urn:cts:greekLit:tlg0434.harp001
urn:cts:greekLit:tlg0434.harp002
urn:cts:greekLit:tlg0434.harp003
urn:cts:greekLit:tlg0434.harp004
urn:cts:greekLit:tlg0434.harp005
Α | Ἀγυιᾶς | [ | Ἀγυιᾶς: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιᾶς. ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν ὡς ἀπὸ τοῦ ἀγυιεύς. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν, ὡς σαφὲς ποιοῦσιν Ἀριστοφάνης τε ἐν Σφηξὶ καὶ Εὔπολις. ἰδίους δὲ εἶναι φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιέας, καὶ κατὰ τὴν Ἀττικῶν διάλεκτον ἀγυιᾶς, καθὰ καὶ Στειριᾶς καὶ Μηλιᾶς καὶ τὰ παραπλήσια λέγουσιν ἐν συναλοιφῇ. Ἀριστοφάνης ἐν Ὄρνισι μηλοσφαγεῖν τε βουθύτοις ἐπ' ἐσχάραις κνισᾶν τ' ἀγυιᾶς. φασὶ δ' αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ Διευχίδας ἐν τῇ γʹ τῶν Μεγαρικῶν. εἶεν δ' ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὥς φασι Κρατῖνος καὶ Μένανδρος. καὶ Σοφοκλῆς ἐν τῷ Λαοκόωντι, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν, φησὶ λάμπει δ' ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρων εὐοσμίας. | ] |
Α | Ἀρκυωρός | [ | Ἀρκυωρός: Λυκοῦργος ἐν τῇ κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἄρκυς δὲ πάντα τὰ κυνηγετικὰ λίνα· Ξενοφῶν Κυνηγετικῷ, Κρατῖνος Θρᾴτταις. | ] |
Ε | Ἐπιθέτους ἑορτάς | [ | Ἐπιθέτους ἑορτάς: Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους, ἄλλως δ' ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέγετο δὲ παρ' αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὁπόσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζεν, ὡς σαφὲς ποιεῖ Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφήν. ἐπιθέτους δὲ ἐπιστολὰς Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου τινὰς ὀνομάζει, λέγοι δ' ἂν τὰς δοθείσας τισὶν ὥστε διακομίσαι· λέγειν γὰρ ἦν εἰθισμένον ἐπέθηκεν ἐπιστολήν ἀντὶ τοῦ παρέδωκεν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου πρὸς τὴν Φορμίωνος παραγραφήν. Κρατῖνος δ' ἐν Τροφωνίῳ * * * * | ] |
Ι | Ἱερὰ ὁδός | [ | Ἱερὰ ὁδός: Ἰσαῖος ἐν τῇ πρὸς Διοφάνην ἀπολογίᾳ. Ἱερὰ ὁδός ἐστιν ἣν οἱ μύσται πορεύονται ἀπὸ τοῦ ἄστεος ἐπ' Ἐλευσῖνα. βιβλίον οὖν ὅλον Πολέμωνι γέγραπται περὶ τῆς Ἱερᾶς ὁδοῦ. μνημονεύει δ' αὐτῆς Κρατῖνος ἐν Δραπέτισιν. | ] |
Ι | Ἰθύφαλλοι | [ | Ἰθύφαλλοι: Ὑπερείδης ἐν τῷ κατ' Ἀρχεστρατίδου οἱ τοὺς ἰθυφάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. ποιήματά τινα οὕτως ἐλέγετο τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα, ὡς Λυγκεὺς ἐν ταῖς ἐπιστολαῖς φησίν· Δημοσθένης δὲ ἐν τῷ κατὰ Κόνωνος ἐπὶ ἐπωνύμου τεθειμένου τισὶ κατὰ παιδιὰν ἔταξεν αὐτό. ἐλέγετο δὲ κυρίως ἰθύφαλλος τὸ ἐντεταμένον αἰδοῖον, ὡς Κρατῖνος ἐν Ἀρχιλόχοις. | ] |
Κ | Κισθήνη | [ | Κισθήνη: Ἰσοκράτης Πανηγυρικῷ. ὄρος τῆς Θρᾴκης. Κρατῖνος κἀνθένδ' ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει. | ] |
Ξ | Ξυστίς | [ | Ξυστίς: Λυσίας ἐν τῷ πρὸς Νικόδημον καὶ Κριτόβουλον. γυναικεῖόν τι ἔνδυμά ἐστιν ἡ ξυστὶς πεποικιλμένον, ὡς δῆλον ποιοῦσιν ἄλλοι τε τῶν κωμικῶν καὶ Ἀντιφάνης ἐν Εὐπλοίᾳ τὸν ποικίλ' ὥσπερ ξυστίδ' ἠμφιεσμένον. ἔστι μὲν καὶ τραγικόν τι ἔνδυμα οὕτω καλούμενον, ὡς Κρατῖνος ἐν Ὥραις, ἔστι δὲ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης Νεφέλαις. | ] |
Π | Παρεῖαι ὄφεις | [ | Παρεῖαι ὄφεις: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. παρεῖαι ὀνομάζονταί τινες ὄφεις παρὰ τὸ παρειὰς μείζους ἔχειν, ὡς καὶ Κρατῖνος ἐν τῷ Τροφωνίῳ ὑποσημαίνει. ὁ δὲ Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου γράφει ταυτί εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας, τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν, τοὺς δὲ παρείας αὐτοὺς τοὺς ἔχεις κατεσθίειν. | ] |
Ρ | Ῥυτά | [ | Ῥυτά: συνεσταλμένως εἶδός ἐστι ποτηρίου· Δημοσθένης κατὰ Μειδίου. ἐκτεταμένως τὰ παρ' ἡμῖν λεγόμενα ὁμοίως Κρατῖνος ἐν Ὥραις. | ] |
Φ | Φελλέα | [ | Φελλέα: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου τὰ πετρώδη καὶ αἰγίβοτα χωρία φελλέας ἐκάλουν· Κρατῖνος Ὥραις, Ἀριστοφάνης Νεφέλαις. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: