urn:cts:greekLit:tlg1756.harp001
Α | Ἀδράστειαν | [ | Ἀδράστειαν: οἱ μὲν τὴν αὐτὴν λέγουσι τῇ Νεμέσει, λαβεῖν τε τοὔνομα ἀπὸ Ἀδράστου τοῦ Ταλαοῦ νεμεσηθέντος ἐφ' οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, εἶτα ἔκ τινων μαντειῶν ἱδρυσαμένου ἱερὸν Νεμέσεως, ὃ προσαγορευθῆναι μετὰ ταῦτα Ἀδραστείας, ὡς Ἀντίμαχος ἐν τούτοις δηλοῖ· ἔστι δέ τις Νέμεσις μεγάλη θεὸς, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχεν. βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο, ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτὴν τῇ Νεμέσει, ὡς Μένανδρος καὶ Νικόστρατος. Δημήτριος δὲ ὁ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν, ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην. | ] |
Θ | Θυργωνίδαι | [ | Θυργωνίδαι: Ἰσαῖος ἐν τῷ πρὸς Νικοκλέα. Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τῷ περὶ τῶν δήμων μετετέθησάν φησιν ἐξ Αἰαντίδος Ἀφιδναῖοι, Περρίδαι, Τιτακίδαι, Θυργωνίδαι. φησὶ δὲ καὶ Δημήτριος ὁ Σκήψιος ἐν βʹ Διακόσμου τῆς Πτολεμαΐδος φυλῆς τὸν δῆμον εἶναι. | ] |
Ι | Ἴων | [ | Ἴων: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. Ἴωνος τοῦ τῆς τραγῳδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ μέλη πολλὰ καὶ τραγῳδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους· ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται Τριαγμοί, καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαεύς. ἀναγράφουσι δὲ ἐν αὐτῷ τάδε ἀρχὴ ἥδε μοι τοῦ λόγου. πάντα τρία καὶ πλέον οὐδὲν οὐδὲ ἔλασσον. τούτων τῶν τριῶν ἑνὸς ἑκάστου ἀρετὴ τριὰς, σύνεσις καὶ κράτος καὶ τύχη. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: