) - urn:cts:greekLit:tlg0566urn:cts:greekLit:tlg0566.harp001 - 
urn:cts:greekLit:tlg0566.harp002 - 
| Α | Ἁλόννησος | [ | Ἁλόννησος: νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος, ὡς καὶ Ἀρχέμαχος ἐν δʹ τῶν Εὐβοϊκῶν. μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δʹ καὶ Ἀναξιμένης ἐν δʹ Φιλιππικῶν. | ] |
| Α | Ἀμάδοκος | [ | Ἀμάδοκος: Ἰσοκράτης Φιλίππῳ. δύο γεγόνασιν οὗτοι, πατὴρ καὶ υἱὸς, ὃς καὶ Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν πρὸς Κερσοβλέπτην πόλεμον. ἀμφοτέρων μέμνηται Θεόπομπος ἐν τῇ ιαʹ τῶν Φιλιππικῶν. | ] |
| Α | Ἀμφικτύονες | [ | Ἀμφικτύονες: συνέδριόν ἐστιν Ἑλληνικὸν, συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασιλεύων, ὥς φησι Θεόπομπος ἐν ηʹ( ταῦτα δ' ἦν ιβʹ, Ἴωνες Δωριεῖς Περραιβοὶ Βοιωτοὶ Μάγνητες Ἀχαιοὶ Φθιῶται Μηλιεῖς Δόλοπες Αἰνιᾶνες Δελφοὶ Φωκεῖς) , ἢ ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας, ὡς Ἀναξιμένης ἐν αʹ Ἑλληνικῶν. | ] |
| Α | Ἀργαῖος | [ | Ἀργαῖος: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. περὶ τούτου καὶ Θεόπομπος ἐν τῷ αʹ τῶν Φιλιππικῶν λέγει τὸν Ἀρχέλαον καλοῦσι καὶ Ἀργαῖον καὶ Παυσανίαν. | ] |
| Α | Ἀρτεμισία | [ | Ἀρτεμισία: Δημοσθένης περὶ τῆς Ῥοδίων ἐλευθερίας. δύο γεγόνασιν αὗται, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, ἡ μὲν πρώτη κατὰ τὰ Περσικὰ, θυγάτηρ δ' ἦν Λυγδάμιδος, ἧς καὶ Ἡρόδοτος μνημονεύει. ἡ δὲ νεωτέρα, ἧς ὁ Δημοσθένης, θυγάτηρ μὲν ἦν Ἑκατόμνω, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου, ἥν φησι Θεόπομπος φθινάδι νόσῳ ληφθεῖσαν διὰ τὴν λύπην τὴν ἐπὶ τοῦ ἀνδρὸς καὶ ἀδελφοῦ Μαυσώλου ἀποθανεῖν. | ] |
| Α | Ἀττικοῖς γράμμασιν | [ | Ἀττικοῖς γράμμασιν: Δημοσθένης κατὰ Νεαίρας ἀντὶ τοῦ παλαιοῖς· τὴν γὰρ τῶν κδʹ στοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν εὑρεθῆναι. Θεόπομπος δ' ἐν τῇ κεʹ τῶν Φιλιππικῶν ἐσκευωρῆσθαι λέγει τὰς πρὸς τὸν βάρβαρον συνθήκας, ἃς οὐ τοῖς Ἀττικοῖς γράμμασιν ἐστηλιτεῦσθαι, ἀλλὰ τοῖς τῶν Ἰώνων. | ] |
| Δ | Δάτος | [ | Δάτος: πόλις ἐστὶ Θρᾴκης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία, Δάτος ἀγαθῶν. δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῇ δʹ· ἅπαξ δ' ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γʹ Φιλιππικῶν. μετωνομάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τέ φησι καὶ Φιλόχορος ἐν τῇ εʹ. | ] |
| Δ | Δρῦς | [ | Δρῦς: Δημοσθένης κατ’ Ἀριστοκράτους. πόλις ἐν Ἠπείρῳ. ἔστι δὲ καὶ ἑτέρα ἐν Θρᾴκῃ, ἧς νῦν ὁ ῥήτωρ μνημονεύει· ταύτην Θεόπομπος ἐν κʹ φησὶν ὑπὸ Ἰφικράτους κατοικισθῆναι. | ] |
| Ε | Ἐλάτεια | [ | Ἐλάτεια: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· πόλις δὲ ἦν μεγίστη τῶν ἐν Φωκεῦσι. τοῦ δὲ ῥήτορος πάλιν ἐν ζʹ Φιλιππικῶν, εἰ γνήσιος, τάδε, ἐν Κασσωπίᾳ τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχετα καὶ Ἐλάτειαν. ῥητέον ὅτι βέλτιον ἐν ἐνίοις γέγραπται διὰ τοῦ ρ Ἐλάτρεια· Θεόπομπος γοῦν ἐν μγʹ τέτταρας πόλεις φησὶν εἶναι τῶν Κασσωπαίων, ἀλλ' οὐ τρεῖς ὥσπερ ὁ Δημοσθένης, Ἐλάτρειάν τε καὶ Πανδοσίαν καὶ Βιτίαν καὶ Βούχετα. | ] |
| Ε | Εὔβουλος | [ | Εὔβουλος: Ὑπερείδου λόγος ἐστὶ περὶ τῶν Εὐβούλου δωρεῶν, μνημονεύει δ' αὐτοῦ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὅτι δὴ δημαγωγὸς ἦν ἐπιφανέστατος, ἐπιμελής τε καὶ φιλόπονος, ἀργύριόν τε συχνὸν πορίζων τοῖς Ἀθηναίοις διένειμε, διὸ καὶ τὴν πόλιν ἐπὶ τῆς τούτου πολιτείας ἀνανδροτάτην καὶ ῥαθυμοτάτην συνέβη γενέσθαι, Θεόπομπος ἐν τῇ ιʹ τῶν Φιλιππικῶν. ἕτερος δ' ἐστὶν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατ' Ἀρχεστρατίδου. | ] |
| Η | Ἡδύλειον | [ | Ἡδύλειον: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ὄρος ἐστὶν ἐν Βοιωτίᾳ τὸ Ἡδύλειον, ὡς καὶ Θεόπομπος ἐν τῇ κεʹ φησίν. | ] |
| Η | Ἠιών | [ | Ἠιών: Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ἠιὼν πόλις Θρᾴκης, Μενδαίων ἀποικία, ὡς Θουκυδίδης· Θεόπομπος δ' ἐν τῇ δʹ φησὶν ὡς Ἀθηναῖοι ἐκβαλόντες ἐξ Ἠιόνος Ἀμφιπολίτας κατέσκαψαν τὸ χωρίον. | ] |
| Θ | Θέρμαν | [ | Θέρμαν: Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. Θρᾴκιον τοῦτό ἐστι πόλισμα, ὡς καὶ Θεόπομπος ἐν κβʹ φησίν. | ] |
| Θ | Θρόνιον | [ | Θρόνιον: Αἰσχίνης ἐν τῷ παραπρεσβείας. πόλις ἐστὶ τῆς Λοκρίδος Θρόνιον, ὡς Θεόπομπος ἐν τῇ * * | ] |
| Ι | Ἱέραξ | [ | Ἱέραξ: Δημοσθένης ἐν αʹ Φιλιππικῶν. ὅτι ὁ Ἱέραξ εἷς ἦν τῶν ὑπ' Ἀμφιπολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι καὶ τὴν πόλιν καὶ τὴν χώραν, εἴρηκε Θεόπομπος ἐν γʹ Φιλιππικῶν. | ] |
| Ι | Ἱερομνήμονες | [ | Ἱερομνήμονες: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ συνεδρίου μετεχουσῶν οὕτω καλοῦνται, ὡς σαφὲς ποιεῖ Θεόπομπος ἐν τῇ λʹ. | ] |
| Ι | Ἱερώνυμος | [ | Ἱερώνυμος: Λυσίας ἐν τῷ πρὸς Ἱπποθέρσην. Ἱερωνύμου τοῦ στρατηγήσαντος Ἀθηναίων ἄλλοι τε μνημονεύουσι καὶ Ἔφορος ἔν τε τῇ ιηʹ καὶ ἐν τῇ ιθʹ. ἕτερος δ' ἐστὶν Ἱερώνυμος Μεγαλοπολίτης, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ὅτι δ' οὗτος ἦν τῶν μακεδονιζόντων μάλιστα καὶ Θεόπομπος εἴρηκεν ἐν τῇ ναʹ. | ] |
| Κ | Καβύλη | [ | Καβύλη: Δημοσθένης ἐν ηʹ Φιλιππικῶν. χωρίον ἐστὶ τῆς Θρᾴκης, ὥς φησι Θεόπομπός τε ἐν μζʹ καὶ Ἀναξιμένης ἐν ηʹ Φιλιππικῶν. οὗτος δέ φησιν αὐτὸ ἱδρύσθαι πρὸς τῷ Τάξῳ ποταμῷ κατὰ μέσον τῆς Θρᾴκης. | ] |
| Κ | Κερκιδᾶς | [ | Κερκιδᾶς: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τοὺς προδότας καταλέγων φησὶν Ἀρκάδας Κερκιδᾶς. ὅτι δ' οὗτος τῶν τὰ Μακεδονικὰ φρονούντων ἦν εἴρηκε καὶ Θεόπομπος ἐν ιεʹ Φιλιππικῶν. | ] |
| Κ | Κεινέας | [ | Κεινέας: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὡμολόγηται καὶ παρὰ τοῖς ἱστορικοῖς ὅτι Κεινέας εἷς ἦν τῶν προϊεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα, καὶ μάλιστα Θεοπόμπῳ ἐν αʹ, ἅμα καὶ διεξερχομένῳ τὰ περὶ τὸν ἄνδρα. | ] |
| Κ | Κορσιαί | [ | Κορσιαί: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. πόλις ἐστὶ τῆς Βοιωτίας Κορσιαὶ, ὡς Θεόπομπος ἐν τῇ λʹ. | ] |
| Λ | Λύκειον | [ | Λύκειον: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ' Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, ὃ Θεόπομπος μὲν ἐν τῇ καʹ Πεισίστρατον ποιῆσαι, Φιλόχορος δ' ἐν τῇ δʹ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι. | ] |
| Μ | Μαύσωλος | [ | Μαύσωλος: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ὄνομα κύριον, ἄρχων Καρῶν. φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα. | ] |
| Μ | Μύρτις | [ | Μύρτις: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φησὶν Ἀργείους Μύρτις, Τελέδαμος, Μνασέας. Θεόπομπος δ' ἐν τῇ ναʹ Πασέαν καὶ Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺς μακεδονίζοντας. ἰδεῖν οὖν εἰ γραφικά ἐστιν ἁμαρτήματα. | ] |
| Ν | Νέων | [ | Νέων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας Θεόπομπος ἐν βʹ Φιλιππικῶν ἱστορεῖ. | ] |
| Ν | Νότιον | [ | Νότιον: Λυσίας κατὰ Μαντίου. ὅτι δέ ἐστι χωρίον προκείμενον τῆς Κολοφωνίων πόλεως Θεόπομπος ἐν τῇ ιεʹ φησίν. | ] |
| Ο | Ὁμηρεύοντας | [ | Ὁμηρεύοντας: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἀναπεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρῳ. Κλείταρχος δέ φησιν ἐν τῇ εʹ νʹ εἶναι τοὺς δοθέντας παρὰ τῶν Λακεδαιμονίων ὁμήρους. ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῆσαι γὰρ τὸ συμβαλεῖν· Ὅμηρος ὡμήρησε δέ μοι παρ' ἑταίρων ἄγγελος ἐλθών. Θεόπομπος δὲ ὁμηρεῖν φησὶ παρὰ τοῖς ἀρχαίοις λέγεσθαι τὸ ἀκολουθεῖν· τοὺς οὖν ἐπ' ἀκολουθίᾳ τῶν ὁμολογουμένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι. | ] |
| Π | Παγασαί | [ | Παγασαί: Δημοσθένης ἐν Φιλιππικοῖς. ἐπίνειόν ἐστι Φεραίων αἱ Παγασαὶ, ὡς Θεόπομπος ἐν τῇ εʹ τῶν Φιλιππικῶν δηλοῖ. | ] |
| Π | Πανδοσία | [ | Πανδοσία: Δημοσθένης Φιλιππικοῖς. περὶ τῆς ἁλώσεως τῶν ἐν Κασσωπίᾳ πόλεων, ὧν ἐστι καὶ Πανδοσία, Θεόπομπος ἐν γʹ ἱστόρηκεν. | ] |
| Π | Πεδάριτος | [ | Πεδάριτος: Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ. τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος, ἁρμοστὴς ἀνὴρ, τῶν γεγονότων καλῶν, ὥς φησι Θεόπομπος ἐν βʹ Ἑλληνικῶν. | ] |
| Π | Πύγελα | [ | Πύγελα: Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου, εἰ γνήσιος. πόλις ἐστὶν ἐν τῇ Ἰωνίᾳ τὰ Πύγελα, ἣν Θεόπομπός φησιν ἐν ϛʹ λαβεῖν τοὔνομα ἐπειδὴ τῶν μετ' Ἀγαμέμνονός τινες διὰ νόσον τὴν περὶ τὰς πυγὰς ἐνταῦθα κατέμειναν. | ] |
| Π | Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι | [ | Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι: Δημοσθένης Φιλιππικοῖς. ἐκλήθησαν δ' οὕτω διὰ τὸ στενὴν εἶναι ταύτην τὴν εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις. Πυλαία δ' ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὅτι δέ τις ἐγίγνετο σύνοδος τῶν Ἀμφικτυόνων εἰς Πύλας Ὑπερείδης τε ἐν ἐπιταφίῳ καὶ Θεόπομπος ἐν τῇ λʹ εἰρήκασιν. ἐπέμποντο δ' ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινὲς οἵπερ ἐκαλοῦντο Πυλαγόραι· μνημονεύουσι δὲ καὶ τούτων πολλοὶ, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καὶ Ἀριστοφάνης ἐν δευτέραις Θεσμοφοριαζούσαις. | ] |
| Σ | Σκιράφια | [ | Σκιράφια: Δείναρχος ἐν τῷ κατὰ Προξένου. σκιράφια ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέτριβον ἐν Σκίρῳ οἱ κυβεύοντες, ὡς Θεόπομπος ἐν τῇ νʹ ὑποσημαίνει. | ] |
| Σ | Στεφανῶν τοὺς νενικηκότας | [ | Στεφανῶν τοὺς νενικηκότας: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+] ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ περὶ διοικήσεώς φησιν ἀλλὰ μὴν καὶ Καλλισθένην ρʹ μναῖς ἐστεφανώσατε. καὶ παρ' ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπῳ ἐν νζʹ καὶ Μενάνδρῳ ἐν Αὑτὸν πενθοῦντι. | ] |
| Σ | Σύνταξις | [ | Σύνταξις: ἀντὶ τοῦ συντεταγμένη διοίκησις· Δημοσθένης Φιλιππικοῖς καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα. ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ιʹ Φιλιππικῶν. Ὑπερείδης Δηλιακῷ σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν. | ] |
| Τ | Τετραρχία | [ | Τετραρχία: Δημοσθένης Φιλιππικοῖς. τεττάρων μερῶν ὄντων τῆς Θετταλίας ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο, καθά φησιν Ἑλλάνικος ἐν τοῖς Θετταλικοῖς· ὄνομα δέ φησιν εἶναι ταῖς τετράσι Θετταλιῶτιν, Φθιῶτιν, Πελασγιῶτιν, Ἑστιαιῶτιν. καὶ Ἀριστοτέλης δὲ ἐν τῇ κοινῇ Θετταλῶν πολιτείᾳ ἐπὶ Ἀλεύα τοῦ Πύρρου διῃρῆσθαί φησιν εἰς δʹ μοίρας τὴν Θετταλίαν. εἴη ἂν οὖν λέγων ὁ Δημοσθένης τὴν τετραρχίαν. ὅτι δὲ Φίλιππος καθ' ἑκάστην τούτων τῶν μοιρῶν ἄρχοντα κατέστησε δεδηλώκασιν ἄλλοι τε καὶ Θεόπομπος ἐν τῇ μδʹ. | ] |
| Τ | Τιλφώσσαιον | [ | Τιλφώσσαιον: Δημοσθένης κατ' Αἰσχίνου [+]. ὄρος ἐστὶ μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαΐδος, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς. | ] |
| Τ | Τί | [ | Τί ἐστι τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς καὶ τὸ θρυλούμενόν ποτε ἀπόρρητον ἐκεῖνο, Θεόπομπος ἐν λαʹ δεδήλωκε. φησὶ γὰρ καὶ πέμπει πρὸς τὸν Φίλιππον πρεσβευτὰς Ἀντιφῶντα καὶ Χαρίδημον πράξοντας καὶ περὶ φιλίας, οἳ παραγενόμενοι συμπείθειν αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτῳ συμπράττειν Ἀθηναίοις ὅπως ἂν λάβωσιν Ἀμφίπολιν, ὑπισχνούμενοι Πύδναν. οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελλον, βουλόμενοι λανθάνειν τοὺς Πυδναίους, ἐκδιδόναι μέλλοντες αὐτοὺς, ἐν ἀπορρήτῳ δὲ μετὰ τῆς βουλῆς ἔπραττον. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: