Α | Αὖ | [ | Αὖ: Δημοσθένης ἀντὶ τοῦ πάλιν ἐν τῷ κατ' Ἀφόβου αʹ. | ] |
Ε | Ἔκδοσις | [ | Ἔκδοσις: τὸ ναυτικὸν δάνεισμα, οἱονεὶ ἔξω δόσις· Δημοσθένης κατ' Ἀφόβου αʹ. | ] |
Ε | Ἐπιτρέπειν | [ | Ἐπιτρέπειν: Δημοσθένης ἐν τῷ κατ' Ἀφόβου αʹ οὕτως ἤρξατο εἰ μὲν ἐβούλετο Ἄφοβος, ὦ ἄνδρες δικασταὶ, δίκαια ποιεῖν περὶ ὧν διαφερόμεθα τοῖς τε οἰκείοις ἐπιτρέπειν ἀντὶ τοῦ διαιτητὰς αὐτοὺς αἱρεῖσθαι· ὅθεν καὶ Μενάνδρου δρᾶμα Ἐπιτρέποντες. Λυσίας δ' ἐν τῷ πρὸς τοὺς ἐπιτρόπους τῶν Βόωνος παίδων ἐπέτρεψεν εἶπεν ἀνδράσιν ἀντὶ τοῦ ἐπιτρόπους κατέστησεν. | ] |
Κ | Κηκίς | [ | Κηκίς: βάμμα τι καὶ στύμμα, ἢ καρπός τις δρυὸς ἐπιτήδειος εἰς βαφήν· Δημοσθένης ἐν τῷ κατ' Ἀφόβου αʹ, . | ] |
Σ | Σῖτος | [ | Σῖτος: Δημοσθένης ἐν τῷ κατ' Ἀφόβου αʹ. σῖτος καλεῖται ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἐξ ἄλλων τε μαθεῖν ἔστι καὶ ἐκ τοῦ Σόλωνος αʹ ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον, ἀγνοεῖ δὲ ὅτι ἓν ἀνθ' ἑνὸς οὐδέποτε παρ' αὐτοῖς ὁ τόκος σῖτος καλεῖται. | ] |
Σ | Συμμορία | [ | Συμμορία: Δημοσθένης κατ' Ἀφόβου αʹ. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρ' ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησι, περὶ τῶν χιλίων καὶ διακοσίων ἀνδρῶν λέγων τῶν πλουσιωτάτων, ἐκ τούτων τοίνυν οἶμαι δεῖν ποιῆσαι συμμορίας κʹ, ὥσπερ νῦν εἰσὶ, σώματα ξʹ ἑκάστην ἔχουσαν. Ὑπερείδης δ' ἐν τῷ πρὸς Πολύευκτόν φησιν εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιεʹ ἄνδρες. οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημοσθένης φησὶν ξʹ ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερείδης ιεʹ· ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτί ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σύμπεντε καὶ σύνεξ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατιδὼν Δημοσθένης νόμους ἔθηκε τοὺς τʹ τριηραρχεῖν καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι, νῦν ὁ Φορμίων αὑτὸν ἐκκλέπτει. ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας δεδήλωκεν ὁ Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου πολλάκις. συμμορῖται δέ εἰσιν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας, ὡς ἐν τῷ αὐτῷ λόγῳ Ὑπερείδης δείκνυσι. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι Φιλόχορος ἐν τῇ εʹ Ἀτθίδος [+]. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: