Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Lycurgus (Lycurgus of Athens) - urn:cts:greekLit:tlg0034.harp001 (On his administration)

Α Ἀγαθῆς τύχης νεώς[ Ἀγαθῆς τύχης νεώς: τούτου μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως καὶ ἕτεροι. ]
Α Αἰγίδας[ Αἰγίδας ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα· Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως καὶ Νυμφόδωρος. Ἡρόδοτος δ' ἐν δʹ ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι. ]
Δ Δοκιμασθείς[ Δοκιμασθείς: ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος. λέγεται δὲ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει δηλοῖ. ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων, εἰ καὶ μηδ' ἡντιναοῦν ἦρχον ἀρχήν· ἐξητάζετο γὰρ αὐτῶν ὁ βίος ἐνίοτε, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου φησίν. Λυκοῦργος δ' ἐν τῷ περὶ τῆς διοικήσεως γʹ δοκιμασίαι κατὰ τὸν νόμον φησὶ γίνονται, μία μὲν ἣν οἱ θʹ ἄρχοντες δοκιμάζονται, ἑτέρα δὲ ἣν οἱ ῥήτορες, τρίτη δὲ ἣν οἱ στρατηγοί. λέγει μέντοι ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. ]
Ε Ἐπικράτης[ Ἐπικράτης: Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. οὗτός ἐστιν ὁ τῶν Ἀθηναίων δημαγωγὸς ὁ σακεσφόρος ἐπικαλούμενος, οὗ μνημονεύει καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ἕτερος δ' ἐστὶν Ἐπικράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακοσίων οὐσίαν. ἄλλος δ' ἐστὶν Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστὴς, ὡς δηλοῦται ὑπ' αὐτοῦ ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ· οὗτος μέντοι ἐπωνύμιον εἶχε Κυρηβίων, ὡς Δημοσθένης φησὶν ἐν τῷ κατ' Αἰσχίνου [+]. ]
Λ Λυσίμαχος[ Λυσίμαχος: Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἦν δὲ Ἀριστείδου υἱὸς τοῦ δικαίου ἐπικληθέντος. ἕτερος δ' ἐστὶ Λυσίμαχος οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως ὡς εὐτελοῦς μελοποιοῦ. ]
Ο Ὀχεῖον[ Ὀχεῖον: ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐν ἀπολογίᾳ πρὸς Ἀντιφάνην περὶ τοῦ ἵππου, ἀντὶ δὲ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· φησὶ γὰρ ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον. Λυκοῦργος δ' ἐν τῷ περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινὸς, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται. ]
Σ Σείρινα[ Σείρινα: Λυκοῦργος περὶ τῆς διοικήσεως. σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ σειρὴν δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθετος τότε ὅτε ἐστὶν ὁ Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι χωρὶς τοῦ ε γράφεται σίρινα. ]
Σ Στεφανῶν τοὺς νενικηκότας[ Στεφανῶν τοὺς νενικηκότας: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+] ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ περὶ διοικήσεώς φησιν ἀλλὰ μὴν καὶ Καλλισθένην ρʹ μναῖς ἐστεφανώσατε. καὶ παρ' ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπῳ ἐν νζʹ καὶ Μενάνδρῳ ἐν Αὑτὸν πενθοῦντι. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License