Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Aeschines () - urn:cts:greekLit:tlg0026.harp002 ()

Α Ἀντίθεσις[ Ἀντίθεσις: Ἰσοκράτης Παναθηναϊκῷ. σχῆμα λέξεώς ἐστιν ἡ ἀντίθεσις, καθ' ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἤτοι κατὰ μέρος ἢ ἀθρόα. καὶ κατὰ μέρος μὲν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐδίδασκες γράμματα, ἐγὼ δ' ἐφοίτων καὶ τὰ ἑξῆς. ἀθρόως δὲ πάντων πρὸς πάντα, ὡς ὁ αὐτὸς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀπὸ τοῦ ὁ μέν γε ὑπὸ φίλου ἕως τοῦ βαδίζειν χορηγοῦντι. λέγεται δὲ καὶ ἀντίθετον τὸ αὐτὸ σχῆμα, ὡς Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. ]
Α Ἀργᾶς[ Ἀργᾶς: Αἰσχίνης περὶ τῆς ἀποδόσεως. πιθανώτερόν ἐστι λέγειν ὅτι Δωριεῖς, μάλιστα δ' Ἀργεῖοι, τὸν ὄφιν ἀργᾶν ἐκάλουν, ὡς Ἀχαιὸς ἐν Ἀδράστῳ. Τιμαχίδας δὲ Ῥόδιος οὐ κατὰ γλῶτταν καλεῖσθαι τὸν ὄφιν ἀργᾶν φησὶν, ἀλλὰ γένος τι εἶναι ὄφεως τοὺς ἀργᾶς· λέγεσθαι οὖν εἰκὸς τὸν Δημοσθένην, ἐπιτροπῆς τοῖς ἐπιτρόποις δίκας λαγχάνοντα, ὄφιν διὰ τὸ θηριῶδες. καὶ αὐτὸς τοὺς τοιούτους ὄφεσιν εἰκάζει ἐν τῷ κατ' Ἀριστογείτονος. ἐν μέντοι τοῖς Ἀττικιανοῖς ἐγέγραπτο ἅρπαξ. ἔνιοι δὲ τοῦ δράκοντος εἶναί φασι τὸ ἀργᾶν ἐπίθετον. ]
Β Βάταλος[ Βάταλος: Αἰσχίνης ἐν τῷ παραπρεσβείας. κεκωμῴδηται δὲ ἐπὶ μαλακίᾳ. Εὔπολις δὲ τὸν πρωκτὸν βάταλον λέγει. μήποτε οὖν ἔνθεν τοὺς κιναίδους βατάλους καλοῦσι. ]
Ε Ἐκκλητεύειν[ Ἐκκλητεύειν: τὸ εἰς κρίσιν ἄγειν, ἵν' ἐπάναγκές τις μαρτυρῇ· Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. ]
Ε Ἐννέα ὁδοί[ Ἐννέα ὁδοί: Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. τόπος ἐν Θρᾴκῃ περὶ τὴν Ἀμφίπολιν. ]
Ε Ἐπικράτης[ Ἐπικράτης: Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. οὗτός ἐστιν ὁ τῶν Ἀθηναίων δημαγωγὸς ὁ σακεσφόρος ἐπικαλούμενος, οὗ μνημονεύει καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ἕτερος δ' ἐστὶν Ἐπικράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακοσίων οὐσίαν. ἄλλος δ' ἐστὶν Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστὴς, ὡς δηλοῦται ὑπ' αὐτοῦ ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ· οὗτος μέντοι ἐπωνύμιον εἶχε Κυρηβίων, ὡς Δημοσθένης φησὶν ἐν τῷ κατ' Αἰσχίνου [+]. ]
Θ Θέρμαν[ Θέρμαν: Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. Θρᾴκιον τοῦτό ἐστι πόλισμα, ὡς καὶ Θεόπομπος ἐν κβʹ φησίν. ]
Θ Θρόνιον[ Θρόνιον: Αἰσχίνης ἐν τῷ παραπρεσβείας. πόλις ἐστὶ τῆς Λοκρίδος Θρόνιον, ὡς Θεόπομπος ἐν τῇ * *]
Ι Ἱκετηρία[ Ἱκετηρία: Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ. ἱκετηρία καλεῖται ἐλαίας κλάδος στέμματι ἐστεμμένος. ]
Κ Κέρκωψ[ Κέρκωψ: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις Κέρκωψιν δηλοῦται ὡς ἐξαπατητῆρές τε ἦσαν καὶ ψεῦσται οἱ Κέρκωπες· Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς μεταβαλεῖν φησι, καὶ τὰς Πιθηκούσσας νήσους ἀπ' αὐτῶν κληθῆναι. Αἰσχρίων δὲ ὁ Σάμιος ἐν τοῖς ἰάμβοις καὶ τὰ ὀνόματα αὐτῶν ἀναγράφει, Κάνδουλον καὶ Ἄτλαντον. ]
Κ Κτησιφῶν[ Κτησιφῶν: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+] τὸ μὲν γὰρ ἐξ ἀρχῆς, ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆς εἰρήνης, Κτησιφῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ. εἷς τῶν ιʹ πρέσβεων τῶν μετὰ Δημοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων ἦν οὗτος· ἑκάτερος γοῦν τῶν ῥητόρων ἐν τῷ περὶ τῆς πρεσβείας πολλάκις αὐτοῦ μνημονεύει. ἕτερος δ' ἂν εἴη τις ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγραφὼς Δημοσθένει, καθ' οὗ λόγος ἐστὶ τῷ Αἰσχίνῃκατὰ Κτησιφῶντος. ]
Λ Λοιδίας[ Λοιδίας: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὅτι Μακεδονίας ἐστὶ ποταμὸς ἄλλοι τε ἱστοροῦσι καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης. ]
Ν Νεμεὰς Χαράδρα[ Νεμεὰς Χαράδρα: Αἰσχίνης περὶ τῆς πρεσβείας. οὕτω τόπος τις ἐκαλεῖτο ἐν Πελοποννήσῳ· πλησίον τῆς Νεμεάδος Χαράδρας Ἔφορος ἐν κγʹ. ]
Ν Νίκαια[ Νίκαια: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἔστι δὲ πόλις τῆς Λοκρίδος ἐπιθαλαττίδιος. ]
Ο Ὁλοσχοίνωι[ Ὁλοσχοίνωι: Αἰσχίνης ἐν τῷ περὶ πρεσβείας. Θεόφραστος δ' ἐν δʹ περὶ φυτῶν, εἰπὼν τοῦ σχοίνου τρία εἴδη εἶναι, φησὶν ὡς ὁ τρίτος μεγέθει καὶ εὐσαρκίᾳ διαφέρων ὁλόσχοινος καλεῖται. ]
Ο Ὀρικὰ ζεύγη[ Ὀρικὰ ζεύγη: τὰ τῶν ὀρέων, τουτέστι τῶν ἡμιόνων, Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας· ὅτι γὰρ ὀρέας ἐκάλουν τὰς ἡμιόνους καὶ Ὅμηρος καὶ Ἀριστοφάνης ἐν Βατράχοις δηλοῖ. ]
Ο Ὅτι[ Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ιʹ Ἀτθίδος. Ὅτι νόμος ἐστὶν ὑπὲρ μʹ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ' ἐν τῷ κατ' Αἰσχίνου [+] φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. Ὅτι οἱ ἁλόντες ἐπ' ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων δηλοῖ. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν καʹ Νόμων. Ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. εἴρηκεν. Κρώβυλος δὲ ὁ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον. ]
Π Παλίμβολον[ Παλίμβολον: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁ πολλάκις ἐπ' ἐμπολῇ μεταβεβλημένος παλίμπρατος παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ Μενάνδρου Σικυωνίου. ]
Π Περίπολος[ Περίπολος: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων φησὶν οὕτως τὸν δεύτερον ἐνιαυτὸν ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἀποδεξάμενοι τῷ δήμῳ περὶ τὰς τάξεις καὶ λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. παρατηρητέον οὖν ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίγνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο· καὶ τάχα διὰ τοῦτο ἐπεμνήσθη τοῦ πράγματος ὁ ῥήτωρ, καίπερ πάντων τῶν ἐφήβων ἐξ ἀνάγκης περιπολούντων, ὅτι αὐτὸς δύο ἔτη γέγονεν ἐν τοῖς περιπόλοις· διὸ καὶ μαρτυρῶν ἐδήλωσεν αὐτό. ]
Π Προβολάς[ Προβολάς: ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἤ τινων ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γιγνομένων Δημοσθένης ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, εἰ γνήσιος. παρὰ δ' Αἰσχίνῃ ἐν τῷ περὶ τῆς πρεσβείας ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαί τινα ἀδικεῖν. ]
Π Προστασία[ Προστασία: Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος ταῦτα οὐχ ὁμολογουμένη προστασία ἀντὶ τοῦ βοήθεια προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας. Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ' ἐνίων προστάδος καλουμένης. ]
Π Προστρόπαιον[ Προστρόπαιον: Αἰσχίνης περὶ τῆς πρεσβείας ἐάσετε οὖν αὐτὸν τὸ τοιοῦτον προστρόπαιον ἀντὶ τοῦ ἄγος καὶ τὸ μίασμα. καὶ προστροπὴ δὲ παρὰ τοῦτο λέγεται· ἐν γοῦν τῷ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. κεῖται δὲ τοῦτο τὸ ὄνομα καὶ παρὰ Δεινάρχῳ ἐν τῷ κατὰ Φορμισίου ἀσεβείας. ]
Σ Στρατεία ἐν τοῖς ἐπωνύμοις[ Στρατεία ἐν τοῖς ἐπωνύμοις: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ λέγων εἰσὶ γὰρ ἐπώνυμοι ιʹ μὲν οἱ τῶν φυλῶν, βʹ δὲ καὶ μʹ οἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων ἐφ' οὗ ἐνεγράφησαν καὶ ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιητηκώς· νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται. καὶ μετ' ὀλίγα χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγράφουσιν ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι. διείλεκται περὶ τούτων καὶ Φιλόχορος ἐν δʹ τῆς Ἀτθίδος. ]
Σ Στρέψα[ Στρέψα: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. πόλις ἐστὶ τῆς Θρᾴκης, ὡς Ἑλλάνικος ἐν βʹ Περσικῶν ὑποσημαίνει. οἱ δὲ πολῖται τῆς Στρέψης καλοῦνται Στρεψαῖοι. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License