Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Authors Catalog

Menander (Menander)

Comicus

Atheniensis Athenae

urn:cts:greekLit:tlg0541

Works

urn:cts:greekLit:tlg0541.harp001
urn:cts:greekLit:tlg0541.harp002
urn:cts:greekLit:tlg0541.harp003
urn:cts:greekLit:tlg0541.harp004
urn:cts:greekLit:tlg0541.harp005
urn:cts:greekLit:tlg0541.harp006 - Dyskolos
urn:cts:greekLit:tlg0541.harp007
urn:cts:greekLit:tlg0541.harp008
urn:cts:greekLit:tlg0541.harp009
urn:cts:greekLit:tlg0541.harp010
urn:cts:greekLit:tlg0541.harp011
urn:cts:greekLit:tlg0541.harp012
urn:cts:greekLit:tlg0541.harp013
urn:cts:greekLit:tlg0541.harp014
urn:cts:greekLit:tlg0541.harp015
urn:cts:greekLit:tlg0541.harp016
urn:cts:greekLit:tlg0541.harp017
urn:cts:greekLit:tlg0541.harp018
urn:cts:greekLit:tlg0541.harp019
urn:cts:greekLit:tlg0541.harp020
urn:cts:greekLit:tlg0541.harp021
urn:cts:greekLit:tlg0541.harp022
urn:cts:greekLit:tlg0541.harp023

Α Ἀγρίους[ Ἀγρίους: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ καὶ χαλεποὺς παιδεραστάς φησι. καὶ ἄγριον κυβευτὴν Μένανδρος λέγει τὸν σφόδρα κυβεύειν ἐσπουδακότα. ]
Α Ἀγυιᾶς[ Ἀγυιᾶς: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιᾶς. ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν ὡς ἀπὸ τοῦ ἀγυιεύς. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν, ὡς σαφὲς ποιοῦσιν Ἀριστοφάνης τε ἐν Σφηξὶ καὶ Εὔπολις. ἰδίους δὲ εἶναι φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιέας, καὶ κατὰ τὴν Ἀττικῶν διάλεκτον ἀγυιᾶς, καθὰ καὶ Στειριᾶς καὶ Μηλιᾶς καὶ τὰ παραπλήσια λέγουσιν ἐν συναλοιφῇ. Ἀριστοφάνης ἐν Ὄρνισι μηλοσφαγεῖν τε βουθύτοις ἐπ' ἐσχάραις κνισᾶν τ' ἀγυιᾶς. φασὶ δ' αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ Διευχίδας ἐν τῇ γʹ τῶν Μεγαρικῶν. εἶεν δ' ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὥς φασι Κρατῖνος καὶ Μένανδρος. καὶ Σοφοκλῆς ἐν τῷ Λαοκόωντι, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν, φησὶ λάμπει δ' ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρων εὐοσμίας. ]
Α Ἀδράστειαν[ Ἀδράστειαν: οἱ μὲν τὴν αὐτὴν λέγουσι τῇ Νεμέσει, λαβεῖν τε τοὔνομα ἀπὸ Ἀδράστου τοῦ Ταλαοῦ νεμεσηθέντος ἐφ' οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, εἶτα ἔκ τινων μαντειῶν ἱδρυσαμένου ἱερὸν Νεμέσεως, ὃ προσαγορευθῆναι μετὰ ταῦτα Ἀδραστείας, ὡς Ἀντίμαχος ἐν τούτοις δηλοῖ· ἔστι δέ τις Νέμεσις μεγάλη θεὸς, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχεν. βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο, ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτὴν τῇ Νεμέσει, ὡς Μένανδρος καὶ Νικόστρατος. Δημήτριος δὲ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν, ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην. ]
Α Αἰξωνῆσιν[ Αἰξωνῆσιν: Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα περὶ χωρίου. Αἰξωνῆς δῆμος φυλῆς τῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ' οὗ καὶ τὸ κακῶς λέγειν αἰξωνεύεσθαι ἔλεγον· Μένανδρος ἐν Κανηφόρῳ. Πλάτων δ' ἐν τῷ περὶ ἀνδρείας φησὶν οὐδὲν ἐρῶ πρὸς ταῦτά γʹ ἔχων εἰπεῖν, μή με εἴπῃς Αἰξωνέα εἶναι. ]
Α Ἀναίνεσθαι[ Ἀναίνεσθαι: κοινῶς μὲν τὸ ἀρνεῖσθαι, ἰδίως δὲ ἐπὶ τῶν κατὰ τοὺς γάμους καὶ τὰ ἀφροδίσια λέγεται· Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ, Πλάτων Φάωνι, Μένανδρος Σικυωνίῳ. ]
Α Αὔλειος[ Αὔλειος: ἡ ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰκίας, ὡς δηλοῖ Μένανδρος. ]
Α Αὐτολήκυθοι[ Αὐτολήκυθοι: Δημοσθένης κατὰ Κόνωνος. ἤτοι ἀντὶ τοῦ εὐζώνους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν, ἢ ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους ἢ ληκύθους, ἢ αὐτουργοὺς, ἢ ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. ἢ λέγοι ἂν τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις· καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον. τὸ ὄνομα καὶ παρὰ Μενάνδρῳ ἔν τε Ἡνιόχῳ καὶ Δακτυλίῳ. ὅτι δὲ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον ἐνίοτε, Δίφιλος τῷ Ἀποβάτῃ· ὅτι δὲ λύσαντες τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν, Μένανδρος Τροφωνίῳ. ]
Δ Διασείστους[ Διασείστους: Αἰσχίνης κατὰ Τιμάρχου. ἐοίκασιν ὠνομάσθαι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵν' ἀκακούργητοι μᾶλλον ὦσι· Μένανδρος Πωλουμένοις. ]
Δ Διαστῆσαι[ Διαστῆσαι: ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆσαι Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως· Μένανδρος Χήρᾳ βοῶν ποιείτω τὴν πόλιν διάστατον. ]
Δ Δυσάνιος[ Δυσάνιος: Ἀντιφῶν [+]. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν καὶ εὐκαταφρόνητον ᾖ. καὶ Ἱπποκράτης ἐχρήσατό που τῷ ὀνόματι καὶ Μένανδρος. ]
Ε Ἐλευθέριος Ζεύς[ Ἐλευθέριος Ζεύς: Ὑπερείδης τῷ μὲν τοίνυν Διῒ, ὦ ἄνδρες δικασταὶ, ἡ ἐπωνυμία γέγονε τοῦ ἐλευθέριον προσαγορεύεσθαι διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. ὁ δὲ Δίδυμός φησιν ἁμαρτάνειν τὸν ῥήτορα· ἐκλήθη γὰρ ἐλευθέριος διὰ τὸ τῶν Μηδικῶν ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. ὅτι δὲ ἐπιγέγραπται μὲν σωτὴρ, ὀνομάζεται δὲ καὶ ἐλευθέριος, δηλοῖ καὶ Μένανδρος. ]
Ε Ἐπιτρέπειν[ Ἐπιτρέπειν: Δημοσθένης ἐν τῷ κατ' Ἀφόβου αʹ οὕτως ἤρξατο εἰ μὲν ἐβούλετο Ἄφοβος, ὦ ἄνδρες δικασταὶ, δίκαια ποιεῖν περὶ ὧν διαφερόμεθα τοῖς τε οἰκείοις ἐπιτρέπειν ἀντὶ τοῦ διαιτητὰς αὐτοὺς αἱρεῖσθαι· ὅθεν καὶ Μενάνδρου δρᾶμα Ἐπιτρέποντες. Λυσίας δ' ἐν τῷ πρὸς τοὺς ἐπιτρόπους τῶν Βόωνος παίδων ἐπέτρεψεν εἶπεν ἀνδράσιν ἀντὶ τοῦ ἐπιτρόπους κατέστησεν. ]
Η Ἠιτημένην[ Ἠιτημένην: ἀντὶ τοῦ κεχρημένην Δημοσθένης ἐν τῷ κατ' Εὐέργου, εἰ γνήσιος. ὅτι γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κίχρασθαι, Μένανδρος οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ' αἰτούμενος. ]
Ι Ἴσα βαίνων Πυθοκλεῖ[ Ἴσα βαίνων Πυθοκλεῖ Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+] ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μηδὲ βραχὺ ἀφιστάμενος. καὶ ἐν τῷ κατὰ Στεφάνου αʹ φησὶν Ἀριστολόχῳ τῷ τραπεζίτῃ ἴσα βαίνων ἐβάδιζε. Μένανδρος παρ' αὐτὸν ἴσα βαίνουσ' ἑταίρα πολυτελής. ]
Κ Κτησίου Διός[ Κτησίου Διός: Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον. κτήσιον Δία ἐν τοῖς ταμιείοις ἱδρύοντο· Μένανδρος Ψευδηρακλεῖ νῦν δ' εἰς γυναικωνῖτιν εἰσιόνθ' ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, ἀλλ' εἰστρέχοντα πορνίδια. ]
Κ Κύκλοι[ Κύκλοι: Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου. κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντό τινες· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλῳ περιεστάναι τοὺς πωλουμένους. Μένανδρος Ἐφεσίῳ ἐγὼ μὲν ἤδη μοι δοκῶ νὴ τοὺς θεοὺς ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν, κύκλῳ τρέχοντα καὶ πωλούμενον. ]
Μ Ματρυλεῖον[ Ματρυλεῖον: Δείναρχος ἐν τῷ κατὰ Προξένου. Ἡρακλέων καὶ Δίδυμος τόπον τινά φασιν εἶναι ἐν ᾧ γρᾶες διατρίβουσαι δέχονται τοὺς βουλομένους καταμεθυσθῆναι· Μένανδρος Ἐπιτρέπουσιν οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον]
Μ Μετοίκιον[ Μετοίκιον: Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας. μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ὡς ξένος ἐπιδημῶν, ἀλλὰ τὴν οἴκησιν αὐτόθι καταστησάμενος. ἐδίδοντο δὲ ὑπ' αὐτῶν καθ' ἕκαστον ἔτος δραχμαὶ ιβʹ, ὅπερ ὠνόμαστο μετοίκιον, ὡς δηλοῖ Εὔβουλος ἐν τῇ Πλαγγόνι. Ἰσαῖος δ' ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει ὅτι ὁ μὲν ἀνὴρ ιβʹ, δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ϛʹ, καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ' ἐκείνου αὐτὴ τελεῖ. ὅτι δὲ καὶ οἱ δοῦλοι ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον ἄλλοι τε τῶν κωμικῶν δεδηλώκασι καὶ Ἀριστομένης. Μένανδρος δ' ἐν Ἀνατιθεμένῃ καὶ ἐν Διδύμαις πρὸς ταῖς ιβʹ, δραχμαῖς καὶ τριώβολόν φησι τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μὴ τιθέντες τὸ μετοίκιον μέτοικοι ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο, ὥς φησι Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν Φιλιππικοῖς δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι. ]
Μ Μέταυλος[ Μέταυλος: Λυσίας ἐν τῇ ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογίᾳ. μέταυλός ἐστιν ἡ ῥυπαρὰ λεγομένη αὐλὴ, οὗ ὄρνιθες ἦσαν· Ἀριστοφάνης Λημνίαις καὶ Μένανδρος Θαΐδι. ]
Ο Ὁμοῦ[ Ὁμοῦ: Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονός φησιν εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι ἀντὶ τοῦ ἐγγύς. ἔστι δὲ πολὺ παρ' Ἀττικοῖς. καὶ Μένανδρός που ἤδη γάρ ἐστι τοῦ τίκτειν ὁμοῦ. ]
Ο Ὅρος[ Ὅρος: οὕτως ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖς ὑποκειμέναις οἰκίαις καὶ χωρίοις γράμματα, δηλοῦντα ὅτι ὑπόκεινται δανειστῇ· Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν καὶ Μένανδρος Παρακαταθήκῃ. ]
Ο Ὄρον[ Ὄρον: σκεῦός τι γεωργικὸν, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὑποσημαίνει. μήποτε μέντοι τὸ ὄρον παρά τε Αἰσχύλῳ ἐν Κερκύονι καὶ παρὰ Μενάνδρῳ ἐν βʹ Ἐπικλήρῳ σημαίνει ξύλον τι, ᾧ τὴν πεπατημένην σταφυλὴν πιέζουσιν. ]
Π Παλίμβολον[ Παλίμβολον: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁ πολλάκις ἐπ' ἐμπολῇ μεταβεβλημένος παλίμπρατος παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ Μενάνδρου Σικυωνίου. ]
Π Πάνακτος[ Πάνακτος: Δημοσθένης κατὰ Κόνωνος. πόλις ἐστὶ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ὡς καὶ Εὐριπίδης ἐν Αἰγεῖ μνημονεύει. Θουκυδίδης μὲν οὖν οὐδετέρως καλεῖ τὸ χωρίον ἔν τε ἄλλοις κἀν τῇ εʹ, ἀρρενικῶς δὲ Μένανδρος ἐν Ψοφοδεεῖ. ]
Π Παράστασις[ Παράστασις: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Πύρρου κλήρου. τοὔνομα παρὰ πολλοῖς ἐστὶν Ἀττικοῖς, ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας· Μένανδρος Μισογύνῃ ἕλκει δὲ γραμματείδιον ἐκεῖσε δίθυρον καὶ παράστασις μία δραχμή. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων φησὶν οὕτως εἰσὶ δὲ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητείας καὶ βουλεύσεως καὶ ἀγραφίου καὶ μοιχείας. Δημήτριος δὲ Φαληρεὺς ἐν τοῖς περὶ νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμὰς μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν, ἑτέραν δὲ καθ' ὑπωμοσίαν ἑκάστην. ]
Π Πομπείας καὶ πομπεύειν[ Πομπείας καὶ πομπεύειν: ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. μεταφέρει δὲ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομπαῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις· Μένανδρος Περινθίᾳ ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι. πομπεῖα δὲ λέγεται τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ κατ' Ἀνδροτίωνος ὑποσημαίνει. πομπείοις δέ φησι Φιλόχορος πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λʹ κατασκευασθεῖσιν. ὀψὲ δέ φησι καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασεν. ]
Π Ποταμός[ Ποταμός: Λυσίας ἐν τῷ κατὰ Νικίδου ἀργίας. Ποταμὸς δῆμος τῆς Λεοντίδος, οὗ ὁ δημότης Ποτάμιος. ἐκωμῳδοῦντο δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράπτους, ὡς ἄλλοι τε δηλοῦσι καὶ Μένανδρος ἐν Διδύμαις. ]
Π Προστάτης[ Προστάτης: οἱ τῶν μετοίκων Ἀθήνησι προεστηκότες προστάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἕκαστον τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν προστάτην· Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας. μέμνηται καὶ Μένανδρος ἐν ἀρχῇ τῆς Περινθίας. ]
Σ Στεφανῶν τοὺς νενικηκότας[ Στεφανῶν τοὺς νενικηκότας: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+] ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ περὶ διοικήσεώς φησιν ἀλλὰ μὴν καὶ Καλλισθένην ρʹ μναῖς ἐστεφανώσατε. καὶ παρ' ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπῳ ἐν νζʹ καὶ Μενάνδρῳ ἐν Αὑτὸν πενθοῦντι. ]
Τ Τρίγωνον δικαστήριον[ Τρίγωνον δικαστήριον: Λυκοῦργος κατ' Ἀριστογείτονος. ὄνομά ἐστι δικαστηρίου, ἴσως καὶ τῷ σχήματι τριγώνου ὄντος. μνημονεύουσιν αὐτοῦ ἄλλοι τε καὶ Μένανδρος ἐν τῇ * * *]
Φ Φιλοσοφεῖν[ Φιλοσοφεῖν: ἀντὶ τοῦ πονεῖσθαι καὶ ἀσκεῖν Ἰσοκράτης περὶ τῆς εἰρήνης. Μένανδρος Θρασυλέοντι φιλοσοφεῖ δὲ τοῦθ' ὅπως καταπράξεται τὸν γάμον. ]
Φ Φυλή[ Φυλή: Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος· Μένανδρος Δυσκόλῳ τῆς Ἀττικῆς νομίζετ' εἶναι τὸν τόπον φυλὴν, τὸ Νυμφαῖον δ' ὅθεν προέρχομαι Φυλασίων. Φιλόχορος δ' ἐν ζʹ Ἀτθίδος [+] φρούριον αὐτό φησιν εἶναι. ]
Χ Χάρακα[ Χάρακα: Δημοσθένης τὸ χαράκωμα ὃ περιεβάλλοντό τινες στρατοπέδῳ ἐπὶ σωτηρίᾳ. Μένανδρος Ἀσπίδι πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν. ]
Χ Χαλκεῖα[ Χαλκεῖα: Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας. τὰ Χαλκεῖα ἑορτὴ παρ' Ἀθηναίοις τῇ Ἀθηνᾷ ἀγομένη Πυανεψιῶνος ἕνῃ καὶ νέᾳ, χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος Ἀχαρνεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν ἀλλ' Ἡφαίστῳ. γέγραπται δὲ καὶ Μενάνδρῳ δρᾶμα Χαλκεῖα. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License