Α | Ἁλουργοπωλική | [ | Ἁλουργοπωλική: ἡ πορφυροπωλικὴ ὑφ' ἡμῶν λεγομένη· Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους. | ] |
Α | Ἀραφήνιος | [ | Ἀραφήνιος: Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους. δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος. | ] |
Δ | Διαμεμετρημένη ἡμέρα | [ | Διαμεμετρημένη ἡμέρα: μέτρον τι ἐστὶν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον· ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί. πρὸς δὴ τοῦτο ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσι. ταῦτα δὲ σαφέστατα αὐτοὶ οἱ ῥήτορες δεδηλώκασιν, ὥσπερ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ διδάσκει περὶ τούτων. ἐπισκεπτέον δὲ τὸ παρ' Ἰσαίῳ ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους, πῶς μεμετρημένης τῆς ἡμέρας ὁτὲ μέν φησι χωρὶς ὕδατος γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ. | ] |
Ε | Ἐπιδέκατον | [ | Ἐπιδέκατον: τὸ δέκατον Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου. καὶ ἐπίπεμπτον εἰώθασι λέγειν τὸ πέμπτον, ὡς καὶ Εὔπολις Αὐτολύκῳ. | ] |
Ε | Ἐπιστάτης | [ | Ἐπιστάτης: Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους. δύο εἰσὶν οἱ καθιστάμενοι ἐπιστάται, ὁ μὲν ἐκ πρυτάνεων κληρούμενος ὁ δὲ ἐκ τῶν προέδρων, ὧν ἑκάτερος τίνα διοίκησιν διοικεῖ δεδήλωκεν ὁ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ἐλέγετο δ' ἐν τοῖς κοινοῖς καὶ ὁ ἐφεστηκὼς πράγματι ὁτῳοῦν, ὡς Ὑπερείδης τε ἐν τῷ κατὰ Δημοσθένους [+] καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος φανερὸν ποιοῦσιν. | ] |
Ε | Ἐπώνια | [ | Ἐπώνια: τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον, εἴη δ' ἂν ἴσως ἡ πέμπτη· Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους κἀν τῇ πρὸς Τληπόλεμον ἀντωμοσίᾳ. | ] |
Ι | Ἰκαριεύς | [ | Ἰκαριεύς: Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου. δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος, ὥς φησι Διόδωρος. | ] |
Ι | Ἰσοτελής καὶ ἰσοτέλεια | [ | Ἰσοτελής καὶ ἰσοτέλεια: Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου πολλάκις. τιμή τις διδομένη τοῖς ἀξίοις φανεῖσι τῶν μετοίκων, καθ' ἣν καὶ τοῦ μετοικίου ἄφεσις αὐτοῖς ἐγίγνετο, ὡς Λυσίας ἐν τῷ πρὸς Σώστρατον ὕβρεως, εἰ γνήσιος. ὅτι δὲ καὶ τῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι ἄφεσιν εἶχον οἱ ἰσοτελεῖς Θεόφραστος εἴρηκεν ἐν ιαʹ τῶν Νόμων· οὗτος δέ φησιν ὡς ἐνιαχοῦ καὶ πόλεσιν ὅλαις ἐψηφίζοντο τὴν ἰσοτέλειαν Ἀθηναῖοι, ὥσπερ Ὀλυνθίοις τε καὶ Θηβαίοις. ἔστι δὲ μαθεῖν ἐκ τοῦ προγεγραμμένου Ἰσαίου λόγου καὶ ὅσα ἐτέλει ὁ ἰσοτελής. | ] |
Κ | Κηρύκεια | [ | Κηρύκεια: ὁ διδόμενος μισθὸς τοῖς κήρυξιν ἐπὶ ταῖς γινομέναις πράσεσιν· Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους. | ] |
Κ | Κηφισιεύς | [ | Κηφισιεύς: Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους. δῆμός ἐστι τῆς Ἐρεχθηΐδος φυλῆς, ὡς αὐτός φησιν. | ] |
Μ | Μετοίκιον | [ | Μετοίκιον: Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας. μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ὡς ξένος ἐπιδημῶν, ἀλλὰ τὴν οἴκησιν αὐτόθι καταστησάμενος. ἐδίδοντο δὲ ὑπ' αὐτῶν καθ' ἕκαστον ἔτος δραχμαὶ ιβʹ, ὅπερ ὠνόμαστο μετοίκιον, ὡς δηλοῖ Εὔβουλος ἐν τῇ Πλαγγόνι. Ἰσαῖος δ' ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει ὅτι ὁ μὲν ἀνὴρ ιβʹ, δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ϛʹ, καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ' ἐκείνου αὐτὴ τελεῖ. ὅτι δὲ καὶ οἱ δοῦλοι ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον ἄλλοι τε τῶν κωμικῶν δεδηλώκασι καὶ Ἀριστομένης. Μένανδρος δ' ἐν Ἀνατιθεμένῃ καὶ ἐν Διδύμαις πρὸς ταῖς ιβʹ, δραχμαῖς καὶ τριώβολόν φησι τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μὴ τιθέντες τὸ μετοίκιον μέτοικοι ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο, ὥς φησι Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν Φιλιππικοῖς δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι. | ] |
Ο | Οἴηθεν | [ | Οἴηθεν: Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου. δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος· Οἴηθεν δὲ ἀπὸ τόπου ἐπίρρημα. Φιλόχορος δ' ἐν τῇ γʹ τὴν Οἴην Κεφάλου μὲν θυγατέρα, Χάροπος δὲ γυναῖκα ἱστορεῖ. | ] |
Π | Πωληταὶ καὶ πωλητήριον | [ | Πωληταὶ καὶ πωλητήριον: οἱ μὲν πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, ιʹ τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα· Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. διείλεκται δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. πωλητήριον δὲ καλεῖται ὁ τόπος ἔνθα συνεδρεύουσιν οἱ πωληταί· Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου πολλάκις. | ] |
Σ | Σύμβολα | [ | Σύμβολα: τὰς συνθήκας, ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττωσι τοῖς πολίταις ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια. πολλάκις ἐν τῷ ζʹ Φιλιππικῶν Δημοσθένης, καὶ Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου. | ] |
Σ | Σύνδικοι | [ | Σύνδικοι: Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους φησὶν οἳ μετὰ τὰ ἐκ Πειραιῶς, ὡς ἐγὼ ἀκούω, σύνδικοι ἦσαν, πρὸς οὓς τὰ δημευόμενα ἀπεφέρετο. καὶ Λυσίας ἐν τῷ κατὰ Δεξίππου, εἰ γνήσιος, καὶ ποῦ ἑτέρωθι ἀνδρεῖός ἐστιν οὗτος πρὸς τοῖς θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συνδίκοις ἀπογραφὰς ἀπογράφων. μήποτ’ οὖν ἀρχή τις ἦν καθεσταμένη μετὰ τὴν ἐκ Πειραιῶς κάθοδον. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: