urn:cts:greekLit:tlg0447.harp001
urn:cts:greekLit:tlg0447.harp002
urn:cts:greekLit:tlg0447.harp003
urn:cts:greekLit:tlg0447.harp004
Α | Αὐτολήκυθοι | [ | Αὐτολήκυθοι: Δημοσθένης κατὰ Κόνωνος. ἤτοι ἀντὶ τοῦ εὐζώνους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν, ἢ ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους ἢ ληκύθους, ἢ αὐτουργοὺς, ἢ ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. ἢ λέγοι ἂν τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις· καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον. τὸ ὄνομα καὶ παρὰ Μενάνδρῳ ἔν τε Ἡνιόχῳ καὶ Δακτυλίῳ. ὅτι δὲ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον ἐνίοτε, Δίφιλος τῷ Ἀποβάτῃ· ὅτι δὲ λύσαντες τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν, Μένανδρος Τροφωνίῳ. | ] |
Δ | Δευσοποιός | [ | Δευσοποιός: κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τοὔνομα τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς· ἐκ μεταφορᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονον καὶ πολυχρόνιον τὸ δευσοποιὸν λέγεται παρὰ τοῖς παλαιοῖς, ὡς καὶ Πλάτων διασαφεῖ ἐν δʹ Πολιτείας. Δίφιλος Συντρόφοις ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ· ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς τὰ σπάργαν' ἀποδέδειχεν. | ] |
Ν | Ναύκληρος | [ | Ναύκληρος: Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους οὐ μόνον ὡς ἡ συνήθεια χρῆται τῷ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τῷ τὰ ἐνοίκια ἐκλέγειν ἢ οἰκίας ἢ συνοικίας, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ Σαννυρίων Γέλωτι καὶ Δίφιλος Ἐμπόρῳ. | ] |
Φ | Φιμοί | [ | Φιμοί: Αἰσχίνης κατὰ Τιμάρχου καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα. φιμὸς δ' ἐστὶν ὁ καλούμενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο, καθά φασιν οἱ γλωσσογράφοι. Δίφιλος Συνωρίδι ἕλκ' ἐς μέσον τὸν φιμὸν, ὡς ἂν ἐμβάλῃ. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: