Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.harp014

Α Ἀνασείσας[ Ἀνασείσας: ἀπειλησάμενος· Δημοσθένης κατ' Ἀριστογείτονος. ]
Α Ἀνίδρυτος[ Ἀνίδρυτος: ἀντὶ τοῦ ἀνεξίλαστος Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος. ]
Α Ἀργᾶς[ Ἀργᾶς: Αἰσχίνης περὶ τῆς ἀποδόσεως. πιθανώτερόν ἐστι λέγειν ὅτι Δωριεῖς, μάλιστα δ' Ἀργεῖοι, τὸν ὄφιν ἀργᾶν ἐκάλουν, ὡς Ἀχαιὸς ἐν Ἀδράστῳ. Τιμαχίδας δὲ Ῥόδιος οὐ κατὰ γλῶτταν καλεῖσθαι τὸν ὄφιν ἀργᾶν φησὶν, ἀλλὰ γένος τι εἶναι ὄφεως τοὺς ἀργᾶς· λέγεσθαι οὖν εἰκὸς τὸν Δημοσθένην, ἐπιτροπῆς τοῖς ἐπιτρόποις δίκας λαγχάνοντα, ὄφιν διὰ τὸ θηριῶδες. καὶ αὐτὸς τοὺς τοιούτους ὄφεσιν εἰκάζει ἐν τῷ κατ' Ἀριστογείτονος. ἐν μέντοι τοῖς Ἀττικιανοῖς ἐγέγραπτο ἅρπαξ. ἔνιοι δὲ τοῦ δράκοντος εἶναί φασι τὸ ἀργᾶν ἐπίθετον. ]
Γ Γνῶσις[ Γνῶσις: ἀντὶ τοῦ κρίσις Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος. ]
Ε Ἕναι ἀρχαί[ Ἕναι ἀρχαί: αἱ παρῳχημέναι· Δημοσθένης κατ' Ἀριστογείτονος. ]
Ε Ἔνδειξις[ Ἔνδειξις: εἶδος δίκης δημοσίας, ὑφ' ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον. πολλοὶ μὲν οὖν εἰσὶ λόγοι ἐνδείξεως, γνωριμώτατοι δὲ οἱ κατ' Ἀριστογείτονος Δημοσθένους. ]
Θ Θεωρίς[ Θεωρίς: Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος, εἰ γνήσιος. μάντις ἦν ἡ Θεωρὶς, καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν, ὡς καὶ Φιλόχορος ἐν ϛʹ γράφει. ]
Κ Κιγκλίς[ Κιγκλίς: Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος. αἱ τῶν δικαστηρίων θύραι κιγκλίδες ἐκαλοῦντο· Ἀριστοφάνης Δαιταλεῦσιν ὁ δ' ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα. ]
Μ Μετοίκιον[ Μετοίκιον: Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας. μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ὡς ξένος ἐπιδημῶν, ἀλλὰ τὴν οἴκησιν αὐτόθι καταστησάμενος. ἐδίδοντο δὲ ὑπ' αὐτῶν καθ' ἕκαστον ἔτος δραχμαὶ ιβʹ, ὅπερ ὠνόμαστο μετοίκιον, ὡς δηλοῖ Εὔβουλος ἐν τῇ Πλαγγόνι. Ἰσαῖος δ' ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει ὅτι ὁ μὲν ἀνὴρ ιβʹ, δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ϛʹ, καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ' ἐκείνου αὐτὴ τελεῖ. ὅτι δὲ καὶ οἱ δοῦλοι ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον ἄλλοι τε τῶν κωμικῶν δεδηλώκασι καὶ Ἀριστομένης. Μένανδρος δ' ἐν Ἀνατιθεμένῃ καὶ ἐν Διδύμαις πρὸς ταῖς ιβʹ, δραχμαῖς καὶ τριώβολόν φησι τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μὴ τιθέντες τὸ μετοίκιον μέτοικοι ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο, ὥς φησι Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν Φιλιππικοῖς δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι. ]
Ν Νεαλής[ Νεαλής: Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος, εἰ γνήσιος. ὁ νεωστὶ ἑαλωκὼς οὕτως ἐλέγετο κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἰχθύων. ]
Ο Ὁμοῦ[ Ὁμοῦ: Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονός φησιν εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι ἀντὶ τοῦ ἐγγύς. ἔστι δὲ πολὺ παρ' Ἀττικοῖς. καὶ Μένανδρός που ἤδη γάρ ἐστι τοῦ τίκτειν ὁμοῦ. ]
Π Πληρωτής[ Πληρωτής: Δημοσθένης κατ' Ἀριστογείτονος. πληρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. εἶεν δ' ἂν οὗτοι οἱ παρ' ἡμῖν καλούμενοι ἐρανάρχαι. τὸ δὲ πληρωτής ὄνομα καὶ ἐν τῷ κατὰ Μειδίου, καὶ ἐν τῷ κατὰ τῶν Πατροκλέους παίδων Δεινάρχου. ]
Φ Φαρμακός[ Φαρμακός: Λυσίας ἐν τῷ κατ’ Ἀνδοκίδου [+] ἀσεβείας, εἰ γνήσιος. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν αʹ τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν. Δημοσθένους δ' ἐν τῷ κατ' Ἀριστογείτονος λέγοντος οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός Δίδυμος προπερισπᾶν ἀξιοῖ τοὔνομα· ἀλλ' ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License