Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Democritus Abderita (Democritus) - urn:cts:greekLit:tlg1304

Places of birth (Wikidata Statement)

Ancient Abdera (Wikidata) (Pleiades)

Miletus (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Greece (Wikidata)

Significant Place (Wikidata Statement)

Ancient Abdera (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

mathematician (Wikidata)

art historian (Wikidata)

Works

urn:cts:greekLit:tlg1304.suda001
urn:cts:greekLit:tlg1304.suda002
urn:cts:greekLit:tlg1304.suda003
urn:cts:greekLit:tlg1304.suda004
urn:cts:greekLit:tlg1304.suda005
urn:cts:greekLit:tlg1304.suda006

alpha 1827[ Ἄναγκαῖον: οὕτως καλεῖται τὸ αἰδοῖον, ἐπεὶ τῆς ἀνάγκης ἐστὶ συμβόλαιον. οἱ δὲ πρὸς ἀλκὴν ἐτράποντο ἐκ τοῦ ἀναγκαίου. ἀντὶ τοῦ δι’ ἀνάγκας. Ἰσαῖος δὲ ἀναγκαῖον τὸ δεσμωτήριον καλεῖ. Καλλισθένης δὲ ἀνωγαίων εἶπε καὶ οὕτως δεῖ μᾶλλον λέγεσθαι. Ἀναγκαῖόν ἐστιν, ὅπερ ἀληθὲς ὂν οὐκ ἔστιν ἐπιδεκτικὸν τοῦ ψεῦδος εἶναι· ἢ ἐπιδεκτικὸν μέν ἐστι, τὰ δὲ ἐκτὸς αὐτῷ ἐναντιοῦται πρὸς τὸ ψεῦδος εἶναι, οἷον ἡ ἀρετὴ ὠφελεῖ. οὐκ ἀναγκαῖον δέ ἐστιν, ὃ καὶ ἀληθές ἐστι καὶ ψεῦδος οἷόν τε αὐτὸ εἶναι, τῶν ἐκτὸς μηδὲν ἐναντιουμένων· οἷον περιπατεῖ Δίων. ὅτι Δημόκριτος Ἀβδηρίτης φησί, μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδὲ εἰς τὸ μηδὲν ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δὲ ἐν τῷ ὅλῳ δινουμένας καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν. εἶναι γαρ καὶ ταῦτα ἐξ ἀτόμων τινὰ συστήματα, ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωττα διὰ στερρότητα. πάντα δὲ κατὰ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας τῆς γενέσεως οὔσης πάντων, ἣν ἀνάγκην λέγει. διαιρεῖ δὲ τὰ ὄντα εἰς τὸ εἶναι ἢ ἐξ ἀνάγκης εἶναι, ὡς τὸν ἄνθρωπον ζῷον εἶναι. ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης ἐστίν· ὁμοίως ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι. τὰ δὲ ἐνδεχομένως, καὶ τούτων τῶν ἐνδεχομένων τὰ μὲν ὡς ἐπὶ τὸ πλεῖστον ὡς τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράσκοντα πολιοῦσθαι, τὰ δὲ ἐπ’ ἔλαττον, ὡς τὰ τούτοις ἀντικείμενα, τὸ τὸν ἄνθρωπον τετραδάκτυλον ἢ ἑξαδάκτυλον εἶναι. ἔστι γὰρ ἐν τούτοις οὕτως καὶ ταῦτα. ἢ τὸ μὴ πολιοῦσθαι γηρῶντα τὸν ἄνθρωπον ἢ μὴ, ἀποδημεῖν ἢ λούεσθαι ἢ μή. ]
alpha 3420[ Ἀπολλώνιος, Τυανεὺς, φιλόσοφος, υἱὸς Ἀπολλωνίου καὶ μητρὸς πολίτιδος τῶν ἐπιφανῶν, ὃν κύουσα ἡ μήτηρ ἐπιστάντα δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Νέρωνος καὶ μέχρι Nέρβα, ἐφ’ οὗ καὶ μετήλλαξεν. ἐσιώπησε δὲ κατὰ Πυθαγόραν εʹ ἔτη. εἶτα ἀπῆρεν εἰς Αἴγυπτον, ἔπειτα εἰς Βαβυλῶνα πρὸς τοὺς μάγους, κἀκεῖθεν ἐπὶ τοὺς Ἄραβας, καὶ συνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. συνέταξε δὲ τοσαῦτα· Τελετὰςπερὶ θυσιῶν, Διαθήκην, Χρησμούς, Ἐπιστολὰς, Πυθαγόρου βίον. εἰς τοῦτον ἔγραψε ΦιλόστρατοςΛήμνιος τὸν φιλοσόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιος Τυανεύς ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας, ὁ δὲ Ἀπολλώνιος ὑπ’ ἀρετῆς καὶ σωφροσύνης οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόστρατος λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὕτ’ οὖ νέους. ὃν οὔπω οἱ ἄνθρωποι γινώσκουσιν ἀπὸ τῆς ἀληθινῆς φιλοσοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τ ἀνδρός· οἱ δὲ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς μὴ σοφὸν, κακῶς γινώσκοντες. Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτων λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ αἰσθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷς προὔλεγεν, ἐς τὴν σοφίαν ταύτην, ὡς διαβεβλήσεται καὶ Σωκράτης ἐφ’ οἷς προὔλεγε, καὶ Ἀναξαγόρας, ὃς Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγινώσκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸς αὐτὸν ἢ αὐτὸς πρὸς ἄλλους ἔγραφεν. ἐπέστελλε δὲ βασιλεῦσι, σοφισταῖς, φιλοσόφοις, Ἠλείοις, Δελφοῖς, Ἰνδοῖς, Αἰγυπτίοις, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέστερα παρὰ Δάμιδος ἀκηκοώς. οὗτος Ἀπολλώνιος Τυανεὺς διαμνημονικός τις ἦν εἴπερ τις ἄλλος, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωστικὰ αὐτοῦ ἐν τῷ Τιμασίων. ὅτι Ἀπολλώνιος οὖτος τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαις καὶ καμήλοις τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὕτε ἀνθρώποις. ]
beta 481[ Βῶλος, Δημόκριτος, φιλόσοφος. Ἱστορίαν καὶ Τέχνην ἰατρικήν. ἔχει δὲ ἰάσεις φυσικὰς ἀπό τινων βοηθημάτων τῆς φύσεως. ]
delta 447[ Δημόκριτος, Ἡγησιστράτου, οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμασίππου, γεγονὼς ὅτε καὶ Σωκράτης ὁ φιλόσοφος, κατὰ τὴν οζʹ Ὀλυμπιάδα, οἱ δὲ κατὰ τὴν πʹ φασίν· Ἀβδηρίτης ἐκ Θρᾴκης, φιλόσοφος, μαθητὴς κατά τινας Ἀναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες καὶ Μάγων καὶ Χαλδαίων Περσῶν· ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ Ἰνδοὺς καὶ Αἰγυπτίους καὶ τὰ παρ’ ἑκάστοις ἐπαιδεύθη σοφά. εἶτα ἐπανῆλθε καὶ τοῖς ἀδελφοῖς συνῆν Ἡροδότῳ καὶ Δαμάστῃ. ἦρξε δὲ ἐν Ἀβδήροις, διὰ τὴν ἑαυτοῦ σοφίαν τιμηθείς. μαθητὴς δὲ αὐτοῦ διαφανὴς ἐγένετο ΜητρόδωροςΧῖος· οὗ πάλιν ἀκροαταὶ Ἀνάξαρχος καὶ Ἱπποκράτης ὁ ἰατρός. ἐπεκλήθη δὲ ΣοφίαΔημόκριτος, καὶ Γελασῖνος δέ, διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων. γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε μέγας Διάκοσμος, καὶ τὸ Περὶ φύσεως κόσμου. ἔγραψε δὲ καὶ ἐπιστολάς. ]
delta 448[ Δημόκριτος· ὅτι ΔημόκριτοςἈβδηρίτης οὐκ ἦλθεν εἰς Ἀθήνας, ἀλλὰ τοσαύτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ τοῦ τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τῷ τόπῳ δόξαν περιθεῖναι προελόμενος. ὅτι ἐλθόντα Ἱπποκράτην πρὸς Δημόκριτον κελεῦσαι κομισθῆναι γάλα καὶ θεασάμενον τὸ γάλα εἰπεῖν αἰγὸς εἶναι πρωτοτόκου καὶ μελαίνης· καὶ τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ τὴν κόρην τὴν μετὰ Ἱπποκράτους πρὸς αὐτὸν ἐλθοῦσαν τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀσπάσασθαι οὕτω· χαῖρε κόρη· τῇ δὲ ἐχομένῃ, χαῖρε γύναι. καὶ ἦν ἡ κόρη τῆς νυκτὸς διεφθαρμένη. ἤδη δὲ ὑπέργηρων ὄντα πρὸς τῷ καταστρέφειν εἶναι· τὴν οὖν ἀδελφὴν λυπεῖσθαι, ὅτι ἐν τῇ τῶν Θεσμοφόρων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴν οὐ ποιήσειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὐτῷ προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι· τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν ἑαυτὸν τὴν ἑορτήν. ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖς δὲ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο. ]
delta 523[ Διαγόρας, Τηλεκλείδου, ἢ Τηλεκλύτου, Μήλιος, φιλόσοφος καὶ ᾀσμάτων ποιητής· ὃν εὐφυᾶ θεασάμενος ΔημόκριτοςἈβδηρίτης ὠνήσατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν καὶ μαθητὴν ἐποιήσατο. ὁ δὲ καὶ τῇ λυρικῇ ἐπέθετο, τοῖς χρόνοις ὢν μετὰ Πίνδαρον καὶ Βακχυλίδην, Μελανιππίδου δὲ πρεσβύτερος· ἤκμαζε τοίνυν οηʹ Ὀλυμπιάδι. καὶ ἐπεκλήθη Ἄθεος διότι τοῦτο ἐδόξαζεν, ἀφ’ οὗ τις ὁμότεχνος αἰτιαθεὶς ὑπ’ αὐτοῦ ὡς δὴ παιᾶνα ἀφελόμενος, ὃν αὐτὸς ἐπεποιήκει, ἐξωμόσατο μὴ κεκλοφέναι τοῦτον, μικρὸν δὲ ὕστερον ἐπιδειξάμενος αὐτὸν εὐημέρησεν. ἐντεῦθεν οὖν ὁ Διαγόρας λυπηθεὶς ἔγραψε τοὺς καλουμένους Ἀποπυργίζοντας λόγους, ἀναχώρησιν αὐτοῦ καὶ ἔκπτωσιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης. κατοικήσας δὲ Κόρινθον ὁ Διαγόρας αὐτόθι τὸν βίον κατέστρεψεν. ]
epsilon 3446[ Εὐεστώ· ὅτι ΔημόκριτοςἈβδηρίτης τέλος τὴν εὐθυμίαν εἶναι λέγει, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο, ἀλλὰ καθ’ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς τυραννουμένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δὲ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασιν. ὅτι τὸ εὐεστὼ εὐδαιμονία καλεῖται· ὥσπερ καὶ τὸ αἰειεστὼ ἐπὶ τῆς ἀϊδιότητος. ]
epsiloniota 144[ Εἱμαρμένη· ὅτι εἱμαρμένην ἀναγκαστικὴν δύναμιν εἶπον εἶναι καὶ τῆς ὕλης κινητικήν. τὴν δὲ τύχην ὁ Πλάτων αἰτίαν λέγει κατὰ συμβεβηκὸς γινομένην ἢ σύμπτωμα φύσεως ἢ προαιρέσεως. καὶ Δημόκριτος εἶπε· τὰ μὲν ἐκ θεοῦ πάντες ἔχομεν, τὰ δὲ ἐκ τῆς εἱμαρμένης τύχης καὶ τῶν σμικροτάτων ἐκείνων σωμάτων καὶ προδήλως φερομένων ἄνω καὶ κάτω παλλομένων τε καὶ περιπλεκομένων καὶ διϊσταμένων καὶ περιφερομένων ἐξ ἀνάγκης· ἀφ’ ὧν οὐ μόνον πλοῦτον καὶ πενίαν καὶ νόσον καὶ ὑγείαν καὶ δουλείαν καὶ ἐλευθερίαν καὶ πόλεμον καὶ εἰρήνην διανέμειν ἀλλὰ καὶ ἀρετὴν καὶ κακίαν ἀποκληροῦν ἔφησεν. καὶ ἄλλοι ἄλλα εἰπόντες ἀντεπαρετάξαντο ἀλλήλοις. ]
gamma 108[ Γελασίνοις: γραμμαῖς ταῖς ἐκ τοῦ γελᾶν γινομέναις. ἐν Ἐπιγράμμασι· καὶ ῥ’ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις λευκὴ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίην. ὅτι ὁ Δημόκριτος Ἀβδηρίτης ἐπεκλήθη Γελασῖνος διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων. ]
iota 564[ Ἱπποκράτης, Κῷος, ἰατρός, Ἡρακλείδου υἱός. προτετάχθω γὰρ καὶ τοῦ πάππου, τοῦ Ἡρακλείδου πατρός, εἰ καὶ ὁμώνυμος ἦν, διὰ τὸ ἀστέρα καὶ φῶς τῆς βιωφελεστάτης ἰατρικῆς γενέσθαι. ἀπόγονος δὲ Χρύσου τοὔ νομα καὶ Ἐλάφου, τοῦ ἐκείνου παιδός, ἰατρῶν καὶ αὐτῶν. οὗτος μαθητὴς γέγονε τὸ μὲν πρῶτον τοῦ πατρός, μετὰ δὲ ταῦτα Ἡροδίκου τοῦ Σηλυβριανοῦ καὶ Γοργίου τοῦ Λεοντίνου, ῥήτορος καὶ φιλοσόφου· ὡς δέ τινες Δημοκρίτου τοῦ Ἀβδηρίτου, ἐπιβαλεῖν γὰρ αὐτὸν νέῳ πρεσβύτην· ὡς δέ τινες καὶ Προδίκου. διέτριψε δὲ ἐν Μακεδονίᾳ, φίλος ὢν σφόδρα τῷ βασιλεῖ Περδίκκᾳ. παῖδας δὲ σχὼν δύο, Θεσσαλὸν καὶ Δράκοντα, κατέστρεψε τὸν βίον ἐνιαυτῶν γεγονῶς τεσσάρων καὶ ἑκατὸν καὶ τέθαπται ἐν Λαρίσσῃ τῆς Θετταλίας. ἐν δὲ ταῖς εἰκόσιν ἱστορεῖται τὸ ἱμάτιον ἐπὶ τὴν κεφαλὴν ἀναβεβλημένος καὶ σκεπόμενος· ἢ ὅτι τοῦτο ἔθος ἦν αὐτῷ ἢ διὰ τὸ φιλαπόδημον ἢ τὸ ἴδιον ἐν ταῖς χειρουργίαις. οὗτος ἔγραψε πολλὰ καὶ πᾶσιν ἐγένετο διάδηλος· ὥστε καὶ τὸν τῶν Περσῶν βασιλέα, τὸν καλούμενον Ἀρταξέρξην, γράψαι πρὸς Ὑστάνην, τῆς τοῦ ἀνδρὸς σοφίας δεόμενον· βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνῃ Ἑλλησπόντου ὑπάρχῳ χαίρειν. Ἱπποκράτους ἰητροῦ Κῴου, ἀπὸ Ἀσκληπιοῦ γεγονότος, ἐς ἐμὲ κλέος ἀφῖκται τέχνης. δὸς οὖν αὐτῷ χρυσόν, ὁπόσον ἂν βούληται, καὶ τ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε πρὸς ἡμέας. ἔσται γὰρ ἰσότιμος Περσέων τοῖσιν ἀρίστοισι. καὶ εἴ τις ἄλλος ἐστὶν ἀνὴρ κατ’ Εὐρώπην ἀγαθός, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥᾴδιον. ἔρρωσο. αἱ μὲν οὖν γραφεῖσαι παρ’ Ἱπποκράτους βίβλοι πᾶσι τοῖς μετερχομένοις τὴν ἰατρικὴν ἐπιστήμην ἔκδηλοι· καὶ οὕτως αὐτὰς κατασπάζονται ὡς θεοῦ φωνὰς καὶ οὐκ ἀνθρωπίνου προελθούσας ἐκ στόματος. πλὴν τῶν ἐν πρώτοις καὶ ἡμεῖς ἀπομνημονεύσωμεν. πρώτη μὲν οὖν βίβλος ἡ τὸν ὅρκον περιέχουσα, δευτέρα δὲ ἡ τὰς προγνώσεις ἐμφαίνουσα, τρίτη ἡ τῶν ἀφορισμῶν ἀνθρωπίνην ὑπερβαίνουσα σύνεσιν· τετάρτην τάξιν ἐχέτω ἡ πολυθρύλλητος καὶ πολυθαύμαστος Ἑξηκοντάβιβλος, ἡ πᾶσαν ἰατρικὴν ἐπιστήμην τε καὶ σοφίαν ἐμπεριέχουσα. ]
kappa 227[ Καλλίμαχος, υἱὸς Βάττου καὶ Μεσάτμας, Κυρηναῖος, γραμματικός, μαθητὴς Ἑρμοκράτους τοῦ Ἰασέως, γραμματικοῦ· γαμετὴν ἐσχηκὼς τὴν Εὐφράτου τοῦ Συρακουσίου θυγατέρα. ἀδελφῆς δὲ αὐτοῦ παῖς ἦν ὁ νέος Καλλίμαχος, ὁ γράψας περὶ νήσων δι’ ἐπῶν. οὕτω δὲ γέγονεν ἐπιμελέστατος, ὡς γράψαι μὲν ποιήματα εἰς πᾶν μέτρον, συντάξαι δὲ καὶ καταλογάδην πλεῖστα. καί ἐστιν αὐτῷ τὰ γεγραμμένα βιβλία ὑπὲρ τὰ ὀκτακοσία· ἐπὶ δὲ τῶν χρόνων ἦν Πτολεμαίου τοῦ Φιλαδέλφου. πρὶν δὲ συσταθῇ τῷ βασιλεῖ, γράμματα ἐδίδασκεν ἐν Ἐλευσῖνι, κωμυδρίῳ τῆς Ἀλεξανδρείας. καὶ παρέτεινε μέχρι τοῦ Εὐεργέτου κληθέντος Πτολεμαίου, ὀλυμπιάδος δὲ ρκζʹ, ἧς κατὰ τὸ δεύτερον ἔτος ὁ Εὐεργέτης Πτολεμαῖος ἤρξατο τῆς βασιλείας. τῶν δὲ αὐτοῦ βιβλίων ἐστὶ καὶ ταῦτα· Ἰοῦς ἄφιξις, Σεμέλη, Ἄργους οἰκισμός, Ἀρκαδία, Γλαῦκος, Ἐλπίδες, σατυρικὰ δράματα, τραγῳδίαι, κωμῳδίαι, μέλη, Ἴβος [+]( ἔστι δὲ ποίημα ἐπιτετηδευμένον εἰς ἀσάφειαν καὶ λοιδορίαν, εἴς τινα Ἴβον, γενόμενον ἐχθρὸν τοῦ Καλλιμάχου· ἦν δὲ οὗτος Ἀπολλώνιος, ὁ γράψας τὰ Ἀργοναυτικά] · Μουσεῖον, Πίνακες τῶν ἐν πάσῃ παιδείᾳ διαλαμψάντων, καὶ ὧν συνέγραψαν, ἐν βιβλίοις κʹ καὶ ρʹ, Πίναξ καὶ ἀναγραφὴ τῶν κατὰ χρόνους καὶ ἀπἀρχῆς γενομένων διδασκάλων, Πίναξ τῶν Δημοκράτους [+] γλωσσῶν καὶ συνταγμάτων, Μηνῶν προσηγορίαι κατὰ ἔθνος καὶ πόλεις, Κτίσεις νήσων καὶ πόλεων καὶ μετονομασίαι, Περὶ τῶν ἐν Εὐρώπῃ ποταμῶν, Περὶ τῶν ἐν Πελοποννήσῳ καὶ Ἰταλίᾳ θαυμασίων καὶ παραδόξων, Περὶ μετονομασίας ἰχθύων, Περὶ ἀνέμων, Περὶ ὀρνέων, Περὶ τῶν ἐν τῇ οἰκουμένῃ ποταμῶν, Θαυμάτων τῶν εἰς ἅπασαν τὴν γῆν κατὰ τόπους ὄντων συναγωγή. ]
kappa 2348[ Κρατυντήρια ἔγραψε ΔημόκριτοςἈβδηρίτης βιβλίον, ὅπερ ἐστὶν ἐπικριτικὸν πάντων τῶν γραφέντων αὐτῷ βιβλίων. ]
pi 234[ Παντοδαής· ὁ πάντα εἰδώς. τίς ἔργον ἔρεξε τοσοῦτον, ὅσσον ὁ παντοδαὴς μήνυσε Δημόκριτος; ]
pi 971[ Πένταθλος· ὁ ΔημόκριτοςἈβδηρίτης. ἤσκητο γὰρ τὰ φυσικά, τὰ ἠθικά, μαθηματικὰ καὶ τοὺς ἐγκυκλίους λόγους, καὶ περὶ τεχνῶν πᾶσαν εἶχεν ἐμπειρίαν. τούτου ἐστὶ καὶ τό, λόγος Ἑρμοῦ αἰκίη. ]
pi 2365[ Πρόδικος, Κεῖος, ὁ ἀπὸ Κέω τῆς νήσου, πόλεως δὲ Ἰουλίδος, φιλόσοφος φυσικὸς καὶ σοφιστής, σύγχρονος Δημοκρίτου τοῦ Ἀβδηρίτου καὶ Γοργίου, μαθητὴς Πρωταγόρου τοῦ Ἀβδηρίτου. ἐν Ἀθήναις κώνειον πιὼν ἀπέθανεν, ὡς διαφθείρων τοὺς νέους. ]
pi 2958[ Πρωταγόρας, Ἀβδηρίτης, υἱὸς Ἀρτέμωνος ἢ καὶ Μαιανδρίδου ἢ Νεανδρίου. τινὲς δὲ αὐτὸν καὶ Τήϊον ἔγραψαν. οὗτος πρότερον ἦν φορτοβαστάκτης, ἐντυχὼν δὲ Δημοκρίτῳ ἠράσθη λόγων καὶ φιλοσοφήσας ἐπὶ ῥητορείαν ἐτράπη. καὶ ἐπεκλήθη πρῶτος οὗτος σοφιστής, πρῶτος τε οὗτος τοὺς ἐριστικοὺς λόγους εὗρε καὶ ἀγῶνα λόγων ἐποιήσατο καὶ μισθὸν ἔπραξε τοὺς μαθητὰς μνᾶς ρʹ· διὸ καὶ ἐπεκλήθη Λόγος ἔμμισθος. διδάσκαλος δὲ γέγονε καὶ τοῦ ῥήτορος Ἰσοκράτους. διεῖλέ τε πάντα λόγον πρῶτος οὗτος εἰς τέσσαρα· εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν· μετὰ δὲ τοῦτον ἕτεροι εἰς ζʹ διεῖλον ταῦτα· διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, εἰσαγγελίαν, εὐχωλήν, κλῆσιν. Ἀλκιδάμας δὲ τέσσαρας εἶναί φησιν ἰδέας λόγων· φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. τοῦ δὲ Πρωταγόρου τὰ βιβλία ὑπὸ Ἀθηναίων ἐκαύθη, διότι λόγον ποτὲ εἶπεν οὕτως ἀρξάμενος· περὶ θεῶν οὐκ ἔχω εἰδέναι, οὔτε ὥς εἰσιν, οὔτε ὡς οὐκ εἰσί. καὶ πρεσβύτερός ἐστι Πλάτωνος τοῦ φιλοσόφου· διδάσκαλος δὲ Προδίκου τοῦ Κείου καὶ ἄλλων πολλῶν. ]
rho 312[ Ῥυσμός· κατὰ Ἀβδηριτικὴν διάλεκτον σημαίνει τὸ σχῆμα. καὶ ἑτέραις δὲ λέξεσιν οὐχ Ἑλληνικαῖς οἱ περὶ τὸν Ἀβδηρίτην Δημόκριτον χρῶνται· φασὶ γὰρ τροπὴν καὶ διαθηγήν. καὶ σημαίνει τούτοις ἡ μὲν τροπὴ τὴν θέσιν, ἡ δὲ διαθηγὴ τὴν τάξιν. ]
tau 1019[ Τριτογένεια· φοβερά, καταπληκτική. ΔημόκριτοςἈβδηρίτης ἔγραψε Περὶ τῶν ἐν ᾅδου, Τριτογένεια· τοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς, ἃ πάντα ἀνθρώπινα συνέχει. καὶ παροιμία δὲ εἴρηται· Παῖς μοι Τριτογενὴς εἴη, μὴ Τριτογένεια. ἢ ὅτι τὴν Ἀθηνᾶν ἀνδρώδη ἐνόμιζον εἶναι καὶ παῖδας ἄρρενας παρέχειν. ]
zeta 77[ Ζήνων, Τελευταγόρου, Ἐλεάτης, φιλόσοφος τῶν ἐγγιζόντων Πυθαγόρᾳ καὶ Δημοκρίτῳ κατὰ τοὺς χρόνους, ἦν γὰρ ἐπὶ τῆς οηʹ Ὀλυμπιάδος, μαθητὴς ΞενοφάνουςΠαρμενίδου. ἔγραψεν Ἔριδας, Ἐξήγησιν τῶν Ἐμπεδοκλέους, Πρὸς τοὺς φιλοσόφους περὶ φύσεως. τοῦτόν φασιν εὑρετὴν εἶναι τῆς διαλεκτικῆς, ὡς Ἐμπεδοκλέα τῆς ῥητορικῆς. καθελεῖν δὲ θελήσας Νέαρχον, οἱ δὲ Διομέδοντα, τὸν Ἐλέας τύραννον, ἑάλω. καὶ ἐρωτώμενος ὑπ’ αὐτοῦ τὴν γλῶτταν αὑτοῦ ἐνδακὼν καὶ ἀποτεμὼν προσέπτυσε τῷ τυράννῳ. καὶ ἐν ὅλμῳ βληθεὶς συνετρίβη πτισσόμενος. διαφέρει δὲ Ἐλεάτης καὶ Ἐλαΐτης. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License