urn:cts:greekLit:tlg1147.harp001
urn:cts:greekLit:tlg1147.harp002
urn:cts:greekLit:tlg1147.harp003
Α | Ἄβιος | [ | Ἄβιος: τὸν ἄβιον Ἀντιφῶν ἐπὶ τοῦ πολὺν τὸν βίον κεκτημένου ἔταξεν, ὡς Ὅμηρος ἄξυλον ὕλην λέγει τὴν πολύξυλον. | ] |
Α | Ἄγοι | [ | Ἄγοι: τοῦτο πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν ἐν τῷ οὕτως ἐπιγραφομένῳ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαίρεσις, λέγων οὕτως ἔβλαψέ με Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν κατὰ τὸ ἐμὸν μέρος. καὶ πολλάκις ἐν τῷ λόγῳ ἐχρήσατο τῷ ὀνόματι ἐπὶ τῆς αὐτῆς ἐννοίας. Ἀντιφῶν δ' ἐν τῷ περὶ ἀληθείας φησὶ τοὺς νόμους μεγάλους ἄγοι ἀντὶ τοῦ ἡγοῖτο. τούτου πολλὴ χρῆσις. | ] |
Α | Ἀδέητος | [ | Ἀδέητος: ἀντὶ τοῦ ἀνενδεής παρ' Ἀντιφῶντι Ἀληθείας αʹ. | ] |
Α | Ἀδιάστατον | [ | Ἀδιάστατον: τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον Ἀντιφῶν εἶπεν. | ] |
Α | Ἀειεστώ | [ | Ἀειεστώ: Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι, ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται. | ] |
Α | Ἀθεώρητος | [ | Ἀθεώρητος: ἀντὶ τοῦ ἀθέατος παρ' Ἀντιφῶντι ἐν τῷ περὶ ὁμονοίας. | ] |
Α | Ἀκαρῆ | [ | Ἀκαρῆ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδὲν παρ' Ἀντιφῶντι [+]. | ] |
Α | Ἀναθέσθαι | [ | Ἀναθέσθαι: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῷ προτέρῳ βίῳ. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων· Πλάτων ἐν Ἱππάρχῳ ἢ φιλοκερδεῖ. | ] |
Α | Ἀναποδιζόμενα | [ | Ἀναποδιζόμενα: ἀντὶ τοῦ ἐξεταζόμενα, ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττόμενα Ἀντιφῶν Ἀληθείας αʹ. | ] |
Α | Ἀνδρεία | [ | Ἀνδρεία: ἡ τῶν ἀνδρῶν ἡλικία· Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. | ] |
Α | Ἀνήκει | [ | Ἀνήκει: παρ' Ἀντιφῶντι Ἀληθείας αʹ ἀντὶ ἁπλοῦ τοῦ ἥκει, ἢ οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν. | ] |
Α | Ἄοπτα | [ | Ἄοπτα: ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι Ἀντιφῶν Ἀληθείας αʹ. | ] |
Α | Ἀπαθῆ | [ | Ἀπαθῆ: ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη Ἀντιφῶν Ἀληθείας αʹ. | ] |
Α | Αὐλιζόμενοι | [ | Αὐλιζόμενοι: ἀντὶ τοῦ κοιμώμενοι Ἀντιφῶν περὶ ὁμονοίας. | ] |
Α | Ἀχαριστεῖν | [ | Ἀχαριστεῖν: ἀντὶ τοῦ μὴ χαρίζεσθαι. οὕτως Ἀντιφῶν. | ] |
Β | Βαλβῖσιν | [ | Βαλβῖσιν: Ἀντιφῶν περὶ ὁμονοίας ἀντὶ τοῦ ταῖς ἀρχαῖς. εἴρηται δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγγα γινομένη γραμμὴ διὰ τὸ ἐπὶ ταύτης βεβηκέναι τοὺς δρομέας βαλβὶς καλεῖται. | ] |
Β | Βάσανος | [ | Βάσανος: Ἀντιφῶν [+]. λίθος οὕτω καλεῖται, ᾗ τὸ χρυσίον παρατριβόμενον δοκιμάζεται. Ὑπερείδης δ' ἐν τῷ κατ' Ἀντίου τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφέντα βασάνους ὠνόμασε. | ] |
Γ | Γρυπάνιον | [ | Γρυπάνιον: Ἀντιφῶν Ἀληθείας βʹ καῖον γὰρ τὴν γῆν καὶ συντῆκον γρυπάνιον ποιεῖ. καὶ Μελάνθιος ἐν βʹ Ἀτθίδος εἰπὼν σεισμὸν γεγονέναι φησὶ καὶ ἔγρυπεν ἡ γῆ. Διονύσιος μὲν οὖν ὁ τοῦ Τρύφωνος ἐν δʹ Ὀνομάτων γρυπαίνειν ἐστὶ φησὶ τὸ γρυποῦσθαι, οἷον τὰ ἁπαλὰ ξυλήφια ὅταν κάμψαντες ἀφῶμεν. μήποτε δ' ἐμφαίνουσιν οἱ συγγραφεῖς ὡς γινομένης κατὰ τοὺς σεισμοὺς γρυπότητός τινος περὶ τὴν γῆν. | ] |
Δ | Δεήσεις | [ | Δεήσεις: ἀντὶ τοῦ ἐνδείας Ἀντιφῶν Ἀληθείας πρώτῳ. | ] |
Δ | Δείνωι | [ | Δείνωι: ἀντὶ τοῦ δεινήσει Ἀντιφῶν Ἀληθείας βʹ. | ] |
Δ | Διάστασις | [ | Διάστασις: Ἀντιφῶν Ἀληθείας βʹ περὶ τῆς νῦν κρατούσης διαστάσεως ἀντὶ τοῦ διακοσμήσεως τῶν ὅλων. | ] |
Δ | Διάθεσις | [ | Διάθεσις: ἀντὶ τοῦ πρᾶσις Ἰσοκράτης Βουσίριδι. ἀντὶ δὲ τοῦ ἀποδεδόμεθα διεθέμεθα εἶπεν Ἀντιφῶν ἐν τῷ πρὸς τὴν Καλλίου ἔνδειξιν, καὶ ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῷ περὶ ὁμονοίας ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν. Φρύνιχος Τραγῳδοῖς τῇ διαθέσει τῶν ἐπῶν φησί. καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι· Ἀντιφῶν Ἀληθείας αʹ γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο. διαθέσθαι ἀντὶ τοῦ συνθέσθαι Ὑπερείδης κατὰ Δημοσθένους [+]. | ] |
Δ | Δυσάνιος | [ | Δυσάνιος: Ἀντιφῶν [+]. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν καὶ εὐκαταφρόνητον ᾖ. καὶ Ἱπποκράτης ἐχρήσατό που τῷ ὀνόματι καὶ Μένανδρος. | ] |
Ε | Εἰσφρήσειν | [ | Εἰσφρήσειν: ἀντὶ τοῦ εἰσάξειν, εἰσδέξεσθαι· Ἀντιφῶν καὶ Δημοσθένης ἐν ηʹ Φιλιππικῷ. πολὺ δὲ τοὔνομα ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. | ] |
Ε | Ἔμβιος | [ | Ἔμβιος: Ἀντιφῶν Ἀληθείας αʹ καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος γένοιτο ἀντὶ τοῦ ἐν τῷ ζῆν, τουτέστι ζήσειε καὶ μὴ ξηρανθείη μηδ' ἀποθάνοι. | ] |
Ε | Ἐπαλλάξεις | [ | Ἐπαλλάξεις: ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀντιφῶν Ἀληθείας αʹ. | ] |
Ε | Εὐηνιώτατα | [ | Εὐηνιώτατα: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. εὐήνιος ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης· ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. ἔστι τοὔνομα καὶ παρὰ Πλάτωνι ἐν θʹ τῶν Νόμων. | ] |
Ε | Εὐσύμβολος | [ | Εὐσύμβολος: ἀντὶ τοῦ ῥᾳδίως καὶ εὖ συμβάλλων, τουτέστιν ἀγαθὸς συμβάλλειν, Ἀντιφῶν Πολιτικῷ. | ] |
Η | Ἡμιολιασμός | [ | Ἡμιολιασμός: Ἀντιφῶν Πολιτικῷ διπλασιασμοῦ καὶ ἡμιολιασμοῦ ἀντὶ τοῦ τὸ ἡμιόλιον δοῦναι ἐν τοῖς λογισμοῖς. ἡμιόλιος δ' ἐστὶν ἀριθμὸς ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ, οἷον ὁ τρία πρὸς τὸν δύο. Ξενοφῶν γοῦν ἐν τῇ Ἀναβάσει φησὶν ὅτι τοῖς στρατιώταις ἐποίησεν ἡμιόλιον τὸν μισθὸν, ἀντὶ Δαρεικοῦ τρία ἡμιδαρεικά. | ] |
Μ | Μακροκέφαλοι | [ | Μακροκέφαλοι: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶν οὕτω καλούμενον, οὗ καὶ Ἡσίοδος μέμνηται ἐν γʹ Γυναικῶν καταλόγῳ. Παλαίφατος δ' ἐν ζʹ Τρωϊκῶν ἐν τῇ Λιβύῃ φησὶν ὑπεράνω Κόλχων οἰκεῖν τοὺς Μακροκεφάλους. | ] |
Ο | Ὀριγνηθῆναι | [ | Ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆσαι Ἀντιφῶν Ἀληθείας αʹ. | ] |
Π | Πεφοριῶσθαι | [ | Πεφοριῶσθαι: Λυσίας ἐν τῇ πρὸς Πολυκράτην κατ' Ἐμπέδου ἐπιστολῇ, εἰ γνήσιος, φησὶν ἢ τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ πεφοριῶσθαι ἐπὶ τοῦ ἀποκεκλειμένου, ὥσπερ Εὐφορίων κέχρηται τῷ ὀνόματι· εἰσὶ γάρ τινες ὀφθαλμοὶ κατακεχαλασμένα ἔχοντες τὰ βλέφαρα καὶ οἱονεὶ μύοντες. ἐὰν δὲ γράφηται πεφορινῶσθαι, εἴη ἂν πεπαχύνθαι, ἀπὸ τῆς φορίνης· ὅτι γὰρ καὶ ἐπ' ἀνθρώπων τάσσουσι τὴν φορίνην δῆλον ποιεῖ Ἀντιφῶν ἐν βʹ Ἀληθείας. | ] |
Σ | Σκιάποδες | [ | Σκιάποδες: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν. Κτησίας ἐν περίπλῳ Ἀσίας φησὶν ὑπὲρ δὲ τούτων Σκιάποδες, οἳ τούς τε πόδας οἵους οἱ χῆνες ἔχουσι κάρτα πλατέας, καὶ ὅταν θέρμη ᾖ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη σκιάζονται τοῖς ποσίν. | ] |
Υ | Ὑπὸ γῆν οἰκοῦντες | [ | Ὑπὸ γῆν οἰκοῦντες: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῷ Περίπλῳ λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γʹ Καταλόγου Κατουδαίους ὀνομαζομένους. | ] |
Φ | Φηλώματα | [ | Φηλώματα: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν. | ] |
Φ | Φορίνη | [ | Φορίνη: Ἀντιφῶν Ἀληθείας βʹ. ὅτι καὶ ἐπ' ἀνθρωπείου δέρματος ἐλέγετο ἡ φορίνη καὶ Ἀριστομένης ἐν Γόησι δῆλον ποιεῖ. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: