Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Damascius (Damascius)

Philosophus

urn:cts:greekLit:tlg4066

Works

urn:cts:greekLit:tlg4066.suda001

alpha 114[ Ἀγαθοεργία. Δαμάσκιος· ὡς δὲ ἑνὶ λόγῳ τὸ πᾶν συλλαβεῖν, ὅπερ ἔφη ὁ Πυθαγόρας ὁμοιότατον ἔχειν τῷ θεῷ τὸν ἄνθρωπον, τοῦτο σαφῶς ἐπὶ τῶν ἔργων αὐτὸς ἐπεδείκνυτο, τὴν ἀγαθοεργὸν προθυμίαν καὶ τὴν ἐς πάντας ἐπεκτεινομένην εὐεργεσίαν, μάλιστα μὲν τὴν ἀναγωγὴν τῶν ψυχῶν ἀπὸ τῆς κάτω βριθούσης παντοίας κακίας· ἔπειτα καὶ τὴν σωτήριον τῶν σωμάτων ἐκ τῆς ἀδίκου ἢ ἀνοσίου ταλαιπωρίας· τὸ δ’ οὖ τρίτον, ἐπεμελεῖτο τῶν ἔξω πραγμάτων, ὅση δύναμις. ]
alpha 309[ Ἀγοραῖοι: προπερισπωμένως· οἱ ἐν ἀγορῇ ἀναστρεφόμενοι ἄνθρωποι. Δαμάσκιος· ὁ δὲ παρίστατο καὶ ἐξῄτει τοῖς ἀποστεροῦσι μέχρι καὶ δικαστῶν ἀγοραίων. προπαροξυτόνως δὲ Ἀγόραιος, ἡ ἡμέρα ἐν ᾖ ἡ ἀγορὰ τελεῖται. ]
alpha 403[ Ἀγχίνοια: σύνεσις. ἢ ἕξις εὑρετικὴ τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα. ἢ εὐστοχία τις ἐν ἀσκέπτῳ χρόνῳ. καὶ Ἀγχίνουν· Δαμάσκιος· ὀξεῖαν δὲ καὶ ἀγχίνουν φύσεως δύναμιν ἐπὶ πολλὰ δι’ ὀλίγου φέρεσθαι δυναμένην ἑτοιμοτάτην συνιέναι καὶ γνωρίζειν τὰ ἴχνη τῶν θηραμάτων. περὶ Ἰσιδώρου ὁ λόγος. ]
alpha 405[ Ἀγχίσποροι: ἐγγὺς γένους. Δαμάσκιος· ἀλλὰ ῥώμῃ γενναίας φύσεως καὶ θεῶν ἀγχισπόρου. ]
alpha 764[ Ἄθρυπτος: ἀνδρώδης, μὴ βλακεύουσα, μηδὲ μαλακιζομένη, μηδὲ χαυνουμένη. Δαμάσκιος· τὴν δὲ τροφὴν ἐκληρώσαντο μετρίαν τινὰ καὶ ἄθρυπτον, οὔτε κακουργοῦσαν διὰ πενίαν, οὔτε διὰ πλοῦτον βλακεύουσαν, ἀλλὰ μέσην καὶ μουσικὴν καὶ τὸν Δώριον τρόπον ὡς ἀληθῶς ἡρμοσμένην. ]
alpha 773[ Ἀθύτους: ἄνευ θυσιῶν. καὶ γήμας ἀθύτους τε καὶ ἀγάμους γάμους ἐκεῖνος, ἐφ’ οἷς οἶδα καὶ τὸν θεὸν σείσαντα, καὶ διοσημίας ἄλλας κατενόησα ὢν ὑφ’ ἡλίῳ ἔτι καὶ τυραννῶν. ἐδεῖτο μὲν οἱ τὸ σῶμα κρεοφαγίας, ἀθύτου δὲ οὐκ ἠνέσχετο μεταλαβεῖν. Δαμάσκιός φησιν. ]
alpha 834[ Ἀκέραιον συνειδός: τὸ καθαρὸν καὶ εἰλικρινές. Δαμάσκιος φησίν· οὐδὲν γὰρ εἶναι τῶν ἀνθρωπίνων ἀκεραίου συνειδότος ἀντάξιον. δεῖ δὲ τὸν εὐσχήμονα τρόπον συνδιαιτᾶσθαι τοῖς πέλας· εἰ καὶ ἐναντίον εἴη τῷ φαινομένῳ τὸ ἀληθινὸν ἀγαθὸν, μηδέποτε ἐκεῖνο τούτου ἐπίπροσθεν ἄγειν μηδὲ ἄλλο ὁτιοῦν περὶ πλείονος ποιεῖσθαι τῆς ἀληθεῖας, μήτε κίνδυνον ἀγῶνος ἐπιφερομένου μήτε ὄκνῳ ἀποστρεφόμενον ἔργον ἐπίπονον, μηδὲ κέρδος ἐπαίνου ἀδίκου, μηδὲ συνήθειαν φιλίας, μηδὲ συγγενείας τινὸς ἀνάγκην. ]
alpha 994[ Ἀκροατὴς καὶ Ἀκροᾶσθαι: ὁ μαθητὴς καὶ τὸ μανθάνειν. Δαμάσκιος· ὁ δὲ ἠκροᾶτο λόγων γεγηρακότων καὶ σοφίᾳ τινὶ κεκραμένων. καὶ Ἀκροαμάτων, τουτέστιν ἀκουσμάτων. καὶ διαμένει καὶ νῦν παῤ αὐτοῖς πολιτευόμενον τὸ πρᾶγμα, ὥσπερ ἄλλο τι τῶν ἀκροαμάτων, αὐλὸς ἢ κιθάρα, τέρψεως ἕνεκα καὶ ψυχαγωγίας. ]
alpha 1015[ Ἀκρόπολις· Δαμάσκιος· τὰ γὰρ ἐπιφανέστατα τῶν ὀχυρωμάτων ὡς ἐπίπαν κοινὴν ἔχει τὴν φύσιν. γνοίη δ’ ἄν τις τὸ λεγόμενον ἐκ τῶν περὶ τὰς ἀκροπόλεις συμβαινόντων. αὗται γὰρ δοκοῦσι μὲν μεγάλα συμβάλλεσθαι πρὸς ἀσφάλειαν τῶν πολεμίων, ἐν οἷς ἂν ὦσι, καὶ πρὸς τὴν τῆς ἐλευθερίας φυλακήν, γίνονται δὲ καὶ πολλάκις αἴτιαι δουλείας καὶ κακῶν ὁμολογουμένων, ὥς φησι Πολύβιος. ]
alpha 1588[ Ἀμήχανον: ὑπὲρ λόγον. ἢ ἀνεπιχείρητον, ἀδύνατον. τοῖς δὲ Ῥωμαίοις ἀμήχανος ἡ χαρὰ παρέστη πρὸς τὸ πάθος. καὶ Ἁμήχανος, πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι. οὐκ αὐτὸς μὴ δυνάμενος μενος μηχανήσασθαι. Δαμάσκιος· πόθῳ τε ἀμηχάνῳ τῆς περὶ τὸ θεῖον βακχείας, οἷον ἀπομαντευομένῳ ἐῴκει τὴν τῆς ἀληθείας εὕρεσιν. ]
alpha 2532[ Ἄνθρωπος: τὸ προσηγορικόν. καὶ Ἄνθρωπος, ἴδιον ὄνομα τοῦ ὀλυμπιονίκου πύκτου, οὐ ἐν Ἠθικοῖς Ἀριστοτέλης μνημονεύει. ἀλλ’ ἔγωγε, ἔφην, ταύτης μόνης ἐπιδεῖσθαι νομίζω τῆς μαντικῆς τοὺς ἀνθρώπους εἶναι βουλομένους καὶ μὴ δίκην θηρίων ἔξω κεχηνέναι ἐς προνομὰς ἀπεράντους. οὕτω φησὶ Δαμάσκιος ὁ φιλόσοφος. ]
alpha 3142[ Ἀπῆγεν: ἐκώλυεν, ἀπέτρεπεν. Δαμάσκιος· ὁ δὲ Σαλούστιος ἀπῆγε τοὺς νέους τῆς φιλοσοφίας, δυοῖν τὰ ἕτερα πεπονθώς, ἡ πρὸσκρούσων τοῖς καθηγουμένοις, ἔχθρᾳ τῇ πρὸς ἐκείνους ἐπιβουλεύων ταῖς φιλοσόφοις διατριβαῖς, ἢ τὸ μέγεθος τοῦ ἐπιτηδεύματος ἐκλογιζόμενος, οἴεσθαι πάντας ἀνθρώπους ἀναξίους εἶναι αὐτοῦ. ]
alpha 3477[ Ἀπόπειρα: δοκιμασία. Δαμάσκιος· τῷ γὰρ ὄντι συνέβαινε τοὺς τῷ ὄντι φιλοσοφίας ἐρῶντας τῶν νέων ὥσπερ ἐν πυρὶ χρυσὸν δοκιμάζεσθαι. εἰ δὲ μὴ ὡμολόγει τὴν ἀπόπειραν, αὐτὸ τοῦτο μάλιστα δι’ ἣν ἡ ἀπόπειρα, σπουδή τις εἶναι προσποιουμένη καὶ ἐλλοχῶσα τὰς νεοπρεπεῖς ἀττούσας κινήσεις. ἐμὲ γοῦν διεκώλυεν ὡς χαλεπωτάτου ὄντος τοῦ πράγματος. καὶ Ἀποπειρῶμαι· γενικῇ. ]
alpha 4304[ Αττα: δʹ σημαίνει. ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς. ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. ἐν δὲ τῷ Παραπρεσβείας Δημοσθένης ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν· τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. Ἀττα, τινὰ ἢ ἅτινα, ἢ παραπλήσια ὀλίγα. Ἀντιφῶν τῷ ἅττα κέχρηται ἀντὶ τοῦ ἅτινα ἐν τῆ Ἀπολογίᾳ τοῦ Μύρρου. οὐ γὰρ ἐγὼ ἐπεπόνθειν ταῦτα, ἅττα νῦν πέπονθα ὑπὸ τούτου. καὶ αὖθις· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶσι τῇ ὄψει, πιστότερα ἡγοῦνται ἢ οἷς εἰς ἀφανὲς ἥκει ὁ ἔλεγχος τῆς ἀληθείας. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχεν. εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς αὐτὰ συμπαθείας, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματος ψιλοῦται. ]
alpha 4587[ Ἀφέλεια. καὶ Δαμάσκιός φησιν, ὡς Ἰσίδωρος πρὸς τῇ ἀφελείᾳ καὶ ἀψεύδειαν ἠγάπα διαφερόντως καὶ ἀπεδέχετο ὥστε καὶ εὐθύγλωττος εἶναι πέρα τοῦ δέοντος, καὶ οὐδ’ ὁτιοῦν ἔχειν ἐν ἑαυτῷ προσποιούμενον. ]
beta 316[ Βλακεύεται καὶ Βλακεύει: μαλακίζεται. Δαμάσκιος· καὶ παροξύνων τῷ λόγῳ τούς ἐν ἔργῳ βλακεύοντας. οὐδεμιᾶς γοῦν ἐτίθετο κακίας ἐλάττω τὴν ῥᾳθυμίαν, ἁπασῶν δὲ σχεδὸν τὴν μεγίστην. καὶ Ξενοφῶν· εἶ τις αὐτῷ δοκοίη τῶν πρὸς τοῦτο τεταγμένων βλακεύειν, ἐκλεγόμενος τὸν ἐπιτήδειον ἔπαιεν ἂν τῇ βακτηρίᾳ. ]
beta 490[ Βωμολόχος: ὁ κακοῦργος, ἀσεβής. παρὰ τούς λοχῶντας τὰ ἐν τοῖς βωμοῖς ἐπιτιθέμενα θύματα, ἢ τοὺς θύοντας, ἵνα αἰτήσαντες λάβωσί τι. καὶ B ωμολόχοις ἔπεσι, τοῖς πρὸς χάριν καὶ ἀπὸ κολακείας. ἀπὸ δὲ τῶν λοχώντων περὶ τούς βωμοὺς καὶ βουλομένων τι λαβεῖν μετήνεκται ἡ λέξις. οὗτοι γὰρ ἐπὶ τῶν βωμῶν πολλὰ ἐλιπάρουν κολακεύοντες λαβεῖν τι τῶν θυόντων. Ἀγαθίας· οὐ γὰρ σύνηθες, ὁ Ναρσῆς, ἔμοιγε, ἔφη, βωμολοχίαις τε καὶ γλισχραῖς ἐλπίσινἐγκαλλωπίζεσθαι. καὶ περὶ Ἰσιδώρου Δαμάσκιος· ὁ δὲ ἐπίχαρις ἦν, εὐτραπελίας μὲν καὶ βωμολοχίας ὅτι πορρωτάτω. ]
gamma 107[ Γελασείω: ἐπιθυμητικῶς ἔχω τοῦ γελᾶν. Δαμάσκιος· νῦν δὲ καὶ τῷ μὴ πάνυ γελασείοντι γέλωτα παρέξει γενναῖον ἡ τοῦ ἔργου διέξοδος. ]
gamma 453[ Γρηγόριος, ἀδελφὸς Ἑρμείου τοῦ φιλοσόφου· ὃς ἅπαν τοὐναντίον ἦν τῷ Ἑρμείᾳ, ὀξύτατος μὲν εἰς ὑπερβολὴν καὶ εὐκίνητος ἐπί τε τὰς ζητήσεις καὶ τὰς μαθήσεις, ἄλλως δὲ οὐχ ἡσύχιος οὐδὲ γαλήνην ἐν τοῖς ἤθεσι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκός. ἐπεὶ δὲ Ἀθήνηθεν ἧκον εἰς Ἀλεξάνδρειαν, ὕστερον ὁ Γρηγόριος ἑάλω τῇ νόσῳ ἐπὶ τὸ πλέον, ὥστε δύσχρηστον αὐτοῦ καὶ πολλαχῆ παραλλάττον γενέσθαι τὸ ὄργανον. οὕτω φησὶ Δαμάσκιος εἰς τὴν φιλόσοφον ἱστορίαν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License