Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Authors Catalog

Thucydides (Thucydides)

Historicus

Atheniensis Athenae

urn:cts:greekLit:tlg0003

Works

urn:cts:greekLit:tlg0003.harp001 - History of the Peloponnesian War

Α Ἀεί[ Ἀεί: ἀντὶ τοῦ ἕως παρ' Ἀντιφῶντι Σαμοθρᾳκικῷ. πολλὴ δὲ χρῆσις αὐτοῦ. καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ * * * οὕτως ἤρξατο οὕτω μὲν οὖν μοι δεῦρ' ἀεὶ τείνει λόγους. ]
Α Ἅμιπποι[ Ἅμιπποι: Ἰσαῖος Τεμενικῷ. οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους ἵπποι κέλητες, ὁ δ' ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχεῖται. οὗτοι ἅμιπποι λέγονται. τοῦτ' ἔστι τὸ παρ' Ὁμήρῳ θρώσκων ἄλλοτ' ἐπ' ἄλλον. πεζοὶ δ' εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν ἐστιν ἐκ τῶν Θουκυδίδου καὶ Ξενοφῶντος ἐν τῇ ζʹ τῶν Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι· Φιλόχορος γοῦν ἐν τῇ ιʹ φησὶ καὶ προδρόμους. ]
Α Ἀποτειχίσαι[ Ἀποτειχίσαι: τὸ ἀπολαβεῖν τείχει καὶ ἀποκλεῖσαι τῆς ἐξόδου, Ἀποτετειχισμένος δὲ ὁ ἀπειλημμένος καὶ ἀποκεκλεισμένος τῷ τείχει· Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ Θουκυδίδης. ]
Α Ἀρετή[ Ἀρετή: ἀντὶ τοῦ εὐδοξία Ἀνδοκίδης καὶ Θουκυδίδης ἐν αʹ. ]
Α Ἀρχιδάμειος πόλεμος[ Ἀρχιδάμειος πόλεμος: Λυσίας ἐν τῷ κατ' Ἀνδροτίωνος καὶ Δείναρχος κατὰ Πυθέου ξενίας. τὰ πρῶτα δέκα ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν, καθὰ Θουκυδίδης καὶ Ἔφορος καὶ Ἀναξιμένης φασίν. ]
Δ Δελφίνιον[ Δελφίνιον: χωρίον ἐν Χίῳ, ὡς Θουκυδίδης ἐν τῇ ηʹ. ἕτερον δ' ἐστὶ Δελφίνιον Ἀθήνησιν ἱερὸν Ἀπόλλωνος, ἔνθα ἦν καὶ τὸ ἐν Δελφινίῳ δικαστήριον· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. ]
Δ Δικαίωσις[ Δικαίωσις: Λυσίας ἐν τῷ ὑπὲρ τοῦ στρατιώτου, εἰ γνήσιος, καὶ μάλα τὰς δικαιώσεις φησὶν ἀντὶ τοῦ δικαιολογίας. ὁ μέντοι Θουκυδίδης πολλάκις τὴν δικαίωσιν ἐπὶ τῆς κολάσεως τάττει. ]
Ε Ἐκπολεμῶσαι[ Ἐκπολεμῶσαι: Δημοσθένης Φιλιππικοῖς ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι, ὡς καὶ παρὰ Θουκυδίδῃ πολλάκις. ἐν μέντοι τοῖς Ἀττικιανοῖς διὰ τοῦ η γράφεται, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν ϛʹ Ἑλληνικῶν. ]
Ε Ἑλληνοταμίαι[ Ἑλληνοταμίαι: Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος. ὅτι ἀρχή τις ἦν οἱ Ἑλληνοταμίαι, οἳ διεχείριζον τὰ χρήματα, καὶ Ἀριστοτέλης δηλοῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ. μνημονεύει δὲ καὶ Θουκυδίδης αὐτῶν ἐν αʹ. ]
Ε Ἐπὶ Δηλίωι μάχη[ Ἐπὶ Δηλίωι μάχη: Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνικήθησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δʹ. ]
Ε Εὐρυμέδων[ Εὐρυμέδων: Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. τῆς Παμφυλίας οὗτος ποταμός ἐστιν, ἔνθα Κίμων Ἀθηναίων στρατηγὸς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκησε τοὺς Πέρσας, ὡς Θουκυδίδης ἐν αʹ. ]
Η Ἠετιώνεια[ Ἠετιώνεια: Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος, ὥς φησι Φιλόχορος ἐν τῇ πρὸς Δήμωνα ἀντιγραφῇ. μνημονεύει δὲ τῆς Ἠετιωνείας καὶ Θουκυδίδης ἐν ηʹ. ]
Η Ἠιών[ Ἠιών: Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ἠιὼν πόλις Θρᾴκης, Μενδαίων ἀποικία, ὡς Θουκυδίδης· Θεόπομπος δ' ἐν τῇ δʹ φησὶν ὡς Ἀθηναῖοι ἐκβαλόντες ἐξ Ἠιόνος Ἀμφιπολίτας κατέσκαψαν τὸ χωρίον. ]
Ι Ἰόνιος[ Ἰόνιος: Λυσίας ἐν Ὀλυμπιακῷ. τὸν Ἀδρίαν καλούμενον οὕτως ὠνόμαζον ἐνίοτε οἱ παλαιοί. Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον Θουκυδίδης αʹ. ]
Κ Κρώβυλος[ Κρώβυλος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἡγήσιππος μέν ἐστιν ὁ Κρώβυλος ἐπικαλούμενος, κυρίως δὲ εἶδός τι ἐμπλοκῆς ἐστὶν ὁ κρώβυλος, καθά φησι Θουκυδίδης ἐν αʹ. ]
Μ Μεταπύργιον[ Μεταπύργιον: Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. τὸ ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων μεταπύργιον ἐλέγετο. οὕτω καὶ Θουκυδίδης πολλάκις, ὥσπερ ἐν τῇ γʹ. ]
Ο Οἰνόη καὶ Οἰναῖος[ Οἰνόη καὶ Οἰναῖος: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ ἔφασαν ἐν Οἰνόῃ ἀκοῦσαι ὅτι μάχη εἴη γεγονυῖα. Οἰνόη δῆμος τῆς Ἱπποθωντίδος πρὸς Ἐλευθέραις, ὁ δὲ τῆς Αἰαντίδος πρὸς Μαραθῶνι· ἀφ' ἑκατέρου δὲ τῶν δήμων ὁ δημότης Οἰναῖος καλεῖται. μνημονεύοι δ' ἂν νῦν ὁ ῥήτωρ τοῦ πρὸς Ἐλευθέραις, οὗ καὶ Θουκυδίδης ἐν τῇ βʹ. ]
Π Πάνακτος[ Πάνακτος: Δημοσθένης κατὰ Κόνωνος. πόλις ἐστὶ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ὡς καὶ Εὐριπίδης ἐν Αἰγεῖ μνημονεύει. Θουκυδίδης μὲν οὖν οὐδετέρως καλεῖ τὸ χωρίον ἔν τε ἄλλοις κἀν τῇ εʹ, ἀρρενικῶς δὲ Μένανδρος ἐν Ψοφοδεεῖ. ]
Ρ Ῥόθιον[ Ῥόθιον: Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅταν σφοδρῶς ἐλαύνωσιν. τοὔνομα παρὰ πολλοῖς καὶ παρ' Ἀριστοφάνει ἐν Ἱππεῦσι καὶ Θουκυδίδῃ ἐν δʹ. ]
Σ Στύραξ[ Στύραξ: Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. στύραξ καλεῖται τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασιν, ὡς Θουκυδίδης πού φησι στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος εἰς τὸν μοχλόν. ]
Σ Συγγραφεῖς[ Συγγραφεῖς: Ἰσοκράτης Ἀρεοπαγιτικῷ. εἰθισμένον ἦν παρ' Ἀθηναίοις, ὁπότε δέοι, πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσφέρον γνώμας εἰς τὸν δῆμον. τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν υʹ ἐγένετο, καθὰ Θουκυδίδης ἐν τῇ ηʹ φησίν ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο, καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην, ιʹ ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας, τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν ἐς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν, καθότι ἄριστα ἡ πόλις οἰκήσεται. ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λʹ οἱ τότε αἱρεθέντες, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος, ἑκάτερος ἐν τῇ Ἀτθίδι [+] [+] [+]· ὁ δὲ Θουκυδίδης τῶν ιʹ ἐμνημόνευσε μόνων τῶν προβούλων. ]
Υ Ὑπέρβολος[ Ὑπέρβολος: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἦν δὲ δημαγωγὸς ὃν Θουκυδίδης ἐν τῇ ηʹ ἐξωστρακίσθαι φησίν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License