Α | Ἀλκίμαχος | [ | Ἀλκίμαχος: Δημοσθένης ἐν τῷ κατ' Εὐέργου καὶ Μνησιβούλου. στρατηγὸς οὗτός ἐστιν, Ἀναγυράσιος τῶν δήμων, στρατηγήσας ἐν τῷ πρὸς Φίλιππον πολέμῳ. ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδὼν, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου οὕτως Ἀλκίμαχον καὶ Ἀντίπατρον Ἀθηναίους καὶ προξένους ἐποιησάμεθα. Ἀναξιμένης δὲ ἐν τῇ βʹ τῶν περὶ Ἀλέξανδρον ἀνέγραψεν αὐτοῦ δημηγορίαν, πρὸς ἣν ἀντειπεῖν φησὶ Δημοσθένην. | ] |
Ε | Ἐκαλίστρουν | [ | Ἐκαλίστρουν: Δημοσθένης ἐν τῷ κατ' Εὐέργου καὶ Μνησιβούλου, εἰ γνήσιος. Ἰακὸν δ' ἐστὶ, καὶ τάχ' ἂν εἴη Δεινάρχου· καὶ οὗτος γὰρ ξενικοῖς ὀνόμασι χρῆται. | ] |
Ε | Ἐξηγητής | [ | Ἐξηγητής: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. ὁ ἐξηγούμενος τὰ ἱερά. ἔστι δὲ καὶ ἃ πρὸς τοὺς κατοιχομένους νομιζόμενα ἐξηγοῦντο τοῖς δεομένοις. καὶ Δημοσθένης ἐν τῷ κατ' Εὐέργου καὶ Μνησιβούλου δηλοῖ, πληθυντικῶς τοὺς ἐξηγητὰς πολλάκις ὀνομάζων. | ] |
Ε | Ἐπενεγκεῖν δόρυ ἐπὶ τῆι ἐκφορᾶι καὶ προαγορεύειν ἐπὶ τῶι μνήματι | [ | Ἐπενεγκεῖν δόρυ ἐπὶ τῆι ἐκφορᾶι καὶ προαγορεύειν ἐπὶ τῶι μνήματι: Δημοσθένης κατ' Εὐέργου καὶ Μνησιβούλου ταῦτά φησιν ἐπὶ τοῦ βιαίως ἀποθανόντος. Ἴστρος δ' ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων περὶ Προκρίδος καὶ Κεφάλου εἰπὼν γράφει ταυτί· τινὲς δὲ ἐπὶ τοῦ τάφου δόρυ καταπεπηχότα τὸν Ἐρεχθέα φασὶ πεποιῆσθαι παρακαθήμενόν τε καὶ τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμιμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας. | ] |
Ε | Ἑρμῆς ὁ πρὸς τῆι πυλίδι | [ | Ἑρμῆς ὁ πρὸς τῆι πυλίδι: Δημοσθένης ἐν τῷ κατ' Εὐέργου καὶ Μνησιβούλου. Φιλόχορος ἐν εʹ Ἀτθίδος [+] φησὶν ὡς οἱ ἐννέα ἄρχοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα τὸν Ἀττικόν. | ] |
Η | Ἠιτημένην | [ | Ἠιτημένην: ἀντὶ τοῦ κεχρημένην Δημοσθένης ἐν τῷ κατ' Εὐέργου, εἰ γνήσιος. ὅτι γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κίχρασθαι, Μένανδρος οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ' αἰτούμενος. | ] |
Κ | Κακοτεχνιῶν | [ | Κακοτεχνιῶν: δίκης ὄνομα, ἣν οἱ ἑλόντες τινὰ ψευδομαρτυριῶν κατὰ τοῦ παρασχομένου αὐτὸν ἐδίδοσαν· Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου τίσεως, εἰ γνήσιος, καὶ ἐν τῷ κατ' Εὐέργου καὶ Μνησιβούλου. | ] |
Π | Πρὸς τῆι πυλίδι Ἑρμῆς | [ | Πρὸς τῆι πυλίδι Ἑρμῆς: Δημοσθένης ἐν τῷ κατ' Εὐέργου. Φιλόχορος ἐν τῇ εʹ Ἀθηναίων φησὶν ἀρξαμένων τειχίζειν τὸν Πειραιᾶ οἱ θʹ ἄρχοντες τοῦτον ἀναθέντες ἐπέγραψαν ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδ' ἀνέθηκαν βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: