urn:cts:greekLit:tlg0011.harp001
urn:cts:greekLit:tlg0011.harp002
urn:cts:greekLit:tlg0011.harp003
urn:cts:greekLit:tlg0011.harp004
urn:cts:greekLit:tlg0011.harp005
urn:cts:greekLit:tlg0011.harp006
urn:cts:greekLit:tlg0011.harp007
urn:cts:greekLit:tlg0011.harp008
urn:cts:greekLit:tlg0011.harp009
urn:cts:greekLit:tlg0011.harp010
urn:cts:greekLit:tlg0011.harp011
Α | Ἀγυιᾶς | [ | Ἀγυιᾶς: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιᾶς. ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν ὡς ἀπὸ τοῦ ἀγυιεύς. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν, ὡς σαφὲς ποιοῦσιν Ἀριστοφάνης τε ἐν Σφηξὶ καὶ Εὔπολις. ἰδίους δὲ εἶναι φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιέας, καὶ κατὰ τὴν Ἀττικῶν διάλεκτον ἀγυιᾶς, καθὰ καὶ Στειριᾶς καὶ Μηλιᾶς καὶ τὰ παραπλήσια λέγουσιν ἐν συναλοιφῇ. Ἀριστοφάνης ἐν Ὄρνισι μηλοσφαγεῖν τε βουθύτοις ἐπ' ἐσχάραις κνισᾶν τ' ἀγυιᾶς. φασὶ δ' αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ Διευχίδας ἐν τῇ γʹ τῶν Μεγαρικῶν. εἶεν δ' ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὥς φασι Κρατῖνος καὶ Μένανδρος. καὶ Σοφοκλῆς ἐν τῷ Λαοκόωντι, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν, φησὶ λάμπει δ' ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρων εὐοσμίας. | ] |
Α | Ἀπομάττων | [ | Ἀπομάττων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ἁπλοϊκώτερον ἀκούουσιν ἀντὶ τοῦ ἀποψῶν καὶ ἀπολυμαινόμενος, ἄλλοι δὲ περιεργότερον, οἷον περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις, ὡς λέγομεν ἀπομάττεσθαι τὸν ἀνδριάντα πηλῷ· ἤλειφον γὰρ τῷ πηλῷ καὶ τῷ πιτύρῳ τοὺς μυουμένους, ἐκμιμούμενοι τὰ μυθολογούμενα παρ' ἐνίοις, ὡς ἄρα οἱ Τιτᾶνες τὸν Διόνυσον ἐλυμήναντο γύψῳ καταπλασάμενοι ἐπὶ τῷ μὴ γνώριμοι γενέσθαι. τοῦτο μὲν οὖν τὸ ἔθος ἐκλιπεῖν, πηλῷ δὲ ὕστερον καταπλάττεσθαι νομίμου χάριν. Σοφοκλῆς ἐν Αἰχμαλωτίσι στρατοῦ καθαρτὴς κἀπομαγμάτων ἴδρις, καὶ πάλιν δεινότατος ἀπομάκτης τε μεγάλων συμφορῶν. | ] |
Α | Ἀρχὴ ἄνδρα δείκνυσι | [ | Ἀρχὴ ἄνδρα δείκνυσι: Δημοσθένης προοιμίοις δημηγορικοῖς. Σοφοκλῆς μὲν οὖν ἐν ταῖς ἐλεγείαις Σόλωνός φησιν αὐτὸ εἶναι ἀπόφθεγμα, Θεόφραστος δ' ἐν τῷ παροιμιῶν καὶ Ἀριστοτέλης Βίαντος. | ] |
Δ | Δερμηστής | [ | Δερμηστής: Λυσίας ἐν τῷ πρὸς Εὐπείθην. Δίδυμος μὲν ἀποδίδωσι τὸν σκώληκα οὕτω λέγεσθαι τῷ Σοφοκλεῖ ἐν Νιόβῃ, ἐν ζʹ τῆς ἀπορουμένης λέξεως, Ἀρίσταρχος δὲ τὸ Σοφόκλειον ἐξηγούμενος τὸν ὄφιν ἀπέδωκε. μήποτε δὲ μᾶλλον ἂν εἴη ὅστις τὰ δέρματα ἐσθίει δερμηστὴς, ὡς ὑποσημαίνεται καὶ ἐν ϛʹ Μιλησιακῶν Ἀριστείδου. | ] |
Ε | Ἔπιπλον | [ | Ἔπιπλον: Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. τὰ κατὰ τὴν οἰκίαν σκεύη ἔπιπλα λέγουσι, τὴν οἷον ἐπιπόλαιον κτῆσιν καὶ μετακομίζεσθαι δυναμένην. Σοφοκλῆς Ἀθάμαντι. | ] |
Η | Ἠκρωτηριασμένοι | [ | Ἠκρωτηριασμένοι: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας ἀντὶ τοῦ λελυμασμένοι· οἱ γὰρ λυμαινόμενοί τισιν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα, ὡς καὶ Σοφοκλῆς Πολυξένῃ. τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ ἐνεργητικοῦ κεῖται τοῦ ἠκρωτηριακότες. | ] |
Κ | Καθελών | [ | Καθελών: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ἢ ἐν ὁδῷ καθελών ἀντὶ τοῦ ἀνελὼν ἢ ἀποκτείνας. ἐχρήσαντο δὲ οὕτω τῷ ὀνόματι καὶ ἄλλοι, ὡς καὶ Στησίχορος ἐν Ἰλιοπέρσιδι καὶ Σοφοκλῆς ἐν Εὐμήλῳ. | ] |
Μ | Μελίνη | [ | Μελίνη: Δημοσθένης Φιλιππικοῖς. ὀσπρίου ἐστὶ σπέρμα, καὶ ἀρσενικῶς λέγουσι· θηλυκῶς δὲ Σοφοκλῆς Τριπτολέμῳ κνήμη μελίνης καὶ Ἡρόδοτος σπείροντες μελίνην. Ξενοφῶν Ἀναβάσεως αʹ καὶ σίτου καὶ μελίνης ἐν δὲ τῷ αὐτῷ πολὺν δὲ σήσαμον καὶ μέλινον καὶ ἐν ϛʹ καὶ ὄσπρια πάντα καὶ μελίνους. ἔνιοι μὲν οὖν εἶδος κέγχρου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον· Θεόφραστος δὲ ἐν ζʹ περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει, κέγχρον ἢ μελίνην ἢ ἔλυμον. | ] |
Ν | Νάννιον | [ | Νάννιον: Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν ἑταιρῶν Αἶγα λέγεσθαί φησι ταύτην τὴν ἑταίραν διὰ τὸ Θάλλον τὸν κάπηλον καταφαγεῖν· ὅτι γὰρ θαλλῷ χαίρουσιν αἱ αἶγες καὶ Σοφοκλῆς Ποιμέσιν ἑωθινὸς γὰρ, πρίν τιν' αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίραις προσφέρων νεοσπάδα, εἶδον στρατὸν στείχοντα παρ' ἁλίαν ἄκραν. ἔστι δὲ αὐτῆς μνήμη καὶ ἐν τῇ κωμῳδίᾳ. Ἀντιφάνης δὲ ὁ νεώτερος ἐν τῷ περὶ τῶν ἑταιρῶν τὴν Νάννιόν φησι Προσκήνιον ἐπονομάζεσθαι διὰ τὸ ἔξωθεν δοκεῖν εὐμορφοτέραν εἶναι. | ] |
Ξ | Ξηραλοιφεῖν | [ | Ξηραλοιφεῖν: Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι, ὡς Δίδυμος ἐν κηʹ Τραγικῆς λέξεως καὶ Νίκανδρος ἐν ιηʹ Ἀττικῆς διαλέκτου, προστιθεὶς ὅτι μήποτε καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτριβεῖσθαι οὕτως ἐλέγετο. Σοφοκλῆς Πηλεῖ καὶ ξηραλοιφῶν εἵματος διὰ πτυχῶν. | ] |
Π | Παλίνσκιον | [ | Παλίνσκιον: Ἰσαῖος μὲν ἐν τῷ πρὸς ὀργεῶνας μήτε παλίνσκιον γίγνεσθαι τὸ χωρίον ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ τριμέτροις πρὸς τοῖχον ἐκλίνθησαν ἐν παλινσκίῳ ἀντὶ τοῦ ἐν σκοτεινῷ, καὶ Σοφοκλῆς Ἰνάχῳ χειμῶνι σὺν παλινσκίῳ ἀντὶ τοῦ ζοφερῷ. | ] |
Π | Παρακρούεται | [ | Παρακρούεται: ἀντὶ τοῦ ἐξαπατᾷ. πολὺ δ' ἐστὶ παρά τε τοῖς ἄλλοις Ἀττικοῖς καὶ παρὰ Δημοσθένει ἐν τοῖς Φιλιππικοῖς. μετῆκται δὲ τοὔνομα ἀπὸ τοῦ τοὺς ἱστάντας τι ἢ μετροῦντας κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν, καὶ ὡς Σοφοκλῆς που ὡς μήτε κρούσῃς μήθ' ὑπὲρ χεῖλος βάλῃς. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: