Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.harp036

Α Ἀναίνεσθαι[ Ἀναίνεσθαι: κοινῶς μὲν τὸ ἀρνεῖσθαι, ἰδίως δὲ ἐπὶ τῶν κατὰ τοὺς γάμους καὶ τὰ ἀφροδίσια λέγεται· Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ, Πλάτων Φάωνι, Μένανδρος Σικυωνίῳ. ]
Α Ἀφεὶς καὶ Ἀπαλλάξας[ Ἀφεὶς καὶ Ἀπαλλάξας: τὸ μὲν ἀφείς, ὅταν ἀπολύσῃ τίς τινα τῶν ἐγκλημάτων ὧν ἐνεκάλει αὐτῷ, τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν· Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὅτι ἀφίησι μέν τις αὐτῶν μόνων ὧν ἂν ἐγκαλῇ, ἀπαλλάττει δὲ, ὅταν μηδὲ ἄλλον τινὰ λόγον ὑπολίπηται ἑαυτῷ πρὸς τὸν ἐγκαλούμενον. Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ ἵν' ἀπαλλαγή τις αὐτῷ γένηται παρ' ὑμῶν κυρία. ]
Ε Ἐπιθέτους ἑορτάς[ Ἐπιθέτους ἑορτάς: Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους, ἄλλως δ' ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέγετο δὲ παρ' αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὁπόσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζεν, ὡς σαφὲς ποιεῖ Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφήν. ἐπιθέτους δὲ ἐπιστολὰς Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου τινὰς ὀνομάζει, λέγοι δ' ἂν τὰς δοθείσας τισὶν ὥστε διακομίσαι· λέγειν γὰρ ἦν εἰθισμένον ἐπέθηκεν ἐπιστολήν ἀντὶ τοῦ παρέδωκεν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου πρὸς τὴν Φορμίωνος παραγραφήν. Κρατῖνος δ' ἐν Τροφωνίῳ * * * *]
Ε Ἔφεκτος τόκος[ Ἔφεκτος τόκος: ὁ ἐπὶ τῷ ἕκτῳ τοῦ κεφαλαίου· Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου. ]
Π Προθεσμίας νόμος[ Προθεσμίας νόμος: Δημοσθένης ὑπὲρ Φορμίωνος. τὴν τῶν εʹ ἐτῶν ἂν λέγοι προθεσμίαν ὁ ῥήτωρ, ὡς ἐν τῷ λόγῳ ὑποσημαίνει, καὶ Λυσίας ἐν τῷ πρὸς Μενέστρατον, εἰ γνήσιος ὁ λόγος ἐστίν. ]
Χ Χρῆσται[ Χρῆσται: δύο σημαίνει τοὔνομα τἀναντία· καὶ γὰρ τοὺς δανειστὰς, ὡς παρ' Ἰσαίῳ ἐν τῷ πρὸς Καλυδῶνα καὶ παρ' Ἀριστοφάνει ἐν Νεφέλαις· φησὶ γὰρ ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματ' ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. καὶ ἐν τῇ πρὸς Ζηνόθεμιν παραγραφῇ φησιν οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δ' οὐδέν. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License