Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Authors Catalog

Aeschylus (Aeschylus)

Tragicus

Atheniensis Athenae

urn:cts:greekLit:tlg0085

Works

urn:cts:greekLit:tlg0085.harp001
urn:cts:greekLit:tlg0085.harp002
urn:cts:greekLit:tlg0085.harp003
urn:cts:greekLit:tlg0085.harp004
urn:cts:greekLit:tlg0085.harp005

Ε Εὐμενίδες[ Εὐμενίδες: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Αἰσχύλος ἐν Εὐμενίσιν εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησὶν ὡς ἡ Ἀθηνᾶ πραΰνασα τὰς Ἐρινύας ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην, Εὐμενίδας ὠνόμασεν. εἰσὶ δὲ Ἀληκτὼ, Μέγαιρα, Τισιφόνη. ]
Θ Θεμιστεύειν[ Θεμιστεύειν: ἀντὶ τοῦ χρησμῳδεῖν Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως, εἰ γνήσιος. ὅτι δὲ γέγονε τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος Αἰσχύλος ἀρχόμενος τῶν Εὐμενίδων φησίν. ]
Θ Θεοίνιον[ Θεοίνιον: Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον· τὸν γὰρ Διόνυσον θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν αʹ Συναγωγῶν. ]
Μ Μαλκίομεν[ Μαλκίομεν: Δημοσθένης θʹ Φιλιππικῶν φησὶ μένομεν καὶ μαλακιζόμεθα. ἐν ἐνίοις γράφεται μαλκίομεν, ὅπερ δηλοῖ τὸν ὄρρον φρίττειν. Αἰσχύλος ἔλα, δίωκ' ἀκμῆτι μαλκίων ποδί. ]
Ο Ὀργεῶνας[ Ὀργεῶνας: Ἰσαίου λόγος ἐστὶ πρὸς ὀργεῶνας, ὀργεῶνες δ' εἰσὶν οἱ ἐπὶ τιμῇ θεῶν ἢ ἡρώων συνιόντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζόμενα δρᾶν, ἤτοι παρὰ τὸ ὀρέγειν τὼ χεῖρε, ἢ παρὰ τὰ ὄργια, ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν. οἱ μέντοι ποιηταὶ ἔταττον τοὔνομα ἁπλῶς ἐπὶ τῶν ἱερέων, ὡς Ἀντίμαχός τέ που καὶ Αἰσχύλος ἐν Μυσοῖς. μήποτε δὲ ὕστερον νενόμισται τὸ ἐπὶ τιμῇ τινὰς τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὁμοίως ὠνομάσθαι, ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν. ]
Ο Ὄρον[ Ὄρον: σκεῦός τι γεωργικὸν, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὑποσημαίνει. μήποτε μέντοι τὸ ὄρον παρά τε Αἰσχύλῳ ἐν Κερκύονι καὶ παρὰ Μενάνδρῳ ἐν βʹ Ἐπικλήρῳ σημαίνει ξύλον τι, ᾧ τὴν πεπατημένην σταφυλὴν πιέζουσιν. ]
Π Προπεπωκότες[ Προπεπωκότες: ἀντὶ τοῦ προδεδωκότες. ἐκ μεταφορᾶς δὲ λέγεται. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἐν ἀρχῇ τῶν Μυρμιδόνων Αἰσχύλος τάδε μὲν λεύσσεις, φαίδιμ' Ἀχιλλεῦ, δοριλυμάντους Δαναῶν μόχθους, οὓς * * * εἴσω κλισίας. ]
Χ Χλῆδος[ Χλῆδος: Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα περὶ χωρίου βλάβης ἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδὸν, ἐξ ὧν ὑψηλοτέραν καὶ στενωτέραν τὴν αὐτὴν ὁδὸν πεποιῆσθαι συμβέβηκεν. πᾶν πλῆθος χλῆδος λέγεται, καὶ ἐστὶν οἷον σωρός τις, μάλιστα δὲ τὸ τῶν ἀποκαθαρμάτων τε καὶ ἀποψημάτων, καὶ ἡ τῶν ποταμῶν πρόσχωσις, καὶ πολὺ μᾶλλον τῶν χειμάρρων, ὃ καὶ χέραδος καλεῖται. νῦν δὲ ἔοικεν ὁ ῥήτωρ λέγειν ὅτι χοῦν καὶ φρυγανώδη τινὰ ἐκ τοῦ χωρίου σωρὸν ὁ Καλλικλῆς εἰς τὴν ὁδὸν ἐμβέβληκεν, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς ὑποσημαίνει. κέχρηνται δὲ τῷ ὀνόματι πολλοί. Αἰσχύλος Ἀργείοις καὶ παλτὰ κἀγκυλητὰ καὶ χλῆδον βαλών. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License