὑπερίδης καὶ Θεόφραστος. | ] |
| kappa | 2787 | [ | Κύτταρος· αἱ τῶν κηρίων καὶ σφηκῶν κατατρήσεις. Θεόφραστος δὲ κυρίως λέγει κύτταρον τὴν προάνθησιν τῆς πίτυος, ἥτις ἐστὶν ὡς στάχυς μικρὸς ἐκ μεγάλων πυρῶν, ξηραινόμενος δὲ θυλακοῦται καὶ ἀποπίπτει. οἷον οὖν ἀγγειῶδές φησι κύτταρον οὐρανοῦ. ὁ αὐτὸς Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον. | ] |
| kappa | 2804 | [ | Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ· Πλάτων ἐν Φαίδρῳ. παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήματος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσσός· ἀλλ’ οὐ τῶν Κυψελιδῶν. Κυψέλου δέ φασι τὸ ἀνάθημα, ὡς Ἀγακλυτὸς ἐν τῇ πʹ Ὀλυμπιάδι φησὶν οὕτως· ναὸς τῆς Ἥρας παλαιός, ἀνάθημα Σκιλλουντίων· οὗτοι δέ εἰσιν Ἠλείων. ἔνεστι δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσός, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν. Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσὸν φησὶ Περίανδρον ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους. καὶ γὰρ Θεόφραστος ἐν τῷ Περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δ’ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατιὰς ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος. ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδιον τοῖς ἐπιβουλεύουσιν. ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν. φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· εἰμὶ ἐγὼ Νάξιος, παγχρύσεος εἰμὶ κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. | ] |
| lambda | 776 | [ | Λυγκεύς, Σάμιος, γραμματικός, Θεοφράστου γνώριμος, ἀδελφὸς Δούριδος τοῦ ἱστοριογράφου, τοῦ καὶ τυραννήσαντος Σάμου. σύγχρονος δὲ γέγονεν ὁ Λυγκεὺς Μενάνδρου τοῦ κωμικοῦ καὶ ἀντεπεδείξατο κωμῳδίας καὶ ἐνίκησε. | ] |
| mu | 507 | [ | Μελίνη· Δημοσθένης ἐν Φιλιππικῷ [+]. ὄσπριόν ἐστιν· ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον μελίνην. Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ μελίνους εἶπεν. ἔνιοι δὲ εἶδός τι κεγχρίου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον. Θεόφραστος δὲ ἐν ζʹ Περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει κέγχρον ἢ μελίνην ἢ ἔλυμον. | ] |
| nu | 26 | [ | Νάνος· ἐπὶ τῶν μικρῶν, παρὰ Νεοκλείδῃ καὶ Ἀριστοτέλει. καὶ ὁ Θεόφραστος· ὡς νάνον καὶ αἰδοῖον ἔχοντα μέγα. οἱ γοῦν νάνοι μέγα αἰδοῖον ἔχουσι. Νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων. καὶ ναννοφυεῖς. οἱ δὲ κολοβοὶ τῶν ἵππων ἰννοί. οἱ πλείους τῶν ὕστερον γίννους τούτους γράφουσι. δοκεῖ παρὰ τὸ ἐστερῆσθαι τοῦ ἄνω εἰρῆσθαι ἡ λέξις· κατακύπτει γὰρ τὰ κυρίως νάνα, καθὰ καὶ τὰ βρέφη, ὧν καὶ μείζω τὰ ἄνω. | ] |
| nu | 398 | [ | Νικόμαχος, Σταγειρίτης, φιλόσοφος, υἱὸς μὲν Ἀριστοτέλους τοῦ φιλοσόφου, μαθητὴς δὲ Θεοφράστου, ὡς δέ τινες καὶ παιδικά. ἔγραψεν Ἠθικῶν βιβλία ϛʹ, καὶ περὶ τῆς φυσικῆς ἀκροάσεως τοῦ πατρὸς αὐτοῦ. | ] |
| omicron | 201 | [ | Ὁλοσχοίνῳ· Αἰσχίνης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. Θεόφραστος δὲ τρία εἴδη σχοίνου φησίν, ὧν ὁ τρίτος μεγέθει καὶ εὐσαρκίᾳ διαφέρων ὁλόσχοινος καλεῖται. | ] |
| omicron | 512 | [ | Ὀργεῶνας· Ἰσαίου λόγος ἐστὶν ὡς ὀργεῶνας. ὀργεῶνες δέ εἰσιν οἱ ἐπὶ τιμῇ θεῶν ἢ ἡρώων συνιόντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζόμενα ὁρᾶν· ἢ παρὰ τὸ ὀρέγειν τὼ χεῖρε· ἢ παρὰ τὰ ὄργια· ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν. οἱ μέντοι ποιηταὶ ἔταττον τοὔ νομα ἁπλῶς ἐπὶ τῶν ἱερέων. μήποτε δὲ ὕστερον νενομίσθαι τὸ ἐπὶ τιμῇ τινας τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὀνομάζεσθαι, ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν. τῶν ἐξ Ἐλευσῖνος ὀργεώνων εἷς· φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. | ] |
| omicron | 721 | [ | Ὀσφραντικόν· ὀσφραντικὸν αἰσθητήριόν ἐστιν ἡ κατὰ τὰ ἐμπρόσθια τοῦ ἐγκεφάλου μαστοειδὴς ἀπόφυσις μετὰ τὰ ὁμοιοειδῆ ὀστέα ὡς ἐπὶ τὸ ἔνδον. γίνεται δὲ ἡ ἀντίληψις τῶν ὀσμῶν διὰ τῆς διόσμου τοῦ ἀέρος δυνάμεως. καὶ γὰρ δίοσμός ἐστιν ἡ διαπορθμευτικὴ δύναμις τῶν ὀσφραντῶν παρὰ Θεοφράστῳ, οὐκ ἔστι δὲ ἡ ῥὶς τὸ αἰσθητήριον, ἀλλ’ ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόφυσις ἢ ἀπόθεσις. κατέκειτ’ ὀσφραινόμενος. οἱ γὰρ ὑπὸ φόβου ἐκλυόμενοι ὀσφρήσει τὸν πόνον παύουσιν· ὁ δὲ πόνος αὐτοῖς ἐκ καρδίας γίνεται. | ] |
| omicron | 743 | [ | Ὅτι οἱ ἁλόντες ἐπ’ ἀκουσίῳ φόνῳ εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης τε ἐν τῷ κατὰ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων. | ] |
| phi | 105 | [ | Φαρμακός· ὄνομα κύριον. Λυσίας φησί. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακός, δῆλον· ἱερὰς γὰρ φιάλας τοῦ Ἀπόλλωνος κλέψας καὶ ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη· καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀποτμήματά ἐστιν. Ἴστρος ἱστορεῖ. Δημοσθένους δὲ ἐν τῷ κατὰ Ἀριστογείτονος λέγοντος, οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός· Δίδυμος προπερισπᾶν ἀξιοῖ τοὔ νομα. ἀλλ’ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν. Φαρμάκοντα δὲ Δημοσθένης κατὰ Στεφάνου ἔφη. ἔστι δὲ φαρμάκων ὁ ὑπὸ φαρμάκων βεβλαμμένος· ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμῳ ὑποσημαίνει. | ] |
| phi | 533 | [ | Φλέω· φλέως λοχμῶδες φυτόν· οὗ μνημονεύει καὶ Θεόφραστος, παραδηλῶν, ὅτι ποτάμιός ἐστι βοτάνη ὡς τὸ βούτομον. καὶ ἐν Ἀμφιαράῳ· πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων; Ἀριστοφάνης Βατράχοις· ἡλάμεθα διὰ κυπείρου καὶ φλέω, χαίροντες ᾠδῆς πολυκολύμβοισι μέλεσι. | ] |
| pi | 675 | [ | Παρμενίδης, Πύρητος, Ἐλεάτης, φιλόσοφος, μαθητὴς γεγονὼς Ξενοφάνους τοῦ Κολοφωνίου, ὡς δὲ Θεόφραστος Ἀναξιμάνδρου τοῦ Μιλησίου. αὐτοῦ δὲ διάδοχοι ἐγένοντο Ἐμπεδοκλῆς τε, ὁ καὶ φιλόσοφος καὶ ἰατρός, καὶ Ζήνων ὁ Ἐλεάτης. ἔγραψε δὲ Φυσιολογίαν δι’ ἐπῶν, καὶ ἄλλα τινὰ καταλογάδην, ὧν μέμνηται Πλάτων. | ] |
| psi | 109 | [ | Ψινάδες· παρὰ Θεοφράστῳ αἱ ῥοιάδες, αἱ ἄμπελοι. ἔνιοι τὰς δρυπεπεῖς ἐλαίας. | ] |
| rho | 186 | [ | Ῥίς· ὅτι οὐκ ἔστιν ἡ ῥὶς τὸ αἰσθητήριον τῶν ὀσφραντῶν, ἀλλ’ ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόθεσις παρὰ Θεοφράστῳ. καὶ ζήτει ἐν τῷ δίοσμος. καὶ τὸ πληθυντικὸν ῥῖνας. | ] |
| sigma | 1185 | [ | Στράτων, Λαμψακηνός, φιλόσοφος, Θεοφράστου γνώριμος καὶ διάδοχος, υἱὸς δὲ Ἀρκεσιλάου ἢ Ἀρκεσίου· ὃς ἐπεκλήθη Φυσικὸς διὰ τὸ παρ’ ὁντιναοῦν ἐπιμεληθῆναι τῆς φυσικῆς θεωρίας. καθηγήσατο δὲ καὶ Πτολεμαίου τοῦ ἐπικληθέντος Φιλαδέλφου. καὶ ἔγραψε βιβλία πολλά. | ] |
| sigma | 1337 | [ | Σύλλας, Σύλλου· ὄνομα κύριον. ὅτι ἐπὶ Σύλλα τοῦ ὑπάτου ὁ ἐμφύλιος Ῥωμαίων ἀνήφθη πόλεμος. ἐπισημῆναι δὲ τὴν τῶν μελλόντων κακῶν φορὰν Λίβιός φησι καὶ Διόδωρος. ἐξ ἀνεφέλου τοῦ ἀέρος καὶ αἰθρίας πολλῆς ἦχον ἀκουσθῆναι σάλπιγγος, ὀξὺν ἀποτεινούσης καὶ θρηνώδη φθόγγον. καὶ τοὺς μὲν ἀκούσαντας ἅπαντας ἔκφρονας ὑπὸ δέους γενέσθαι· τοὺς δὲ Τυρρηνῶν μάντεις μεταβολὴν τοῦ γένους καὶ μετακόσμησιν ἀποφήνασθαι σημαίνειν τὸ τέρας. εἶναι μὲν γὰρ ἀνθρώπων ηʹ γένη, διαφέροντα τοῖς βίοις καὶ τοῖς ἤθεσιν ἀλλήλων· ἑκάστῳ δὲ ἀφωρίσθαι χρόνον ὑπὸ τοῦ θεοῦ, συμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. τῆς γοῦν προτέρας περιόδου τελευτώσης καὶ ἑτέρας ἐνισταμένης, κινεῖσθαί τι σημεῖον ἐκ γῆς ἢ οὐρανοῦ θαυμάσιον, ὃ δῆλον εὐθὺς τοῖς τὰ τοιαῦτα σοφοῖς γίνεσθαι, ὅτι καὶ τρόποις ἄλλοις καὶ βίοις ἄνθρωποι χρώμενοι γεγόνασι καὶ θεοῖς ἧττον τῶν προτέρων μέλονται. ταῦτα μὲν οὖν εἴτε οὕτως εἴτε ἄλλως πως ἔχει, σκοπεῖν παρίημι. ὅτι Σύλλας ὁ ὕπατος ἀπάρας ἐξ Ἐφέσου προσσχών τε ταῖς Ἀθήναις ἐνδιέτριψε τῇ πόλει χρόνου τινὸς καὶ τὴν Ἀπελλικῶντος τοῦ Τηΐου καταλαβὼν ἐνταῦθα βιβλιοθήκην ἀνείλετο· ἐν ᾗ πλεῖστα τῶν Ἀριστοτέλους καὶ Θεοφράστου βιβλίων ἦν, οὔπω τότε τοῖς πολλοῖς, ᾗ φησι Πλούταρχος, γνωριζόμενα, ἀλλ’ ἐντεῦθεν ἐς τὴν τῶν ἀνθρώπων ἐκφοιτήσαντα γνῶσιν. ὅτι Σύλλας ὁ ὕπατος ἐπιλογισμὸν τῶν ἑαυτοῦ πράξεων ποιήσας Εὐτυχῆ ἑαυτὸν ἐκάλει καὶ ἔγραφε. καί ποτε Λαβερία, Ῥωμαία γυνὴ οὐκ ἀφανής, ἐξόπισθεν τοῦ Σύλλου πορευομένη ἐπιβάλλει τὴν χεῖρα καὶ κροκύδα τοῦ ἱματίου σπᾷ. τοῦ δὲ ἐπιστραφέντος, οὐδὲν δεινόν, εἰπεῖν, αὐτόκρατορ· ἀλλὰ βούλομαι τῆς σῆς κἀ γὼ μικρὸν εὐτυχίας μεταλαβεῖν. τὸν δὲ ὑπερησθῆναί τε τῷ ῥηθέντι καὶ μετὰ μικρὸν ἀγαγέσθαι ταύτην γυναῖκα, τῆς Μετέλλης ἤδη τεθνηκυίας. | ] |
| sigma | 1687 | [ | Συστομώτερον σκάφης· τάσσεται ἐπὶ τῶν διὰ τὸ ἀγεννὲς σιωπώντων· Θεόφραστος γὰρ ἐν τῷ Περὶ νόμων εἰρῆσθαι ἀπὸ τοῦ τοὺς μετοίκους Ἀθήνησιν ἐν ταῖς δημοτελέσι πομπαῖς σκάφας φέροντας πομπεύειν· καὶ ὁπότε δὲ ἐβούλοντο μέτοικον δηλῶσαι, ἢ σκάφην ἔλεγον ἢ σκαφηφόρον. διὰ δὲ τὸ ἀπαρρησίαστον εἶναι, συστομώτερον ποιήσειν ἀπειλεῖν σκάφης. | ] |
| tau | 547 | [ | Τιάρα· κόσμος ἐπικεφάλαιος, ἣν οἱ βασιλεῖς μόνοι ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις, οἱ δὲ στρατηγοὶ κεκλιμένην. καὶ Δημάρατος ὁ Λακεδαιμόνιος, ὃς δὴ μετὰ Ξέρξου ἦλθεν ἐπὶ τὰς Ἀθήνας, ἐπί τινος εὐημερίας συγχωρήσαντος αὐτῷ τοῦ βασιλέως ὃ θέλει αἰτήσασθαι, ᾐτήσατο ἐν ὀρθῇ τῇ τιάρᾳ εἰς Σάρδεις εἰσελάσαι· ὡς Φύλαρχος ἐν ιʹ. τὸ δ’ αὐτό φασιν εἶναι καὶ κίταριν. Θεόφραστος δ’ ἐν τῷ Περὶ βασιλείας Κυπρίων τὴν κίταριν, ὡς διάφορον. | ] |
| tau | 1160 | [ | Τυμβογέροντες· πέμπτη ἡλικία γερόντων, ὡς καὶ Θεόφραστος. παραπλῆγες καὶ τῇ διανοίᾳ παρηλλαγμένοι. | ] |
| theta | 199 | [ | Θεόφραστος, Μελάντα γναφέως, οἱ δὲ Λέοντος· ἀπὸ Ἐρεσσοῦ, ἀκουστὴς Ἀριστοτέλους καὶ διάδοχος τῆς σχολῆς τῆς ἐν τῷ περιπάτῳ ὑπ' αὐτοῦ καταλειφθείσης εἰς Χαλκίδα ἐκδημήσαντος. οὗτος πρότερον ἐκαλεῖτο Τύρταμος· διὰ δὲ τὸ θείως φράζειν ὑπ' Ἀριστοτέλους ἐκλήθη Εὔφραστος, εἶτα Θεόφραστος· ὥσπερ Πλάτων διὰ τὸ ἐν τοῖς λόγοις πλάτος τοῦτο ἐπωνομάσθη, πρότερον καλούμενος Ἀριστοκλῆς. μαθητὰς δὲ ἔσχε πλεῖον ἢ ͵βʹ, ἐρώμενον δὲ τὸν Ἀριστοτέλους υἱὸν τοῦ φιλοσόφου Νικόμαχον. ἐτιμήθη δὲ παρὰ Κασσάνδρῳ τῷ Ἀντιπάτρου, καὶ τελευτᾷ κατάπονος ὑπὸ τοῦ ἀεὶ γράφειν γενόμενος, εἶτα ἐνδοὺς ἐπὶ βραχείας ἡμέρας διὰ μαθητοῦ γάμους. βιβλία δὲ αὐτοῦ πάμπλειστα, ὧν καὶ ταῦτα· Ἀναλυτικῶν προτέρων τρία, Ἀναλυτικῶν ὑστέρων ζʹ, Ἀναλύσεως συλλογισμῶν, Ἀναλυτικῶν ἐπιτομήν, Ἀνηγμένων τόπων, Περὶ λίθων, Περὶ φυτῶν, Περὶ μετάλλων, Περὶ ὀδμῶν· καὶ ἄλλα. | ] |
| theta | 200 | [ | Θεόφραστος ἕως ἐπόνει μὲν δέμας ἄπηρος ἦν, εἶτ ' ἀνεθεὶς κάτθανε πηρομελής. | ] |
| theta | 262 | [ | Θέσεις· αἱ καταβολαὶ τῶν πρυτανείων, ὅπερ μισθὸς ἦν τῆς εἰσαγωγῆς τῆς δίκης. Ἀριστοφάνης· ἵν ' αἱ θέσεις γίνοιντο τῇ νουμηνίᾳ. Εὐνάπιος· τῶν δὲ Ῥωμαίων ἐπ' αὐτὸ τοῦτο βιαζομένων ἄπορον αὐτοῖς ἀποδεῖξαι καὶ πλῆθος καὶ θέσιν καὶ βέλη καὶ μηχανὰς καὶ μεγέθη ποταμῶν, πρὸς τὸ μὴ πάντως ἡττᾶσθαι σφῶν, καὶ ὁμολογεῖν εἶναι χείροσιν. ἔλεγε Κράντωρ ὁ φιλόσοφος, τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. | ] |
| upsilon | 633 | [ | Ὑποφόνια· τὰ ἐπὶ τῷ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ ἀναιρεθέντος ὑπὸ τοῦ τὴν αἰτίαν ἔχοντος, ὅτι ἀνῄρηκεν, ἵνα μὴ ἐπεξίωσιν, ἐπὶ τῷ μὴ ἐπεξέρχεσθαι μηδὲ γενέσθαι τὴν τοῦ φόνου δίκην ὑποφόνια καλεῖται. οὕτως Δείναρχος καὶ Θεόφραστος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: