Aeschines) - urn:cts:greekLit:tlg0026Athens (Wikidata)
Kothokidai (Wikidata) (Pleiades)
politician (Wikidata)
diplomat (Wikidata)
orator (Wikidata)
writer (Wikidata)
philosopher (Wikidata)
urn:cts:greekLit:tlg0026.suda001 -
Against Ctesiphon
urn:cts:greekLit:tlg0026.suda002 -
Against Timarchus
urn:cts:greekLit:tlg0026.suda003 -
On the False Embassy
| alpha | 360 | [ | Ἀγρίους: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ οὕτως ὠνόμασε. καὶ Μένανδρος δὲ ἄγριον εἶπε κυβευτὴν τὸν λίαν περὶ τὸ κυβεύειν ἐσπουδακότα. ἀγρίους καὶ κολλοποδιώκτας ἐκάλουν οἱ παλαιοὶ τοὺς παιδεραστάς. ὅτι ἐκωμῳδοῦντο οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί· καὶ ζήτει ἐν τῷ δραχαρνεῦ. | ] |
| alpha | 598 | [ | Ἀζήτητον: τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον. οὕτως Αἰσχίνης. | ] |
| alpha | 1458 | [ | Ἅμα· δοτικῇ. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα ἔταξε, καὶ ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατος τοῖς εὖ φρονοῦσιν οἰκτρός· τοῦτο γὰρ ἅμα τῷ γενέσθαι πάντων κατέγνωσται. Αἰσχίνης δὲ ἐπὶ τοῦ κατὰ τὸν αὐτὸν καιρὸν ἐν τῷ κατὰ Κτησιφῶντος· ὡς ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰς αὐτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ παρὰ τῷ Ἀντιφῶντι δὲ τὸ ἅμα κεῖται ἐπὶ τὸ αὐτό. φησὶ γὰρ ἐν Προοιμίοις· ἀλλ’ εἰ τότε πρᾶγμά μοι κρεῖττον φαίνεται, ἅμα τε μαρτυρία ἀρετῆς πράξομαι. καὶ παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στεφάνου· πάσαις δὲ λοιδορίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου. | ] |
| alpha | 1823 | [ | Ἀναγεῖς: διὰ μὲν τοῦ α τοὺς ἀνάγνους, διὰ δὲ τοῦ ε τοὺς ἐνόχους ἄγει καὶ μιάσματι. οὕτως Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | ] |
| alpha | 2661 | [ | Ἀντιγραφεύς: ὅμοιος τῷ γραμματεύς. ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι αὐτά. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος, ἀλλὰ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Kτησιφῶντος. δύο δὲ ἦσαν, ὁ μὲν τῆς διοικήσεως, ὁ δὲ τῆς βουλῆς. ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον· ἐπὶ τῶν τοιούτων γὰρ λέγεται ἀντιγραφή. κοινῶς δὲ τὰ ἐν ταῖς δημοσίαις δίκαις τῶν δικαζομένων γράμματα. καὶ λέγεται ὁμοίως τά τε τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος ἀντιγραφή. λέγεται δὲ οὕτως καὶ τὰ μαρτύρια. Πλάτων μέντοι ἐν τῇ Σωκράτους [+] Ἀπολογίᾳ ἀντῶμοσίαν καὶ ἀντιγραφὴν τὸ αὐτὸ λέγει. | ] |
| alpha | 3253 | [ | Ἀποβλεπόμενοι: ἀντὶ τοῦ θαυμάζοντες. οὕτως Αἰσχίνης. | ] |
| alpha | 3367 | [ | Ἀπόκριναι· δοτικῇ. ἀποκρίθητι. Δημοσθένης· ἀπόκριναι δεῦρό μοι παρελθών. Ἀποκρινεῖται δὲ λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μένανδρος Κανηφόρῳ· ἃ δ’ ἀποκρινεῖται, κὰν ἐγὼ λέγοιμί σοι. Ὑποβολιμαίᾳ· ὡς μηδὲν ἀποκρινούμενα δ’ οὕτω λαλεῖν. καὶ Ἀπόκρισις, ἡ ἀπολογία. οὕτως Λυσίας καὶ Ἀντιφῶν. ἀλλὰ καὶ Δημοσθένης ὁμοίως λέγει ἐν τῷ κατ’ Αἰσχίνου [+]· ἀπόκριναι, λέγων, δεῦρό μοι παρελθών. | ] |
| alpha | 3760 | [ | Ἀργάς: ὁ δεινότατος παρ’ ἡλικίαν ἀργὰς καλεῖται. τούτῳ ἀφομοιοῦσθαι ὑπὸ Αἰσχίνου τὸν Δημοσθένην. ἄλλοι δὲ τὸν δεινότατον καὶ θηριώδη τὸν τρόπον. καὶ μάλιστα Ἀργεῖοι τὸν ὄφιν ἀργὰν ἐκάλουν. Τίμαρχος δὲ ὁ Ῥόδιος οὐ κατὰ γλῶτταν οὕτω καλεῖσθαί φησιν, ἀλλὰ γένος εἶναι ὄφεων τοὺς ἀργάς. | ] |
| alpha | 4072 | [ | Ἀρχαῖον: ἐχρήσαντο οἱ ῥήτορες τῷ ἀρχαίῳ ἐπὶ τοῦ δανειζομένου τὸ ἀργύριον, ὅπερ ἔνιοι κατά τινα συνήθειαν κεφάλαιον ὀνομάζουσι. Δημοσθένης ἐν τῷ κατὰ Νικοστράτου· δανείσας ἀργύριον Ἄρχιππον οὐχ οἷός τε ἦν αὐτὸ ἀπολαβεῖν, οὔτε τόκον οὔτε τὸ ἀρχαῖον. παρείληπται δὲ καὶ ἐπὶ τοῦ παλαιοῦ. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ὁ δὲ Σόλων, ὁ τῶν νομοθετῶν μάλιστα εὐδοκιμῶν, γέγραφεν ἀρχαίως. καὶ πάλιν· οὕτως ἦσαν σώφρονες οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορες, ὁ Περικλῆς, Θεμιστοκλῆς καὶ Ἀριστείδης. τάττεται δὲ παρὰ κωμικοῖς καὶ ἐπὶ τοῦ εὐήθους. | ] |
| alpha | 4140 | [ | Ἀσέλγεια: ἀντὶ τοῦ πολυτέλεια. οὕτως Αἰσχίνης. ἢ Ἀσέλγεια, πορνεία, ἀκαθαρσία. μιαρία. παρῆκται δὲ, ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν. καὶ Ἀσελγὲς οὐ μόνον ἐπὶ τοῦ ἀκολάστου ἔταττον οἱ παλαιοὶ, ἀλλ’ ἔστιν ὅτε καὶ ἐπὶ τοῦ μεγάλου. καὶ γὰρ ἄνεμον ἀσελγῆ λέγουσι· καὶ Ἀσελγόκερως τράγος, ὁ μέγας. ἢ Ἀσελγόκερως, ὁ κυρίττων. πίονές εἰσιν ἀσελγῶς· Ἀριστοφάνης φησὶν ἐν Πλούτῳ. ἀντὶ τοῦ κατωφερεῖς. θορυβούμενοι καὶ κεκραγότες μετὰ ἀσελγείας, οἷον οἱ κόρακες λαρυγγίζουσιν. ἀντὶ τοῦ μεγάλως φωνοῦσι. καὶ Ἀσελγής, ἐπὶ ἀνέμου ὁ σφοδρῶς πνέων. πολὺς δὲ καὶ ἀσελγὴς τίκτεται ἐκεῖθι( φησὶν Αἰλιανὸς ἐν τῷ περὶ ποικίλης ἀφηγήσεως) · γένεσις δὲ αὐτῷ αὐλῶνες βαθεῖς καὶ φάραγγες, δι’ ὧν ὠθούμενος ἐκτείνει λαβρότατος. | ] |
| alpha | 4440 | [ | Αὔλια: ἀντὶ τοῦ ἔπαυλις. ἢ ἀντὶ τοῦ τὰς μικρὰς αὐλάς. οὕτως Λυσίας καὶ Αἰσχίνης. | ] |
| alpha | 4639 | [ | Ἀφοσιούμεθα: τὸ ὅσιον προσποιούμεθα δῆθεν. καὶ Ἀφοσιούμενος, πληροφορῶν, ποιήσας τὴν ὁσίαν. ὁ δὲ ἀφοσιεύμενος τὴν ἐξόρκωσιν τοῦ ἐπάρχου ἐμηχανᾶτο τοιάδε. καὶ Ἀφοσιούμενοι, ἀντὶ τοῦ τιμῶντες. ἢ τὸ ὅσιον ποιοῦντες καὶ καθαρὸν καὶ τὸ ὀφειλὸμενον. διὰ τοῦτο καὶ τὴν ὁσίαν ἐπὶ τῶν ἀπελθόντων φαυέν· τουτέστιν οὐδὲν ὀφείλομεν αὐτοῖς λοιπόν, οὐκ ἐσμὲν ὑπεύθυνοι. οὕτως ἡμῖν ἔθος λέγειν, καὶ τὸ ἀφοσιώσασθαι καὶ ὅσα τοιαῦτα, τουτέστιν οὐκ εἰμὶ ὑπεύθυνος. καὶ Ἀφοσιῶ, ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφαγνίζω, Αἰσχίνης. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ οἷον ἀπάρξασθαι ἢ σχηματίσασθαι, Ἰσαῖος λέγει. καὶ Ἀφοσιώσας, καθάρας, ἢ ξενώσας· ἢ τὴν ὁσίαν ποιῶν, τουτέστι κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. καὶ Ἀφοσιῶσαι, καθαίρειν. καὶ Ἀφοσιώσεται, ἀπάρξεται. καὶ Ἀφοσιοῦσθαι, ἀποκαθαίρεσθαι ὁσίας, καὶ τὸ μὴ περιεργάζεσθαι μηδὲ φιλοτιμεῖσθαι. ὅσια δὲ λέγεται ἄλφιτα, δεδευμένα ἐλαίῳ καὶ οἴνῳ· καὶ κύρια καὶ δίκαια. καὶ Ἀφοσίωσις, ἀνάθεσις. καὶ Ἀφοσιωσάμενοι, δικαιωσάμενοι. καὶ Ἀφοσιώμενοι, τιμῶντες, ἢ ἀπαρχόμενοι. ὡς δὲ ᾔσθετο σαφῶς ἀποσειόμενον καὶ μόνον ἀφοσιούμενον τὸν Ἰσίδωρον, ᾤχετο ἀπιὼν, καὶ οὐκέτι προσῄει. | ] |
| alphaiota | 347 | [ | Αἰσχίνης, Ἀθηναῖος, ῥήτωρ, υἱὸς Ἀτρομήτου καὶ Γλαυκοθέας, μαθητὴς δὲ κατὰ τὴν ῥητορικὴν Ἀλκιδάμαντος τοῦ Ἐλεάτου. τινὲς δὲ καὶ δούλους τοὺς γονεῖς αὐτοῦ γεγραφήκασιν. οὗτος ἐπειδὴ συναίρων ἐν δίκῃ τινὶ διέφθειρε τοὺς δικαστάς, ἐμβληθεὶς ἅμα αὐτοῖς ἐν τῷ δεσμωτηρίῳ καὶ κώνειον πιὼν ἀπέθανεν, καὶ τὰ πράγματα αὐτῶν ὡς ἀτέκνων ἐδημοσιώθη. ᾤκησε μέντοι ἐν Ῥόδῳ καὶ ἐπαίδευσεν, ἡσσηθεὶς ὑπὸ Δημοσθένους τὸν περὶ τοῦ στεφάνου ἀγῶνα. πρῶτος δὲ πάντων τὸ θείως λέγεις ἤκουσε διὰ τὸ σχεδιάζειν, ὡς ἐνθουσιῶν. | ] |
| alphaiota | 348 | [ | Αἰσχίνης, Ἀθηναῖος, Ἀτρομήτου γραμματοδιδασκάλου καὶ Λευκοθέας τῆς τελεστρίας, αὐτὸς ὑποκριτής, εἶτα γραμματεύς, εἶτα ῥήτωρ, προδότης, ὁ Κερσοβλέπτην καὶ Φωκέας προδούς. γραψάμενος δὲ παρανόμων Κτησιφῶντα, στεφανοῦν γράψαντα Δημοσθένην, ἡττήθη καὶ ἔφυγεν εἰς Ῥόδον καὶ ἐπαίδευσεν ἐκεῖ. | ] |
| chi | 586 | [ | Χρυσοχοεῖον· Δείναρχός φησι· πάλιν παρ’ Αἰσχίνην ἀποφοιτήσας, παρὰ τούτῳ δηλονότι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ’ οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων· τί δέ; ἦδ’ ὃς ὁ Θρασύμαχος, χρυσοχοεῖ. ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν· ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τῶν Ἀθηναίων, ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δὲ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ’ αὐτούς· ἄπρακτοι δὲ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες, σὺ δὲ ᾤου χρυσοχοήσειν. ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ ὑπὸ τῶν κωμικῶν. Εὔβουλος γοῦν φησιν· ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα. | ] |
| delta | 288 | [ | Δεῦρο· τοῦτο τὸ ἐπίρρημά τινες ἐπὶ χρόνου τετάχθαι νομίζουσιν. οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται· ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καὶ παρασχεῖν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ. καὶ Ἀντιφῶν ἐν τῇ Παρανόμων κατηγορίᾳ· ναυμάχους ὡς περὶ δωρεῶν μὲν εἰπεῖν κατάγειν δεῦρο. καὶ Δείναρχος ἐν τῷ κατὰ Λεωχάρους· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸς ὑμᾶς ἐρῶ. καί μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλεσον. καὶ Δημοσθένης· ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. καὶ ἄλλοι ἕτεροι. | ] |
| epsilon | 226 | [ | Ἐδημοσίωσαν· δημόσιον ἐποίησαν. ὁ δὲ Θευδέριχος ἐπὶ Ζήνωνος ἐδημοσιώθη χιλίας καμήλους προπέμψας χρυσίου καὶ ἀργυρίου. καὶ αὖθις· ὁ δὲ Αἰσχίνης, ἐπειδὴ συναίρων ἐν δίκῃ τινὶ διέφθειρε τοὺς δικαστάς, ἐμβληθεὶς ἅμα αὐτοῖς ἐν δεσμωτηρίῳ καὶ κώνειον πιὼν ἀπέθανε, καὶ τὰ πράγματα αὐτῶν ὡς ἀτέκνων ἐδημοσιώθη. | ] |
| epsilon | 473 | [ | Ἐκκλητεύειν· τὸ εἰς κρίσιν ἄγειν, ἵνα ἐπάναγκές τις μαρτυρῇ. οὕτως Αἰσχίνης. | ] |
| epsilon | 1089 | [ | Ἐναγεῖς· διὰ τοῦ ε τοὺς ἐνόχους ἄγει καὶ μιάσματι. ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· διὰ δὲ τοῦ α ἀναγεῖς, τοὺς ἀνάγνους. | ] |
| epsilon | 1510 | [ | Ἐξάγιστος· ἀντὶ τοῦ λίαν ἐναγής. Αἰσχίνης δὲ ἐπί τινος λιμένος εἴρηκε τοὔ νομα. | ] |
| epsilon | 1515 | [ | Ἐξαγώνιος· ἔξω τοῦ ἀγῶνος. οἱ μὲν πολλοὶ τοὺς ἐν ταῖς σκηναῖς ἀγωνιζομένους οἴονται καλεῖσθαι δεῖν, ὅταν ἢ παραλείπωσί τι τῶν ἐξ ἀνάγκης ῥήσεων ἢ ποιεῖν τι παρὰ τὸ προσῆκον. Αἰσχίνης δὲ ἐπὶ τῶν ἔξω τοῦ ἀγῶνος λεγομένων λόγων, τουτέστιν οὐ προσηκόντων εἰρῆσθαι. | ] |
| epsilon | 1885 | [ | Ἑωλοκρασία· τὸ χθιζὸν βρῶμα κυρίως. ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτερεύουσι κατασχεῖν τῶν κοιμωμένων τῶν ἑώλων δείπνων τοὺς ζωμούς, πρὸς τοιαύτην παιδιὰν κεκραμένους. ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος ἀπὸ τῶν ἑώλων, ἅ ἐστιν ἀρχαῖα· ὅτι πράγματα ἀρχαῖα συγκεράσας κατηγορεῖ ὁ Αἰσχίνης. | ] |
| epsilon | 2417 | [ | Ἐπικράτης, Ἀθηναίων δημαγωγός, Ἔφορος ἐπικαλούμενος· οὗ καὶ Δημοσθένης ἐν τῷ Παραπρεσβείας μνημονεύει. ἕτερος δέ ἐστιν, οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ διοικήσεως· ὅν φασι κεκτῆσθαι ταλάντων χʹ οὐσίαν. ἄλλος δέ ἐστιν Ἐπικράτης, Αἰσχίνου τοῦ ῥήτορος κηδεστής· ᾧ ἐπώνυμον Κυρηβίων, ὡς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+]. | ] |
| epsilon | 2435 | [ | Ἐπιλαχών· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· οὔτε λαχὼν οὔτ’ ἐπιλαχών, ἀλλ’ ἐκ παρασκευῆς πριάμενος. τοιοῦτον δέ ἐστι τὸ λεγόμενον. ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι. ἔπειτα ἑκάστου τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵνα, ἐὰν ὁ προλαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ’ ἐκείνου γένηται βουλευτὴς ἢ ἄρχων ὁ ἐπιλαχών. | ] |
| epsilon | 3177 | [ | Ἐσπαθᾶτο· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+] ἀντὶ τοῦ ἀπώλλυτο. παρὰ τὴν σπάθην. ἢ τὸ ἐρρίπτετο, ἢ διεκόπτετο· ἢ ἀντὶ τοῦ συνετίθετο. ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης, ἥτις συντίθησι τὰ ὑφαινόμενα. | ] |
| eta | 40 | [ | Ἡγεμονία δικαστηρίου· Αἰσχίνης κατὰ Κτησιφῶντος. ἀλλὰ καὶ πρὸς ἄλλους τῶν ἀρχόντων ἐλαγχάνοντο δίκαι· τὰς δὲ ἀπενεχθείσας αἱ ἀρχαὶ κατὰ τὸν αὐτὸν ἑκάστη νόμον εἰσῆγον εἰς δικαστήριον ἡγουμένη καὶ προεστῶσα. οἷον πρὸς μὲν τὸν Ἄρχοντα αἱ τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων· πρὸς δὲ τὸν Βασιλέα αἱ τῆς ἀσεβείας· πρὸς δὲ πολέμαρχον ἀπροστασίου τε καὶ ἀπρονοησίου· πρὸς δὲ τοὺς θεσμοθέτας αἱ τῆς ξενίας τε καὶ δωροξενίας καὶ συκοφαντίας καὶ ψευδεγγραφῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ ἐπιβουλεύσεως καὶ ἄλλων. | ] |
| eta | 458 | [ | Ἡράκλεια· πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+] ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει μνημονεύει. ταῦτα γὰρ διὰ τιμῆς μάλιστα ἦγον Ἀθηναῖοι. | ] |
| gamma | 423 | [ | Γραμματοκύφων: ἀντὶ τοῦ ταπεινὲ γραμματεῦ· κυρίως γὰρ κύφων τὸ ξύλον καλεῖται. Δημοσθένης καὶ ἄλλα σκώπτει τὸν Αἰσχίνην καὶ γραμματοκύφωνα, ὃν καὶ υἱὸν εἶναί φησιν ὄνομα μὲν Τρόμητος, διδασκάλου δὲ τῶν πρώτων γραμμάτων. | ] |
| iota | 265 | [ | Ἱκετηρία· ὁ θαλλὸς τῆς ἐλαίας. ὁ δὲ Αἰσχίνης ἐν τῇ Ἀπολογίᾳ. ἱκετηρία καλεῖται ἐλαίας κλάδος, στέμματι ἐστεμμένος. | ] |
| iota | 607 | [ | Ἶσα βαίνων Πυθοκλεῖ· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+]· ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μὴ βραχὺ ἀφιστάμενος. καὶ Μένανδρος· παρ’ αὐτὸν ἴσα βαίνουσα ἑταίρα πολυτελής. ἶσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν, ἐπὶ τῶν ἀμφιβόλων πραγμάτων καὶ δυσελπίστων. Ἀριστοφάνης Ὄρνισι. | ] |
| iota | 624 | [ | Ἴσαι ψῆφοι· Αἰσχίνης κατὰ Κτησιφῶντος· ἕτερος δὲ πλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκε, πρῴην μέν ποτε εἰσηγγέλθη, καὶ ἶσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο. εἰ δὲ μία ψῆφος ὑπερέπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν. | ] |
| kappa | 1442 | [ | Κεφάλαιον· ἔνιοι τῶν ῥᾳθύμως ἐντετυχηκότων τοῖς ὑπὸ τῶν δέκα ῥητόρων γραφεῖσι λόγοις τὸ κεφάλαιον οἴονται παρειλῆφθαι ἐπὶ πράγματος καὶ λόγου μόνον· ὡς παρὰ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος· δι’ ἔνδειαν μὲν χρημάτων οἱ ξένοι Θηβαίοις τὴν ἄκραν οὐ παρέδοσαν· διὰ δὲ ἐννέα τάλαντα ἀργυρίου, πάντων Ἀρκάδων ἐξεληλυθότων, ἡ πρᾶξις οὐ γεγένηται. σὺ δὲ πλουτεῖς καὶ ταῖς ἡδοναῖς ταῖς ἑαυτοῦ χορηγεῖς καὶ τὸ κεφάλαιον, τὸ μὲν βασιλικὸν χρυσίον παρὰ τούτῳ. παρείληπται δὲ καὶ ἐπ’ ἀργυρίου τὸ κεφάλαιον· ὡς ὁ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· καὶ τόκον ἤνεγκαν Δημοσθένει τοῦ δωροδοκήματος, δραχμὴν τοῦ μηνὸς τὰς μνᾶς, ἕως τὸ κεφάλαιον ἀπέδοσαν. | ] |
| kappa | 1443 | [ | Κεφάλαιον· παραλαμβάνεται ἐπὶ γράμματος καὶ λόγου καὶ ἀργυρίου. οὕτως Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Δημοσθένης ἐν τῷ πρὸς Ἄφοβον. | ] |
| kappa | 1659 | [ | Κιρραῖον πεδίον· Κίρρα πόλις, ἀπέχουσα Δελφῶν λʹ σταδίους. ἔοικεν οὖν Αἰσχίνης Κιρραῖον πεδίον καλεῖν τὸ παρακείμενον ταύτῃ τῇ πόλει. καὶ Κιρραῖος, ὁ πολίτης. | ] |
| kappa | 1804 | [ | Κλιμακίζειν· μέμνηται Δείναρχος ἐν τῇ ὑπὲρ Αἰσχίνου [+] εἰσηγορίᾳ, λέγων· οὗτος κλιμακίζει τοὺς νόμους. ἔστιν δὲ οἷον παράγει καὶ διαστρέφει· ἴσως ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος, ἥτις οὖσα ὄργανον βασανιστικὸν διαστρέφει τὰ σώματα τῶν βασανιζομένων. καὶ Ἀριστοφάνης· βασάνιζε πάντα τρόπον· ἐν κλίμακι δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δαίρων, στρεβλῶν, ἔτι δ’ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθείς, πάντα τ’ ἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. | ] |
| kappa | 2524 | [ | Κτησιφῶν· εἷς τῶν δέκα πρέσβεων τῶν μετὰ Δημοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων. ἕτερος δ’ ἂν εἴη ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγραφὼς Δημοσθένει, καθ’ οὗ καὶ λόγος ἐστὶ τῷ Αἰσχίνῃ. | ] |
| kappa | 2754 | [ | Κυρηβίων καὶ Κυρηβίωνος· ἐπώνυμόν ἐστιν Ἐπικράτους, τοῦ Αἰσχίνου κηδεστοῦ. | ] |
| lambda | 752 | [ | Λοιδίας· ποταμὸς Μακεδονίας. Αἰσχίνης μέμνηται. | ] |
| mu | 185 | [ | Μαργίτης· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· ἐπωνυμίαν Ἀλεξάνδρῳ Μαργίτην ἔθετο. ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτως. | ] |
| mu | 1440 | [ | Μύριοι ἐν Μεγαλοπόλει· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+]. συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάντων, οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. | ] |
| nu | 238 | [ | Νεῶσι· Δημοσθένης κατ’ Αἰσχίνου [+]. πόλις ἐστιν ἐν τῇ Φωκίδι. Ἡρόδοτος μὲν ἐν ηʹ Νεῶνα ὀνομάζει, Ἀνδροτίων δὲ ἐν ϛʹ Ἀτθίδος Νεῶνας. | ] |
| nu | 381 | [ | Νίκαια· Αἰσχίνης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. ἔστι δὲ πόλις Λοκρίδος ἐπιθαλαττίδιος. | ] |
| omicron | 201 | [ | Ὁλοσχοίνῳ· Αἰσχίνης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. Θεόφραστος δὲ τρία εἴδη σχοίνου φησίν, ὧν ὁ τρίτος μεγέθει καὶ εὐσαρκίᾳ διαφέρων ὁλόσχοινος καλεῖται. | ] |
| omicron | 245 | [ | Ὁμηρεύοντας· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἄνω πεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρῳ. ἦσαν δὲ νʹ. | ] |
| omicron | 570 | [ | Ὀρθῆς δὲ τῆς πόλεως οὔσης ἐπὶ τούτοις· ἀντὶ τοῦ κεκινημένης καὶ πεφοβημένης. Ὑπερίδης φησίν· ὀρθῆς δ’ ἡμῖν τῆς πατρίδος οὔσης. Αἰσχίνης δὲ ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀκεραίου. καὶ Πολύβιος· τούτων δὲ προσαγγελθέντων τοῖς Καρχηδονίοις, ὀρθὴ καὶ περίφοβος ἦν ἡ πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων. | ] |
| omicron | 736 | [ | Ὅτι ξένους τινὰς ἑαυτῷ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργίῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος, Αἰσχίνης μὲν ἐν τῷ Παραπρεσβείας φησίν. ὁ δὲ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+] λέγει, ὅτι τὰς Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο· καὶ ἔοικε μᾶλλον ἀληθεύειν. καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον [+] ἐπιστολῶν λέγει· Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. | ] |
| omicroniota | 51 | [ | Οἴκημα· ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος, ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης. ἀπ’ εὐθείας τῆς οἰκεύς, ἤγουν οἰκέτης. | ] |
| phi | 436 | [ | Φιλοῦργος· οὗτος ἄσωτος ὢν ἐφωράθη ἐν Ἀθήναις τὰ ἱερὰ συλήσας καὶ τὸ Γοργόνειον ὑφελόμενος, ὡς Ἰσοκράτης λέγει. μέμνηται τούτου Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | ] |
| phi | 465 | [ | Φιμοί· Αἰσχίνης κατὰ Τιμάρχου· καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα. φιμὸς δέ ἐστιν ὁ καλούμενος κημός, εἰς ὃν ἐνεβάλλοντο. Δίφιλος δέ φησιν· ἕλκ’ ἐς μέσον τὸν φιμόν, ὡς ἂν ἐμβάλῃ. | ] |
| phi | 771 | [ | Φρύνωνος· ὄνομα κύριον. οὗτος τῶν δέκα πρέσβεων εἷς ἦν τῶν μετὰ Αἰσχίνου καὶ Δημοσθένους. | ] |
| pi | 281 | [ | Παραβάλοιτο· ἀντὶ τοῦ παραπέμψαιτο. Αἰσχίνης κατὰ Κτησιφῶντος. | ] |
| pi | 304 | [ | Παραγγελία· παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε. καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ κατὰ Κτησιφῶντος· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παράταξιν ὅση γεγένηται, καὶ τὰς κατὰ τὴν ἀγορὰν δεήσεις, αἷς κέχρηνταί τινες. Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἀποφάσει· καὶ τὰς ἰδίας παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις. | ] |
| pi | 636 | [ | Παρρησία· ἐξουσία, ἄδεια. οἱ δὲ τῇ μαχαίρᾳ τὴν παρρησίαν ἐδίδοσαν. οἱ ῥήτορες τῇ παρρησίᾳ κατεχρήσαντο ἐπὶ τῶν ὀνειδίζειν μελλόντων τοὺς ἀκούοντας, ὅταν οἱ διαλεγόμενοι τῶν οὐ δεόντως ποτὲ πεπραγμένων μνημονεύωσιν· ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· Νικόδημος δὲ ὑπὸ Ἀρισταγόρου τετελεύτηκε βιαίῳ θανάτῳ, ἐκκοπεὶς ὁ δείλαιος ἀμφοτέρους τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν ἐκτμηθείς, ᾗ ἐπαρρησιάζετο, πιστεύων τοῖς νόμοις. καὶ ἐν τῷ τῆς παραπρεσβείας· προῄρημαι δὲ παρρησιάσασθαι καὶ ἐλευθέρως ἅμα καὶ τἀληθῆ εἰπὼν σῴζεσθαι. | ] |
| pi | 803 | [ | Πατρῴων· πατρῷα λέγουσιν οἱ ῥήτορες, ὅταν αὐτοῖς ὁ λόγος ᾖ περὶ χρημάτων ἢ τόπων. Ἰσαῖος· ἀποφαίνω γὰρ ὑμῖν, ὡς οὐκ ἔστι τῆς ἐπικλήρου τὸ χωρίον τοῦτο, οὐδ’ ἐγένετο πώποτε, ἀλλ’ ὡς ἦν πατρῷον Λυσιμένει τῷ πατρὶ Μενεκράτους· ὁ δὲ Λυσιμένης ἔσχε τὰ πατρῷα πάντα. πάτρια δὲ λέγουσι τὰ ἔθη καὶ τὰ νόμιμα καὶ τὰ μυστήρια καὶ τὰς ἑορτάς. Ἀντιφῶν· τοῦτο δὲ τοὺς νόμους εἰδὼς πατρίους καὶ παλαιοὺς ὄντας ὑμῖν. πατρικὸν δέ, ὅταν περὶ προσώπου ποιῶνται τὸν λόγον. καὶ τούτων ἀξιωθείς, διὰ τὸ πατρικὸς αὐτῷ φίλος εἶναι. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | ] |
| pi | 1259 | [ | Περίπολος· Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων οὕτως φησί· τὸν δεύτερον ἐνιαυτόν, ἐκκλησίας ἐν τῷ θεάτρῳ γινομένης, λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. παρατηρητέον δέ, ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο. | ] |
| pi | 1512 | [ | Πήληξ· Αἰσχίνης κατὰ Κτησιφῶντος. δῆμος τῆς Λεοντίδος. | ] |
| pi | 2327 | [ | Προβαλλομένους· ἀντὶ τοῦ ὑποτιθεμένους. οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους. ὁ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τῷ κατ’ Αἰσχίνου [+], τὴν προαίρεσιν, φησί, τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἰπεῖν. ἀντὶ τοῦ ἐλαφρῶς ἔχουσαν. ἐν δὲ τῷ κατὰ Μειδίου· καὶ προυβαλόμην, φησίν, ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν. ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων. ἐν δὲ τοῖς Φιλιππικοῖς [+] φησι· προβάλλεσθαι δ’ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλοι. ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην. | ] |
| pi | 2345 | [ | Προβολάς· ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἢ τινῶν ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γινομένων. οὕτως Δημοσθένης. παρὰ δὲ Αἰσχίνῃ ἡ προβολὴ τοὔ νομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαί τινα ἀδικεῖν. | ] |
| pi | 2579 | [ | Προπύλαια ταῦτα· Δημοσθένης Φιλιππικοῖς [+]. δύναται μὲν δεικτικῶς λέγεσθαι, ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πνυκός. βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ’ Αἰσχίνου [+] αὐτὸς Δημοσθένης φησίν· ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν. Ἡλιόδωρος δὲ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεώς φησιν· ἐν ἔτεσι μὲν γὰρ πέντε παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη ͵βιβʹ, πέντε δὲ πύλας ἐποίησαν, δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασι. | ] |
| pi | 2803 | [ | Προστασία· Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος· ταῦτα οὐχ ὁμολογουμένη προστασία. ἀντὶ τοῦ βοήθεια, προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς παραπρεσβείας· ὡς δεῖ τὰ τῆς τῶν Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείου. Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ’ ἐνίων προστάδος καλουμένης. | ] |
| pi | 2829 | [ | Προστρόπαιον· τὸ ἄγος, μίασμα. οὕτως Αἰσχίνης. καὶ προστροπὴ δὲ λέγεται· ἐν γοῦν τῷ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. | ] |
| pi | 2920 | [ | Προφερεῖς· οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. | ] |
| pi | 3000 | [ | Πρυτάνεις· τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φʹ. νʹ ἄνδρες ἀπὸ μιᾶς φυλῆς, οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα. ἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλοις αἱ ιʹ φυλαὶ κλήρῳ λαχοῦσαι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διαπιστοῦντες δὲ οἱ πρυτάνεις ἤδη τῷ Φιλίππῳ διὰ τὴν περὶ τὰ Κρητικὰ κακοπραγμοσύνην καὶ τότε Ἡρακλείδην ὑπώπτευον ἐγκάθετον εἶναι. | ] |
| pi | 3173 | [ | Πυνθάνεσθαι· ἀκούειν, μανθάνειν, διδάσκεσθαι, ἱστορεῖν, ἐρωτᾶν ἢ ἕτερόν τι σημαίνει, παραπλήσιον μὲν τοῦ ἐρωτᾶν, οὐ μὴν αὐτὸ τὸ ἐρωτᾶν· ἔστι γάρ τις, ὡς δῆλον, διαφορὰ μάλιστα παρὰ τοῖς διαλεκτικοῖς μεταξὺ πύσματος καὶ ἐρωτήματος. τὸ πυνθάνεσθαι παρὰ τοῖς ῥήτορσι καὶ παρ’ Ὁμήρῳ ἐπὶ τοῦ ἀκούειν καὶ μανθάνειν. πυνθανόμην Ἰθάκης γε. καὶ πάλιν· αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. καί, πεύθετο γὰρ Κύπρονδε μέγα κλέος. καί, πευθόμενος, ᾗχι ἕκαστος ἀπώλετο. καί, κείνου δ’ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. ἐν γὰρ τούτοις ἅπασιν ἐπὶ τοῦ ἀκούειν κεῖται τὸ πυνθάνεσθαι. καὶ Αἰσχίνης δὲ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· τούτῳ συμβαλεῖν πυνθανόμενος. καὶ Δείναρχος ἐν τῷ κατὰ Φιλοκλέους· εὐτυχεῖτε, ὅτι οὐκ ἐν μείζονι καιρῷ ἐπύθεσθε τὴν αὐτοῦ αἰσχροκέρδειαν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας· οὗτος ἀπήγγειλε τὰ ψευδῆ· ὑμεῖς ἐπιστεύσατε· οἱ Φωκεῖς ἐπύθοντο. | ] |
| sigma | 1165 | [ | Στρατεία ἐν τοῖς ἐπωνύμοις· Αἰσχίνης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. Ἀριστοτέλης τοίνυν δεδήλωκεν ἐν Ἀθηναίων πολιτείᾳ, τὶς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία· εἰσὶ γάρ, φησίν, ἐπώνυμοι ιʹ μὲν αἱ τῶν φυλῶν, βʹ δὲ καὶ μʹ αἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκασμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων, ἐφ’ οὗ ἐπεγράφησαν, καὶ ἐπώνυμος ὁ τῷ προτέρῳ ἐπιδεδημηκώς. νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται. καὶ μετ’ ὀλίγα· χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσιν, ὡς γράφουσιν, ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι. | ] |
| tau | 66 | [ | Ταμύναι· πόλις ἐν Εὐβοίᾳ, ἐν τῇ χώρᾳ τῇ Ἐρετριέων· ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς Αἰσχίνης φησὶ καὶ οἱ τὰ Εὐβοϊκὰ γράψαντες. | ] |
| tau | 595 | [ | Τίμαρχος, Ἀριζήλου, ἄσωτος καὶ πόρνος, ἐν Πειραιεῖ παρ’ Εὐθυδίκῳ διατρίψας τὰ πρῶτα, ὕστερον δὲ Μισγόλᾳ καὶ Ἡγησάνδρῳ τῷ Λεοδάμαντος ἐρωμένῳ μισθώσας αὑτὸν καὶ μετ’ αὐτοὺς Πιτταλάκῳ συνών, τῆς πόλεως οἰκέτῃ· ἐπίτροπος δὲ αἱρεθείς, Ἀριστογείτονος ἀντειπόντος ἐκωλύθη. τῷ θείῳ δὲ ὄντι τυφλῷ καὶ ἀξιοῦντι μετὰ τῶν ἀδυνάτων τρέφεσθαι, οὐ συνεῖπεν, οὐδὲ τῇ μητρὶ χρηζούσῃ τῶν ἀναγκαίων ἐπεκούρησεν. ἥλω δὲ ὑπὸ Αἰσχίνου πορνείας, γέρων ὤν. | ] |
| tau | 893 | [ | Τραγικὸς πίθηκος· παροιμία. ἐπὶ τῶν παρ’ ἀξίαν σεμνυνομένων. Δημοσθένης καὶ ἄλλα πολλὰ εἰπὼν εἰς τὸν Αἰσχίνην, φάσκων ὑποκρινόμενον τοῖς ποιηταῖς τραγῳδιῶν, ἔτι καὶ πίθηκον προσηγόρευσεν· ἤτοι ὅτι βραχὺς ὢν τῷ σώματι εἰσῄει εἰς τὴν σκηνήν· ἢ ὅτι ὁ πίθηκος μιμηλὸν ζῷόν ἐστιν, εἰς τοῦτο ἐπέσκωψε τὸν Αἰσχίνην, ὡς ἀνθρώπους ὑποκρινομένους τραγῳδίαν μιμούμενον. | ] |
| tau | 989 | [ | Τρίμμα· ὁ τετριμμένος ἐν τοῖς πράγμασι. καὶ παρ’ Ἀριστοφάνει ἐν Νεφέλαις· λέγειν γενήσῃ τρίμμα. τουτέστι τετριμμένος, ἱκανὸς καὶ δεινὸς ἔσῃ λέγειν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου ὡς ἰταμοῦ καὶ ἀναισχύντου ῥήτορος καθαπτόμενος Αἰσχίνου, περίτριμμα ἀγορᾶς αὐτὸν καλεῖ. | ] |
| tau | 1047 | [ | Τρόμης, Τρόμητος· Δημοσθένης καὶ ἄλλα σκώπτει τὸν Αἰσχίνην καὶ γραμματοκύφωνα· ὃν καὶ υἱὸν εἶναί φησιν ὀνόματι μὲν Τρόμητος, διδασκάλου δὲ τῶν πρώτων γραμμάτων. | ] |
| theta | 112 | [ | Θέμενος τὰ ὅπλα· ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμενος. Δημοσθένης καὶ Ὅμηρος καὶ Αἰσχίνης. | ] |
| theta | 219 | [ | Θεωρικά· χρήματά τινα ἦν ἐν κοινῷ ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα, ἃ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατηγικά, ὕστερον δὲ κατετίθετο εἰς τὰς δημοσίας κατασκευὰς καὶ διανομὰς τῶν πολιτῶν. ἦν δὲ τὸ μὲν πρότερον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ θεωρικὰ ἐκλήθη. Φιλῖνος δέ φησιν ὅτι διὰ τοῦτο ἐκλήθη θεωρικά, διότι τῶν Διονυσίων ὑπογύων ὄντων, διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι, καὶ μηδεὶς ἀπολείπηται δι' ἔνδειαν ἀναλωμάτων. ἄλλοτε δὲ ἄλλως ὡρίζετο τὸ διδόμενον εἴς τε τὰς θέας καὶ τὰς θυσίας καὶ τὰς ἑορτάς. οὐκ ἐξῆν δὲ τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν. ἦν δὲ καὶ ἀρχή τις ἐπὶ τοῦ θεωρικοῦ, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος δηλοῖ. | ] |
| theta | 267 | [ | Θεσμοθέται· ἀρχή τίς ἐστιν Ἀθήνησιν. ἓξ δὲ ὄντων τὸν ἀριθμὸν καίτοι ἐκ τῶν καλουμένων θʹ ἀρχόντων. καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον. ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ' ἐνιαυτὸν ἕκαστον, εἴρηκεν Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | ] |
| xi | 61 | [ | Ξηραλοιφεῖν· Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι. μήποτε δὲ καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτρίβεσθαι οὕτως ἐλέγετο. | ] |
| zeta | 59 | [ | Ζηλοτυποῦν· αἰτιατικῇ. Αἰσχίνης, ἀντὶ τοῦ μισοῦν· ζηλοῦν γὰρ τὸ μακαρίζειν, ζηλοτυπεῖν δὲ τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: