Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.harp049

Α Ἄπαγε[ Ἄπαγε: ἀντὶ τοῦ ἀπαγωγῇ χρῶ· ἀπαγωγὴ δὲ εἶδός ἐστι δίκης· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. ὠνόμασται δὲ ἀπὸ τοῦ ἀπάγειν, ἀπάγεσθαι δ' ἐπὶ τῶν κακούργων. ἀπήγοντο δὲ πρὸς τοὺς ἕνδεκα. ]
Α Ἁπλᾶς[ Ἁπλᾶς: Δημοσθένης κατὰ Κόνωνος. Καλλίστρατός φησι τὰ μονόπελμα τῶν ὑποδημάτων οὕτω καλεῖσθαι. Στράττις Λημνομέδᾳ ὑποδήματα σαυτῷ πρίασθαι τῶν ἁπλῶν. ]
Α Αὐτολήκυθοι[ Αὐτολήκυθοι: Δημοσθένης κατὰ Κόνωνος. ἤτοι ἀντὶ τοῦ εὐζώνους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν, ἢ ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους ἢ ληκύθους, ἢ αὐτουργοὺς, ἢ ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. ἢ λέγοι ἂν τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις· καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον. τὸ ὄνομα καὶ παρὰ Μενάνδρῳ ἔν τε Ἡνιόχῳ καὶ Δακτυλίῳ. ὅτι δὲ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον ἐνίοτε, Δίφιλος τῷ Ἀποβάτῃ· ὅτι δὲ λύσαντες τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν, Μένανδρος Τροφωνίῳ. ]
Γ Γραφή[ Γραφή: δημοσίου τινὸς ἐγκλήματος ὄνομα. οὐ μόνον δὲ ὅταν ψηφίσματος ἢ νόμου κατηγορῷ τις, παρανόμων γραφὴν ἀποφέρεσθαι καὶ γράφεσθαι λέγεται, ἀλλὰ καὶ ἐπ' ἄλλοις πολλοῖς ἀδικήμασιν, ὅταν ἢ δημοσίᾳ ἢ ὡς ἐπὶ δημοσίοις αὐτοῖς ἐγκαλῇ τις. πολὺ δὲ τοὔνομα παρὰ τοῖς ῥήτορσι. Δημοσθένης κατὰ Κόνωνος. ]
Δ Δίκη[ Δίκη: σημαίνει μὲν καὶ ἄλλα τὸ ὄνομα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν ἰδιωτικῶν ἐγκλημάτων, ὡς σαφὲς ποιεῖ Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. ]
Ι Ἰδίαν[ Ἰδίαν: ἀντὶ τοῦ ἰδιωτικήν Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. ἐλέγετο δὲ τὸ ἴδιον καὶ ἰδιωτικὸν, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῷ πρὸς Ζηνόθεμιν. ]
Ι Ἰθύφαλλοι[ Ἰθύφαλλοι: Ὑπερείδης ἐν τῷ κατ' Ἀρχεστρατίδου οἱ τοὺς ἰθυφάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. ποιήματά τινα οὕτως ἐλέγετο τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα, ὡς Λυγκεὺς ἐν ταῖς ἐπιστολαῖς φησίν· Δημοσθένης δὲ ἐν τῷ κατὰ Κόνωνος ἐπὶ ἐπωνύμου τεθειμένου τισὶ κατὰ παιδιὰν ἔταξεν αὐτό. ἐλέγετο δὲ κυρίως ἰθύφαλλος τὸ ἐντεταμένον αἰδοῖον, ὡς Κρατῖνος ἐν Ἀρχιλόχοις. ]
Λ Λεωκόρειον[ Λεωκόρειον: Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. τὸ δὲ Λεωκόρειον εἶναί φησι Φανόδημος ἐν θʹ Ἀτθίδος ἐν μέσῳ τῷ Κεραμεικῷ. ]
Λ Λίθος[ Λίθος: Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος τῶν τε παρόντων καθ' ἕνα ἡμῖν οὑτωσὶ καὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες. ἐοίκασι δ' Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Φιλόχορος ἐν τῷ γʹ ὑποσημαίνουσιν. ]
Μ Μελίτη[ Μελίτη: Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. δῆμός ἐστι τῆς Κεκροπίδος· κεκλῆσθαι δέ φησι τὸν δῆμον Φιλόχορος ἐν γʹ ἀπὸ Μελίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος. ]
Π Πάνακτος[ Πάνακτος: Δημοσθένης κατὰ Κόνωνος. πόλις ἐστὶ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ὡς καὶ Εὐριπίδης ἐν Αἰγεῖ μνημονεύει. Θουκυδίδης μὲν οὖν οὐδετέρως καλεῖ τὸ χωρίον ἔν τε ἄλλοις κἀν τῇ εʹ, ἀρρενικῶς δὲ Μένανδρος ἐν Ψοφοδεεῖ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License