Proclus) - urn:cts:greekLit:tlg4036Constantinople (Wikidata) (Pleiades)
Athens (Wikidata)
philosopher (Wikidata)
mathematician (Wikidata)
mythographer (Wikidata)
writer (Wikidata)
| alpha | 157 | [ | Ἀγάπιος· Ἀθηναῖος φιλόσοφος, μετὰ Πρόκλον ἀποιχόμενον, ὑπὸ Μαρίνῳ. ὃς ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ καὶ ἀποριῶν προβολῇ δυσεπιβόλων. | ] |
| alpha | 735 | [ | Ἀθηνόδωρος· Στωϊκὸς φιλόσοφος, ἐπὶ Ὀκταουϊανοῦ βασιλέως Ῥωμαίων· ἐφ’ οὗ πᾶσα ἀνάγκη κοινὸν εἶναι δυστύχημα τὴν τοῦ κράτους ἄλογον ἐξουσίαν, ἐξ οὗ δὴ μάλιστα ταῖς Ἀθηνοδώρου τούτου συμβουλίαις ἐπείσθη. καὶ διαδέχεται Τιβέριος τὴν βασιλείαν. τότε γὰρ οἱ κόλακες παρὰ τοῦ βασιλέως δωρεῶν καὶ τιμῶν ἀξιούμενοι μεγίστων ἀρχῶν ἐπέβαινον, οἵ τε ἐπιεικεῖς καὶ ἀπράγμονες μὴ τὸν αὐτὸν ἐκείνοις αἱρούμενοι βίον εἰκότως ἐσχετλίαζον, οὐ τῶν αὐτῶν ἀπολαύοντες. ὥστε ἐκ τούτου τὰς μὲν πόλεις στάσεων πληροῦσθαι καὶ ταραχῶν· τὰ δὲ πολιτικὰ κέρδους ἥττοσιν ἄρχουσιν ἐκδιδόμενα, τὸν μὲν ἐν εἰρήνῃ βίον λυπηρὸν καὶ ὀδυνηρὸν τοῖς χαριεστέροις ἐποίουν, τὴν δὲ ἐν τοῖς πολέμοις προθυμίαν ἐξέλυον. κατὰ δὲ τοὺς καιροὺς ἐκείνους καὶ ἡ παντόμιμος ὄρχησις εἰσήχθη οὔπω πρότερον οὖσα· καὶ προσέτι γε ἕτερα πολλῶν κακῶν αἴτια γεγονότα. ὅτι τῷ Ἀθηνοδώρῳ πάντα παρεσκεύαστο πρὸς φιλοσοφίαν τά τε ἀπὸ τῆς φύσεως καὶ τὰ ἀπὸ τῆς ἐπιεικοῦς προαιρέσεως, ὅτε Πρόκλος ἔζη. καὶ διαφανῶς ἐξηγεῖτο τοῖς πλησιάζουσιν. ὃν ὁ Σαλούστιος θαυμάζων ἐπὶ σπουδῆς ἔλεγεν, ὅτι πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωπος ἐξάπτοντι πάντα τὰ παρακείμενα. ἀλλ’ ὅμως ἔπεισεν Ἀθηνόδωρον μὴ φιλοσοφῆσαι. | ] |
| delta | 1170 | [ | Διονύσιος ὁ Ἀρεωπαγίτης, ἐπίσκοπος Ἀθηνῶν, ἀνὴρ ἐλλογιμώτατος καὶ τῆς Ἑλληνικῆς παιδείας εἰς ἄκρον ἐληλακώς, ἀκουστὴς Παύλου πρὸς τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν καὶ ὑπ’ αὐτοῦ κατασταθεὶς εἰς αὐτὰς τὰς Ἀθήνας ἐπίσκοπος. πρὸς δὲ τὴν πάτριον τῶν Ἑλληνικῶν μαθημάτων ἄσκησιν πάντων προὐκέκριτο· ἑκάστης γὰρ ὡς εἰπεῖν αἱρέσεως τῆς ὑπ’ αὐτῶν πρεσβευομένης ἐν πολλῇ καθεστήκει τῇ πείρᾳ. οὗτος ἤκουσε Παύλου δημηγοροῦντος ἐν Ἀθήναις καὶ τὸν Χριστὸν καὶ τὴν ἀνάστασιν μετὰ παρρησίας τοῖς Ἕλλησιν εὐαγγελιζομένου. καὶ πιστεύσας τῷ Παύλου κηρύγματι ὑπ’ αὐτοῦ καὶ τῆς πόλεως ἐπισκοπεῖν τάττεται. κατὰ γοῦν τὴν ἀρχὴν Τιβερίου Καίσαρος, ὅτε δὴ καὶ τὴν ἡλικίαν ἤκμαζεν, ἀπῆρεν εἰς Αἴγυπτον τοῖς ἐκεῖσε σοφοῖς ὁμιλῆσαι γλιχόμενος. συνῆν δὲ αὐτῷ καὶ Ἀπολλοφάνης ἐκεῖνος ὁ σοφιστής, οὗ Πολέμων ὁ Λαοδικεὺς ἐν Σμύρνῃ διήκουσεν, ὁ διδάσκαλος Ἀριστείδου. κατὰ γοῦν τὸν καιρὸν τοῦ σωτηρίου πάθους τοῦ δεσπότου Χριστοῦ, ἄμφω ἤστην ἐν Ἡλιουπόλει τῇ ἐν Αἰγύπτῳ. καὶ δὴ τῆς ἡλιακῆς ἐκλείψεως οὐ κατὰ φύσιν γεγενημένης, οὐ γὰρ ἦν συνόδου καιρός, εἰπεῖν λέγεται πρὸς τὸν μακάριον Διονύσιον τὸν σοφιστὴν Ἀπολλοφάνην ταῦτα· ὦ καλὲ Διονύσιε, ἀμοιβαὶ θείων πραγμάτων. μνημονεύει δὲ τούτων ἁπάντων ὁ αὐτὸς Διονύσιος ἐν τῇ πρὸς Πολύκαρπον τὸν μέγαν ἐπιστολῇ, τὸν Σμύρνης ἐπίσκοπον· ἦν γὰρ ὁ Ἀπολλοφάνης τῷ Διονυσίῳ τοῦ Χριστιανισμοῦ ἕνεκα διαλοιδορούμενος· καί φησι· σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν, ὡς τοῖς Ἑλλήνων ἐπὶ τοὺς Ἕλληνας οὐχ ὁσίως χρωμένῳ. καίτοι πρὸς αὐτὸν ἡμᾶς ἦν ἀληθέστερον εἰπεῖν, ὡς Ἕλληνες τοῖς θείοις οὐχ ὁσίως ἐπὶ τὰ θεῖα χρῶνται διὰ τῆς σοφίας τοῦ θεοῦ τὸ θεῖον ἐκβάλλειν πειρώμενοι σέβας. καὶ μετὰ μικρόν· ἀλλὰ καὶ αὐτὸς Ἀπολλοφάνης οὐχ ὁσίως τοῖς θείοις ἐπὶ τὰ θεῖα χρῆται. τῇ γὰρ τῶν ὄντων γνώσει καλῶς λεγομένῃ πρὸς αὐτοῦ φιλοσοφίᾳ καὶ πρὸς τοῦ θείου Παύλου σοφίᾳ θεοῦ κεκλημένῃ πρὸς τὸν αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆς γνώσεως αὐτῶν ἐχρῆν ἀνάγεσθαι τοὺς ἀληθεῖς φιλοσόφους. καὶ μετὰ βραχέα· ἔδει συνιδεῖν Ἀπολλοφάνην σοφὸν ὄντα μὴ ἂν ἄλλως ποτὲ δυνηθῆναι τῆς οὐρανίας τι παρατραπῆναι τάξεως καὶ κινήσεως, εἰ μὴ τὸν τοῦ εἶναι αὐτὴν καὶ συνοχέα καὶ αἴτιον ἔχειν εἰς τοῦτο κινοῦντα, τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα, κατὰ τὸν ἱερὸν λόγον. καὶ αὖθις μετὰ μικρόν· εἰπὲ δὲ αὐτῷ, τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; ἀμφοτέρω γὰρ τότε κατὰ Ἡλιούπολιν ἅμα παρόντε καὶ συνεστῶτε παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν, οὐ γὰρ ἦν συνόδου καιρός, αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐνάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. ἀνάμνησον δέ τι καὶ ἕτερον αὐτόν· οἶδε γὰρ ὅτι καὶ τὴν ἔμπτωσιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατος ἐλθοῦσαν, εἶτα ἀναποδίσασαν, καὶ αὖθις οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωσιν καὶ τὴν ἀνακάθαρσιν, ἀλλ’ ἐκ τοῦ κατὰ διάμετρον ἐναντίου γεγενημένην. τοσαῦτα τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριστῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι μεγάλα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ταῦτα, εἴ σοι θεμιτόν, εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανες, ἐξέλεγχε καὶ πρὸς ἐμὲ τὸν τότε συμπαρόντα σοι καὶ συνεωρακότα καὶ συνανακρίναντα πάντα καὶ συναγάμενον. ἀμέλει καὶ μαντείας τότε οὐκ οἶδ’ ὅθεν ὁ Ἀπολλοφάνης ἀπάρχεται, καὶ πρὸς ἐμὲ ὥσπερ τὰ γινόμενα συμβάλλων ἔφη ταῦτα· ὦ καλὲ Διονύσιε· θείων ἀμοιβαὶ πραγμάτων. τοσαῦτα ὡς κατ’ ἐπιστολὴν εἴρηκεν ὁ μέγας Διονύσιος πρὸς τὸν θεοφόρον Πολύκαρπον. τῆς δέ γε σοφίας αὐτοῦ καὶ τῆς εὐγλωττίας ἔνδειξις ἀκριβὴς ἡ τῶν παρ’ αὐτοῦ γραφεισῶν βίβλων ἀνυπέρβλητος φράσις· τῇ τε γὰρ παρὰ τῶν ἔξωθεν καλουμένῃ παιδείᾳ, τῇ τε θείᾳ καὶ ἡμετέρᾳ, πολλὴν εἶχε τὴν ἐπιστήμην ἐν ἑκατέρᾳ. εἰ γάρ τις ἀπίδοι πρὸς τὰ κάλλη τῶν αὐτοῦ λόγων καὶ τὰ βάθη τῶν νοημάτων οὐκ ἀνθρωπίνης φύσεως ταῦτα νομίσοι γεννήματα, ἀλλά τινος ἀκηράτου καὶ θείας δυνάμεως. καὶ τοίνυν αὐτῷ γέγραπται τάδε· Πρὸς Τιμόθεον ἐπίσκοπον Ἐφέσου, καὶ αὐτὸν μαθητὴν Παύλου τυγχάνοντα, περὶ θείων ὀνομάτων βιβλία ιβʹ, περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας, περὶ τοῦ, τίς ἡ τῆς εὐχῆς δύναμις, καὶ περὶ τοῦ μακαρίου Ἱεροθέου, περὶ εὐλαβείας καὶ συγγραφῆς θεολογικῆς, περὶ ἀγαθοῦ, φωτός, καλοῦ, ἔρωτος, ἐκστάσεως, ζήλου· καὶ ὅτι τὸ κακὸν οὔτε ὂν οὔτε ἐξ ὄντων οὔτε ἐν τοῖς οὖσιν, περὶ τοῦ ὄντος, ἐν ᾧ καὶ παραδείγματα, περὶ ζωῆς, περὶ σοφίας, νοῦ, λόγου, ἀληθείας, πίστεως, περὶ δυνάμεως, δικαιοσύνης, σωτηρίας, ἀπολυτρώσεως, περὶ μεγάλου καὶ μικροῦ, τ αὐτοῦ, ἑτέρου, ὁμοίου, ἀνομοίου, στάσεως, κινήσεως, ἰσότητος, περὶ παντοκράτορος, παλαιοῦ ἡμερῶν· ἐν ᾧ καὶ περὶ αἰῶνος καὶ χρόνων· περὶ εἰρήνης, καὶ τί βούλεται αὐτὸ τὸ αὐτοεῖναι, περὶ ἁγίου ἁγίων, βασιλέως βασιλέων καὶ κυρίου κυρίων καὶ θεοῦ θεῶν. ἑτέρα βίβλος πρὸς τὸν αὐτὸν Τιμόθεον περὶ ἐκκλησιαστικῆς ἱεραρχίας περιέχουσα κεφάλαια ιεʹ, ἑτέρα βίβλος πρὸς τὸν αὐτὸν Τιμόθεον περὶ τῆς οὐρανίου ἱεραρχίας περιέχουσα καὶ αὐτὴ κεφάλαια ιεʹ, ἄλλη πρὸς τὸν αὐτὸν Τιμόθεον βίβλος περὶ μυστικῆς θεολογίας περιέχουσα κεφάλαια εʹ, Περὶ τῶν οὐρανίων ταγμάτων καὶ ὅσα τῷ ἀριθμῷ. φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ πρὸς Γάϊον θεραπευτὴν δʹ, πρὸς Δωρόθεον λειτουργὸν αʹ, πρὸς Σώπατρον ἱερέα αʹ, πρὸς Πολύκαρπον ἱεράρχην Σμύρνης αʹ, πρὸς Δημόφιλον θεραπευτὴν αʹ, πρὸς Ἰωάννην τὸν Θεολόγον, τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν αʹ. ἰστέον δέ, ὥς τινες τῶν ἔξω σοφῶν καὶ μάλιστα Πρόκλος θεωρήμασι πολλάκις τοῦ μακαρίου Διονυσίου κέχρηται καὶ αὐταῖς δὲ ξηραῖς ταῖς λέξεσι. καὶ ἔστιν ὑπόνοιαν ἐκ τούτου λαβεῖν ὡς οἱ ἐν Ἀθήναις παλαιότεροι τῶν φιλοσόφων σφετερισάμενοι τὰς αὐτοῦ πραγματείας, ὧν αὐτὸς μνημονεύει πρὸς Τιμόθεον γράφων, ἀπέκρυψαν, ἵνα πατέρες αὐτοὶ ὀφθῶσι τῶν θείων αὐτοῦ λόγων. ὁ τοίνυν θεοφάντωρ Διονύσιος ἤδη που μακρὸν ἐλάσας χρόνον καὶ πλήρης ἡμερῶν γεγονὼς τῷ τοῦ πνεύματος μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ τελειοῦται ἐπὶ Τραϊανοῦ Καίσαρος, ὅτε καὶ ὁ θεοφόρος Ἰγνάτιος ἐν Ῥώμῃ τὸν τῆς ἀθανασίας διήθλησεν ἀγῶνα. ὅτι εἰς τὸν μέγαν Διονύσιον [+] ἔγραψεν ἐγκώμιον Μιχαὴλ Σύγκελλος Ἱεροσολύμων, ἐν ᾧ φησιν· ὅσα δὲ δι’ ἀγράφου παραδόσεως ἢ ἐγγράφως παρειλήφαμεν, ἥκομεν ὑμῖν τοῖς φιλακροάμοσι παραθησόμενοι. τοιοῦτος οὖν εἰς ἡμᾶς κατήντηκε λόγος, ἀνέκαθεν πρὸς πατρὸς παιδὶ παραδεδομένος, ὡς ὁ μέγας Διονύσιος οὗτος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν, ἡνίκα μεσούσης ἡμέρας ὁ ἥλιος ἐκρύπτετο, ἐπὶ τῷ παραδόξῳ σφόδρα τεθηπὼς καὶ τὴν ἀνθρωπείαν ὑπερβεβηκὼς γνῶσιν, κατανοήσας τὸ γεγονός, ἄγνωστος, ἔφη, πάσχει θεός, δι’ ὃν τόδε τὸ πᾶν ἐζόφωταί τε καὶ σεσάλευται. καὶ παραχρῆμα τὸν χρόνον, καθ’ ὃν τουτὶ τὸ παγκόσμιον ἐτετέλεστο τερατούργημα, τεκμηριωσάμενος ἐτήρει παρ’ ἑαυτῷ, τοὐντεῦθεν διαγγελούμενον καραδοκῶν. μέμνηται μέντοι καὶ αὐτὸς ἐν τῇ πρὸς Πολύκαρπον ἐπιστολῇ τῆς ἡλιακῆς ἐκλείψεως ἐκείνης τῆς φρικωδεστάτης. Ἀπολλοφάνους γάρ, ἀνδρὸς φιλοσόφου, τὴν θρησκείαν Ἕλληνος τυγχάνοντος, νεμεσῶντός τε καὶ λοιδορουμένου τῷ τρισολβίῳ τούτῳ ὡς ἑταίρῳ δῆθεν ὄντι φιλτάτῳ καὶ ὁμογενεῖ, τὰ πατρῷα μὲν μυσαττομένῳ σεβάσματα, τὴν δὲ τῶν Χριστιανῶν προτιμῶντι καὶ ἀσπαζομένῳ πίστιν καὶ ταύτης ἀγωνιστικώτατα προασπίζειν, καὶ τοῖς Ἑλλήνων κατὰ τῶν Ἑλλήνων χρωμένῳ, τὴν λοιδορίαν καὶ νέμεσιν ἀνασκευάζειν πειρώμενος, μᾶλλον δὲ ὑποτιθέμενος τῷ Πολυκάρπῳ, πρὸς ὃν καὶ ὁ συστρατιώτης ἐποιεῖτο τὰ σκώμματα, τάδε φησί· σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν· καὶ τὰ ἑξῆς. | ] |
| delta | 1355 | [ | Δομνῖνος, φιλόσοφος, Σύρος τὸ γένος ἀπό τε Λαοδικείας καὶ Λαρίσσης πόλεως Συρίας, μαθητὴς Συριανοῦ καὶ τοῦ Πρόκλου συμφοιτητής, ὥς φησι Δαμάσκιος. ἐν μὲν τοῖς μαθήμασιν ἱκανὸς ἀνήρ, ἐν δὲ τοῖς ἄλλοις φιλοσοφήμασιν ἐπιπολαιότερος. διὸ καὶ πολλὰ τῶν Πλάτωνος οἰκείοις δοξάσμασιν διέτρεψε. καὶ διαλυμηνάμενος ἀποχρώσας ὅμως εὐθύνας τῷ Πρόκλῳ δέδωκε, γράψαντι πρὸς αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥς φησιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνος. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκρος οἷον ἀληθῶς φιλόσοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνησιν Ἀσκληπιὸς τὴν αὐτὴν ἴασιν ἐχρησμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ’ ἀποπτύοντι πολλάκις καὶ τοῦτο φέροντι τῆς νόσου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοσηκότι. ἡ δὲ ἴασις ἦν ἐμπίπλασθαι χοιρείων κρεῶν. ὁ μὲν δὴ Πλούταρχος οὐκ ἠνέσχετο τῆς τοιαύτης ὑγιείας καίτοι οὐκ οὔσης αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος ἀποβλέπων εἰς τὸ ἄγαλμα τοῦ Ἀσκληπιοῦ( καὶ γὰρ ἐτύγχανεν ἐγκαθεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ) , ὦ δέσποτα, ἔφη, τί δὲ ἂν προσέταξας Ἰουδαίῳ νοσοῦντι ταύτην τὴν νόσον; οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖσθαι χοιρείων κρεῶν ἐκέλευσας. ταῦτα εἶπεν, ὁ δὲ Ἀσκληπιὸς αὐτίκα ἀπὸ τοῦ ἀγάλματος ἐμμελέστατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπείαν τῷ πάθει. Δομνῖνος δὲ οὐδὲ κατὰ θέμιν πεισθεὶς τῷ ὀνείρῳ, θέμιν τὴν Σύροις πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ χρησάμενος ἔφαγέ τε τότε καὶ ἤσθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευστος ἐπιτίθεσθαι τὸ πάθημα πάντως, ἕως ἐνεπλήσθη. τούτῳ οὖν ἤδη προσγεγηρακότι νεώτερος ὢν ἐντυχεῖν ὁ Ἀσκληπιόδοτος λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀστεμφὲς οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺς ἐντυγχάνοντας ἰδιώτας ἢ ξένους, ἄλλως τε καὶ τοὺς ἐπὶ τῷ διαφέρειν αὐχοῦντας, ἀμέλει καὶ ἑαυτῷ προσενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματος οὐκ ἠξίου ὁμολογεῖν πρὸς αὐτόν, οἷα δὲ νέος ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θρασέως ὥστε τὸν Δομνῖνον μηκέτι προσέσθαι αὐτὸν εἰς ὁμιλίαν. | ] |
| alphaiota | 79 | [ | Αἰδεσία, Ἑρμείου γυνή. αὕτη ἦν μὲν προσήκουσα γένει τῷ μεγάλῳ Συριανῷ, καλλίστη καὶ ἀρίστη γυναικῶν τῶν ἐν Ἀλεξανδρείᾳ· τὰ μὲν ἤθη τῷ ἀνδρὶ παραπλησία, ἁπλῆ καὶ γενναία καὶ δικαιοσύνης οὐδὲν ἧττον ἢ σωφροσύνης ἐπιμεληθεῖσα διὰ βίου παντός· τὸ δὲ ἐξαίρετον αὐτῆς φιλόθεον καὶ φιλάνθρωπον. διὰ τοῦτο καὶ παρὰ δύναμιν εὖ ποιεῖν ἐπεχείρει τοὺς δεομένους, ὥστε καὶ τοῦ Ἑρμείου τελευτήσαντος ἐπὶ παισὶν ὀρφανοῖς ἀπολειφθεῖσα τῶν αὐτῶν εἴχετο δαπανημάτων εἰς τὰς εὐποιΐας. τοιγάρτοι καὶ ὑπόχρεων τοῖς υἱέσι τὸν βίον ἐποίησεν, ἐφ’ ᾧ καὶ μέμψασθαί τινες αὐτὴν ἐπεχείρουν. ἡ δὲ ἕνα θησαυρὸν ἡγουμένη τῆς ἀμείνονος ἐλπίδος, εἴ τις ἐθέλοι τοῖς ἱεροῖς καὶ ἐπιεικέσιν ἀνθρώποις ἐπικουφίζειν τὰ ἄχθη τῆς χρησμοσύνης, οὐδενὸς ἐφείδετο διὰ τὸν ἔλεον τῆς κατὰ τὰ ἀνθρώπεια τύχης· τοιγαροῦν ἠγάπων αὐτὴν καὶ τῶν πολιτῶν οἱ πονηρότατοι. μάλιστα δὲ τῶν υἱέων ἐπεμελεῖτο τὰ περὶ φιλοσοφίαν, ὀρεγομένη τὴν τοῦ πατρὸς ἐπιστήμην αὐτοῖς παραδοῦναι καθάπερ κλῆρόν τινα πατρῴας οὐσίας. ἥ γε καὶ τὴν δημοσίαν τῷ πατρὶ σίτησιν διδομένην τοῖς παισὶ διεφύλαξε νέοις ἔτι οὖσιν, ὡς ἐφιλοσόφησαν· ὅπερ οὐκ ἴσμεν οὐδὲ ἀνδρῶν ἕτερον πεποιηκότα, μήτι γε δὴ γυναικῶν. ἦν γὰρ παρὰ πᾶσι τιμὴ καὶ αἰδὼς οὐκ ὀλίγη τῆς Αἰδεσίας. ἀλλ’ ἐπεὶ καὶ συνέπλευσε τοῖς υἱέσιν Ἀθήναζε στελλομένοις ἐπὶ φιλοσοφίαν, ἐθαύμασεν αὐτῆς τὴν ἀρετὴν ὅ τε ἄλλος χορὸς τῶν φιλοσόφων καὶ ὁ κορυφαῖος Πρόκλος. αὕτη ἐστὶν Αἰδεσία, ἣν κόρην οὖσαν ἔτι τῷ Πρόκλῳ κατεγγυήσειν ἔμελλεν ὁ Συριανός, εἰ μὴ θεῶν τις ἀπεκώλυσεν ἐπὶ γάμον ὁρμῆσαι τὸν Πρόκλον. τὰ δὲ πρὸς θεὸν εὐσεβὴς οὕτω καὶ ἱερά, καὶ τὸ ὅλον φάναι θεοφιλής, ὥστε πολλῶν ἐπιφανειῶν ἀξιοῦσθαι. ἡ δὲ Αἰδεσία τοιαύτη ἦν καὶ διεβίω πάντα τὸν βίον ὑπὸ θεοῦ τε καὶ ἀνθρώπων ἀγαπωμένη καὶ ἐπαινουμένη. καὶ ταύτην ἐπίσταμαι γραῦν γυναῖκα, καὶ ἐπ’ αὐτῇ τεθνεώσῃ τὸν ἐπὶ τῷ τάφῳ λέγεσθαι νομιζόμενον ἔπαινον ἐπεδειξάμην ἡρωικοῖς ἔπεσι κεκοσμημένον ἔτι νέος ὢν τότε καὶ κομιδῆ μειράκιον. ταύτης δὲ παῖδες ἀπὸ τοῦ Ἑρμείου νεώτερος μὲν Ἡλιόδωρος, πρεσβύτης δὲ Ἀμμώνιος. οὗτος μὲν οὖν εὐφυέστερος ἦν καὶ φιλομαθέστερος, ὁ δὲ ἁπλούστερος καὶ ἐπιπολαιότερος ἔν τε τοῖς ἤθεσιν ἔν τε τοῖς λόγοις. ἄμφω μὲν γὰρ ἐφιλοσοφησάτην ὑπὸ Πρόκλῳ μετὰ τῆς μητρὸς ὡς αὐτὸν ἀφικομένω παιδαγωγούσης. καὶ ὁ Πρόκλος αὐτοῖς προσεῖχε τὸν νοῦν ἐπιμελέστερον ὡς παισὶν Ἑρμείου, φίλου τε καὶ ἑταίρου ἀνδρός, παισὶ δὲ Αἰδεσίας, τῆς γένει Συριανῷ προσηκούσης καὶ ἅμα σφίσι τὸ τηνικαῦτα παρούσης. ἀφίκετο μὲν δὴ σὺν αὐτοῖς Ἀθήναζε καὶ Ἱέραξ ὁ Συνεσίου ἀδελφός. | ] |
| alphaiota | 89 | [ | Αἰδοῖος· ὁ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖόν τε καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖνο ὁρᾶν τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον. | ] |
| zeta | 82 | [ | Ζήνων, Ἀλεξανδρεύς, ἀνὴρ Ἰουδαῖος μὲν γεγονώς, ἀπειπάμενος δὲ δημοσίᾳ πρὸς τὸ φῦλον τῶν Ἰουδαίων, ὡς παρὰ σφίσι νενόμισται τὸν λευκὸν ὄνον ἐν τῇ ἀργούσῃ ἡμέρᾳ διὰ τῆς καλουμένης αὐτῶν συναγωγῆς ἐλασάμενος. οὗτος ὁ Ζήνων ἐπιεικὴς μὲν ἦν φύσει καὶ ἱερός, ἀλλὰ νωθέστερος ἐν λόγοις καὶ μαθήμασιν, ἐφιέμενος μὲν ἀεί τι μανθάνειν καὶ ἐρωτῶν, ὅ τι ἂν ἀγνοοῖ, πάντα δὲ σχεδὸν ἀγνοῶν. καὶ γὰρ νοῆσαι βραδύτατος ἦν, καὶ τῶν νοηθέντων ὀψέ ποτε προδότης ὑπὸ λήθης ἑτοιμότατος. ἦν δὲ καὶ ἕτερος Ζήνων, τοῦ Πρόκλου ἑταῖρος, κατὰ τὸν αὐτὸν χρόνον, τῷ μὲν γένει Περγαμηνός, τῇ δὲ φύσει καὶ αὐτὸς ἐνδεέστερος, τά γε πρὸς ἐπιστήμην· ἐπιεικὴς δὲ καὶ τὰ ἤθη κατηρτυμένος. ὁπότερος δὲ αὐτοῖν ἀφορμὴν τῇ διαστάσει παρέσχετο τῷ Σαλουστίῳ πρὸς τὸν Πρόκλον, οὐκ ἔχω φράζειν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: