Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.harp025

Α Ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησεν αὐτῆι[ Ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησεν αὐτῆι: Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος φησὶν, ἀσαφῶς δ' αὐτοῦ ἔχοντος καὶ ἐλλιπῶς ἄλλοι ἄλλως ἐξηγοῦνται. ἐν δὲ τοῖς Ἀττικιανοῖς διττὴ ἦν γραφὴ, ἡ μὲν οὕτως ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησεν αὐτήν ἀντὶ τοῦ παραβᾶσα γὰρ τοῦτον τὸν νόμον διαχειροτονίαν περὶ αὐτῆς ἔδωκεν, εἰ χρὴ στεφανοῦν αὐτὴν, ἡ δ' ἄλλη ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησε λαβοῦσα ἐκεῖνον αὐτῇ. ]
Α Ἀντιγραφεύς[ Ἀντιγραφεύς: ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι ταῦτα· Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, ὁ μὲν τῆς διοικήσεως, ὥς φησι Φιλόχορος, ὁ δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ]
Α Ἀπογραφή[ Ἀπογραφή: ὅταν τις λέγῃ τινὰ ἔχειν τι τῶν τῆς πόλεως, ἀπογραφὴν ποιεῖται ὁ ἐναγόμενος, δηλῶν πόθεν ἔχει τὰ χρήματα καὶ πόσα ταῦτα εἴη. μήποτε δὲ καὶ εἶδός τι δίκης ἐστὶν ἡ ἀπογραφή· εἰ γὰρ ἀρνοῖτό τις μὴ ἔχειν, ἀπογραφῆς ἐκρίνετο ὡς οὐκ ὀρθῶς γεγενημένης τῆς ἀπογραφῆς· Δημοσθένης κατ’ Ἀνδροτίωνος. τί δὲ ἦν τὸ κινδύνευμα τῷ τὴν ἀπογραφὴν ποιουμένῳ, ἐν τῷ Δημοσθένους πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων, εἰ γνήσιος, δῆλον γίνεται. ]
Α Ἄπο τοῦ πράγματος[ Ἄπο τοῦ πράγματος: ἀντὶ τοῦ ἄπωθεν Δημοσθένης κατ’ Ἀνδροτίωνος. ]
Α Ἀπροβούλευτον[ Ἀπροβούλευτον: τὸ μὴ πρότερον εἰς τὴν βουλὴν, ἀλλ' εὐθὺς εἰς τὸν δῆμον εἰσφερόμενον ψήφισμα. ἐν τῷ κατ' Ἀνδροτίωνος νόμος παράκειται ταῦτα δηλῶν. ]
Δ Δεκατεύειν[ Δεκατεύειν: Δημοσθένης κατ’ Ἀνδροτίωνος οὐ γὰρ αὐτοὺς δεκατεύοντες ἀντὶ τοῦ τὴν δεκάτην εἰσπραττόμενοι καὶ οἷον λαφυραγωγοῦντες· τὰ γὰρ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκάτευον τοῖς θεοῖς. Δημοσθένους δ' ἐν τῷ κατὰ Μέδοντος περί τινος παρθένου λέγοντος οὕτως οὐ δεκατεῦσαι ταύτην οὐδὲ μυῆσαι, Δίδυμος ὁ γραμματικὸς περὶ τούτου βιβλίον γράψας φησὶν ὅτι τὸ δεκατεῦσαι Λυσίας ἐν τῷ περὶ τῆς Φρυνίχου θυγατρὸς ἀρκτεῦσαι εἴρηκεν. δεκατεῦσαι μέντοι, φησὶν, κυρίως ἐλέγετο τὸ καθιερῶσαι, ἐπειδήπερ ἔθος ἦν Ἐλληνικὸν τὰς δεκάτας τῶν περιγινομένων τοῖς θεοῖς καθιεροῦν. ἴσως δὲ τὸ ἀρκτεῦσαι δεκατεῦσαι εἴρηκεν ὁ ῥήτωρ, ἐπειδὴ αἱ δεκέτιδες ἤρκτευον. ]
Δ Διαχειροτονία[ Διαχειροτονία: διάκρισις τῆς χειροτονίας ἐν πλήθει γινομένης· Δημοσθένης ἔν τε τῷ κατὰ Τιμοκράτους καὶ κατ’ Ἀνδροτίωνος. ]
Ε Ἐξετάζεσθαι[ Ἐξετάζεσθαι: ἀντὶ τοῦ ὁρᾶσθαι Δημοσθένης κατὰ Στεφάνου. καὶ ἐν τῷ κατ’ Ἀνδροτίωνος ἐξητάσθης φησὶν ἀντὶ τοῦ ὤφθης, ἑωράθης. ]
Ε Ἐξορχησάμενος[ Ἐξορχησάμενος: ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράς Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος προσπαίζων ἅμα εἶπε διὰ τὴν τῶν Διονυσίων πομπήν. ]
Ε Ἐπιψηφίζων[ Ἐπιψηφίζων: ἀντὶ τοῦ ἐπικυρῶν· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος. πολὺ δέ ἐστι παρὰ τοῖς Ἀττικοῖς τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν αʹ Ἀπομνημονευμάτων. ]
Θ Θεσμοθέται[ Θεσμοθέται: Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος. ἀρχή τίς ἐστιν Ἀθήνησιν ἡ τῶν θεσμοθετῶν ἓξ τὸν ἀριθμὸν ὄντων, εἰσὶ δὲ ἐκ τῶν καλουμένων θʹ ἀρχόντων. καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον· θεσμοὶ δὲ ἐκαλοῦντο οἱ νόμοι, ὡς προείπομεν. ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ' ἐνιαυτὸν ἕκαστον εἴρηκεν Αἰσχίνης τε ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Θεόφραστος ἐν γʹ Νόμων. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ διέρχεται ὅσα οὗτοι πράττουσιν. ]
Μ Μελάνωπος[ Μελάνωπος: Δημοσθένης κατ’ Ἀνδροτίωνος. ὄνομα κύριον, κηδεστὴς Διοφάντου τοῦ ῥήτορος. ]
Π Πομπείας καὶ πομπεύειν[ Πομπείας καὶ πομπεύειν: ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. μεταφέρει δὲ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομπαῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις· Μένανδρος Περινθίᾳ ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι. πομπεῖα δὲ λέγεται τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ κατ' Ἀνδροτίωνος ὑποσημαίνει. πομπείοις δέ φησι Φιλόχορος πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λʹ κατασκευασθεῖσιν. ὀψὲ δέ φησι καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασεν. ]
Π Πρόεδροι[ Πρόεδροι: ἐκληροῦντο ὑπὸ τῶν πρυτάνεων καθ' ἑκάστην ἐκκλησίαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης, οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. πολλάκις δ' ἐστὶ τοὔνομα παρὰ τοῖς ῥήτορσιν, ὡς καὶ παρὰ Δημοσθένει ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. ὅτι δ' ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ]
Φ Φανοστράτη[ Φανοστράτη: Δημοσθένης κατ' Ἀνδροτίωνος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. ]
Χ Χερνίβων[ Χερνίβων: Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος καὶ χερνίβων καὶ κανῶν ἁψόμενον. εἴη δ' ἂν ἀπ' ὀρθῆς τῆς χέρνιψ γενικὴ πληθυντικὴ χερνίβων· τῆς γὰρ χέρνιβος μέμνηνται καὶ οἱ κωμικοὶ ὡς παραλαμβανομένης εἰς τὰς θυσίας. ὁ γοῦν Ἀριστοφάνης ἐν Ὄρνισι φησι παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα. ]
Χ Χρυσίς[ Χρυσίς: ἡ φιάλη· Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος, Ἀριστοφάνης Εἰρήνῃ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License