Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Isaeus (Isaeus) - urn:cts:greekLit:tlg0017.harp004

Α Ἀνακαίασιν[ Ἀνακαίασιν: Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. δῆμος φυλῆς Ἱπποθωντίδος ἡ Ἀνάκαια. ]
Δ Διαγορεύων[ Διαγορεύων: Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ἰδίως κέχρηται τῷ διαγορεύων ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. τὸ ἐναντίον γάρ ἐστι παρ' αὐτοῖς τὸ διαγορεύειν τῷ συναγορεύειν, ὥσπερ τὸ συμφέρεσθαι τῷ διαφέρεσθαι καὶ τὸ συμπολιτεύεσθαι τῷ διαπολιτεύεσθαι καὶ τὸ συμφωνεῖν τῷ διαφωνεῖν. ]
Ε Ἐκπλινθεύσας[ Ἐκπλινθεύσας: ἀντὶ τοῦ διαλύσας καὶ ἐξελὼν τὰς πλίνθους Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. ]
Κ Καταδικασάμενος[ Καταδικασάμενος: ἀντὶ τοῦ νικήσας καὶ καταδικασθῆναί τινα ποιήσας Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὕβρεως. ]
Κ Κατωικοδόμησεν[ Κατωικοδόμησεν: ἀντὶ τοῦ κατέκλεισεν εἰς οἴκημα καὶ ἀπέκτεινεν Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους πολλάκις. ]
Ο Ὄρον[ Ὄρον: σκεῦός τι γεωργικὸν, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὑποσημαίνει. μήποτε μέντοι τὸ ὄρον παρά τε Αἰσχύλῳ ἐν Κερκύονι καὶ παρὰ Μενάνδρῳ ἐν βʹ Ἐπικλήρῳ σημαίνει ξύλον τι, ᾧ τὴν πεπατημένην σταφυλὴν πιέζουσιν. ]
Π Προστιμήματα[ Προστιμήματα: ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων, ὥσπερ ἡ ἐπωβελία παρ' Ἰσαίῳ ἐν τῷ κατὰ Διοκλέους, ἔστι δὲ καὶ ἄλλα ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ]
Σ Σταφυλοβολεῖον[ Σταφυλοβολεῖον: Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. ἔστι δὲ τὸ καλούμενον πατητήριον, ὡς ἈνδροτίωνΦίλιππος ἐν τῷ Γεωργικῷ [+]. ]
Τ Τοπεῖον[ Τοπεῖον: Ἰσαῖος κατὰ Διοκλέους. τοπεῖα λέγουσι τὰ σχοινία· Στράττις Μακεδόσι τὸν πέπλον δὲ τοῦτον ἕλκουσ' ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι εἰς ἄκρον ὥσπερ ἱστίου τὸν ἱστόν. Ἄρχιππος Ὄνῳ τροχιλίαισι ταῦτα καὶ τοπείοις ἱστᾶσιν οὐκ ἄνευ πόνου. ]
Τ Τριπτῆρα[ Τριπτῆρα: Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. Νίκανδρος ἐν ιʹ τῆς Ἀττικῆς διαλέκτου φησὶν ὅτι τριπτήρ ἐστι πιθάκνη ἐκπέταλος, οἷα τὰ ἐπιλήνια. ἐπὶ τούτου δ' ἂν τάττοιτο νῦν παρὰ τῷ ῥήτορι· πολλὰ γὰρ καὶ ἄλλα σημαίνει τοὔνομα. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License