Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Zeno Citieus (Zeno of Citium) - urn:cts:greekLit:tlg0635

Place of birth (Wikidata Statement)

Kition (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Significant Place (Wikidata Statement)

Kition (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

writer (Wikidata)

alpha 3722[ Ἄπυρα σῖτα· ὁ δὲ παρήγγελε τοῖς Μακεδόσι τριῶν ἡμερῶν σῖτα παρασκευάζειν ἄπυρα. καὶ Ἄπυρος τροφή, ἡ δι’ ὀπώρας καὶ λαχάνων. ὁ δὲ Ζήνων ἀπύρῳ τροφῇ ἐκέχρητο καὶ τρίβωνι λεπτῷ. καὶ Ἄπυρος οἶνος, ὁ μὴ ἑφθός. καὶ ὁ ἀναδενδρίτης. ]
alpha 4420[ Αὔεις: φωνεῖς, λαλεῖς. Ζήνων γὰρ ὁ Κιτιεὺς ἐκ τῆς σχολῆς ἀπιὼν προσέπταισε καὶ τὸν δάκτυλον περιέρρηξε. παίσας δὲ τὴν γῆν τῇ χειρί φησι τὸ ἐκ τῆς Νιόβης· ἔρχομαι, τί μ’ αὔεις; καὶ παραχρῆμα ἐτελεύτησεν ἀποπνίξας ἑαυτὸν, βιούς δὲ ἔτη ςʹ ἄνοσος· οἱ δὲ δυοῖν δέοντα ξʹ ζῆσαι αὐτὸν ἔτη φασίν. ]
alphaiota 76[ Αἰγυπτία κληματίς· ἐπὶ τῶν ἰσχνῶν καὶ ὑπομήκων· ὁποῖος ἦν ΖήνωνΚιτιεύς. ὅν φασι χρηστηριαζόμενον πῶς ἄριστα βιώσεται, ἀποκρίνασθαι τὸν θεόν, εἰ συγχρωτίζοιτο τοῖς νεκροῖς. ὅθεν ξυνέντα τὰ τῶν ἀρχαίων ἀναγινώσκειν. ]
alphaiota 286[ Αἵρεσις· ἡ λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσα ἢ δοκοῦσα ἀκολουθεῖν. Ἱππόβοτος δὲ θʹ φησὶν αἱρέσεις εἶναι τῶν φιλοσόφων καὶ ἀγωγάς· αʹ Μεγαρικήν, Ἐρετριακήν, Κυρηναϊκήν, Ἐπικούρειον, Ἀννικέρειον, Θεοδώρειον, Ζηνώνειον, τὴν καὶ Στωικήν, Ἀκαδημαϊκήν, Περιπατητικήν· οὔτε δὲ Κυνικὴν οὔτε Ἠλιακὴν οὔτε Διαλεκτικήν. τὴν γὰρ Πυρρώνειον οὐδ’ οἱ πλείους προσποιοῦνται διὰ τὴν ἀσάφειαν. εἰ γὰρ αἵρεσιν νοοῖμεν πρόσκλισιν ἐν δόγμασιν ἀκολουθίαν ἔχουσαν, οὐκέτ’ ἂν προσαγορεύοιτο αἵρεσις ἡ Πυρρώνειος· οὐ γὰρ ἔχει δόγματα. ἔτι δὲ καὶ Ἐκλεκτή τις εἰσήχθη ὑπὸ Ποτάμωνος τοῦ Ἀλεξανδρέως, ἐκλεξαμένου τὰ ἀρέσαντα ἐξ ἑκάστης τῶν αἱρέσεων. κριτήρια δέ φησιν εἶναι τἀληθῆ· τὸ μὲν ὡς ὑφ’ οὗ γίνεται ἡ κρίσις, τουτέστι τὸ ἡγεμονικόν· τὸ δὲ ὡς δι’ οὗ, οἷον τὴν ἀκριβεστάτην φαντασίαν. ἀρχάς τε τῶν ὅλων τήν τε ὕλην καὶ τὸ ποιοῦν, ποίησίν τε καὶ τόπον· ἐξ οὗ γὰρ καὶ ὑφ’ οὗ καὶ ποίῳ καὶ ἐν ᾧ. τέλος δὲ εἶναι ἐφ’ ᾧ πάντα ἀναφέρεται, ζωὴν κατὰ πᾶσαν ἀρετὴν τελείαν, οὐκ ἄνευ τῶν τοῦ σώματος κατὰ φύσιν καὶ τῶν ἐκτός. ]
delta 202[ Δέλτος· πινακίδιον, τιτλάριον, σχεδάριον. ΖήνωνΚιτιεὺς Κλεάνθην τὸν αὑτοῦ διάδοχον ἀφωμοίου ταῖς σκληροκήροις δέλτοις, αἳ μόλις μὲν γράφονται, διατηροῦσι δὲ τὰ γραφέντα. ]
delta 1141[ Διογένης· ὄνομα φιλοσόφου, τοῦ καὶ Κυνός. τί χρὴ περὶ τῆς ἀνδρείας Διογένους λέγειν, τῆς πραότητος Ξενοκράτους, τῆς Ἀριστοτέλους εὐμουσίας, τῆς Θεοφράστου βαρύτητος, Ζήνωνος τῶν αὐστηρῶν καὶ γενναίων τρόπων, Πλάτωνος σεμνότητος, Πολέμωνος ἐγκρατείας· τούτων γὰρ οὐκ ἔστιν ὅστις οὐ πάντα ἀγαθὸς ὢν διέφερεν ὅμως τοῦ πλησίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα εἰς αὐτόν· Διόγενες, ἄγε, λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος; ἔλαβέ με κυνὸς ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων. ]
kappa 21[ Κάδμος· ὁ Μιλήσιος, εὑρετὴς τῶν γραμμάτων. ἐν ἐπιγράμματι Ζήνωνος· εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ὃν καὶ ὁ Κάδμος κεῖνος, ἀφ’ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα. ]
kappa 76[ Καθῆκόν φασι πρῶτον ὠνομακέναι Ζήνωνα Κιτιέα καὶ λόγον περὶ αὐτοῦ πεποιηκέναι. ]
kappa 327[ Κάππαρις· εἶδος βοτάνης. ἧς ὁ καρπὸς ἰατροῖς δοκεῖ εἶναι ὀνήσιμος. ὁ δὲ ΖήνωνΚιτιεὺς ὤμνυε κάππαριν, καθάπερ Σωκράτης τὸν κύνα. ]
kappa 1684[ Κιτιεύς· ἀπὸ τόπου. Κίτιον γὰρ πόλις Κύπρου· ἔνθεν καὶ ΖήνωνΚιτιεύς. ]
kappa 1711[ Κλεάνθης, ὁ Κάσσιος χρηματίσας, Φανίου, Ἄσσιος, μαθητὴς Κράτητος, εἶτα Ζήνωνος, οὗ καὶ διάδοχος γέγονε· διδάσκαλος δὲ τοῦ φιλοσόφου Χρυσίππου, τοῦ Σολέως, καὶ Ἀντιγόνου τοῦ βασιλέως. οὗτος πρότερον ἦν πύκτης, ἐλθὼν δὲ εἰς Ἀθήνας ἠράσθη φιλοσοφίας καὶ τοσοῦτον γέγονε φιλόπονος, ὡς καὶ δεύτερος Ἡρακλῆς κληθῆναι. μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰς μὲν νύκτας ἤντλει ὕδωρ μισθῷ καὶ μεθ’ ἡμέραν τοῖς μαθήμασι καὶ τοῖς βιβλίοις ἐσχόλαζεν· ὅθεν ἐπωνομάσθη καὶ Φρεάντλης. ἔγραψε δὲ πάνυ πολλά. ]
kappa 2712[ Κυνισμός· αἵρεσις φιλοσόφων. ὁ δὲ ὁρισμὸς αὐτοῦ σύντομος ἐπ’ ἀρετὴν ὁδός. τέλος δὲ τοῦ κυνισμοῦ τὸ κατ’ ἀρετὴν ζῆν, ὡς Διογένης καὶ ΖήνωνΚιτιεύς. ἤρεσκε δ’ αὐτοῖς λιτῶς βιοῦν, αὐτάρκεσι χρωμένοις σιτίοις, πλούτου καὶ δόξης καὶ εὐγενείας καταφρονεῖν. ἔνιοι δὲ βοτάναις καὶ ὕδατι ψυχρῷ ἐχρῶντο σκέπαις τε ταῖς τυχούσαις καὶ πίθοις καὶ ἔφασκον θεοῦ μὲν ἴδιον εἶναι τὸ μηδενὸς δεῖσθαι, τῶν δὲ θεῷ ὁμοίων τὸ ὀλίγων χρῄζειν. ἀρέσκει δ’ αὐτοῖς καὶ τὴν ἀρετὴν διδακτὴν εἶναι καὶ ἀναπόβλητον. ]
lambda 438[ Λήκυθον τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦσιν ἀλάβαστρον· ἀρσενικῶς δὲ τὸν ἀλάβαστρον εἶπεν Ἡρόδοτος. τὰ ἐλαιοδόχα ἀγγεῖα. Ἀριστοφάνης Πλούτῳ· αἱ δὲ λήκυθοι μύρου γέμουσι. καὶ αὖθις· ἔλαιον οὐκ ἔνεστιν ἐν τῷ ληκύθῳ. ἀντὶ τοῦ οὐκ ἐλεοῦμεν, οὐ πειθόμεθα. Ἀριστοφάνης Ὄρνισι. ΖήνωνΚιτιεὺς ποιήσας κοῖλον ἐπίθεμα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἕτοιμον τῶν ἀναγκαίων, ἵν’ ἔχοι κράτος. ]
mu 364[ Μεγαλοδωρία· τοσαύτῃ μεγαλοδωρίᾳ καὶ σοφίᾳ ἐχρήσατο· οὔτε γὰρ ἑωρᾶτο ὁρώμενος οὔτε εὑρίσκετο εὑρισκόμενος οὔτε κατελαμβάνετο ἁλισκόμενος. Ζήνων ἐπιβαλομένου τινὸς μέγα φυσᾶν, πατάξας εἶπεν, ὡς οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἴη, ἀλλ’ ἐν τῷ εὖ τὸ μέγα. ]
nu 82[ Ναυτικῶς δανείζειν· φασὶ Ζήνωνα ὑπὲρ ͵αʹ τάλαντα ἔχοντα ἐλθεῖν εἰς τὴν Ἑλλάδα καὶ ταῦτα δανείζειν ναυτικῶς. ]
nu 604[ Νῦν εὐπλόηκα, ὅτε νεναυάγηκα· ἐπὶ τῶν παρ’ ἐλπίδα εὐτυχησάντων. Ζήνων γὰρ ὁ Κιτιεὺς καταλιπὼν τοὺς πρὶν διδασκάλους καὶ Κράτητος τοῦ φιλοσόφου φοιτητὴς γενόμενος τοῦτο εἴρηκε, ναυαγίῳ περιπεσὼν καὶ εἰπών· εὖ γε ποιεῖ ἡ τύχη προσελαύνουσα ἡμᾶς φιλοσοφίᾳ, οὕτω τραπῆναι πρὸς φιλοσοφίαν. ]
omicron 601[ Ὁρμή· ὁρμὴ ἡ πρώτη τοῖς ζῴοις σύνεστιν ἐπὶ τὸ τηρεῖν ἑαυτά, οἰκειούσης αὐτοῖς τῆς φύσεως ἀπ’ ἀρχῆς. πρῶτον γὰρ οἰκεῖον παντὶ ζῴῳ ἡ σύστασις καὶ ἡ ταύτης σύνδεσις, καὶ οἰκείως ἔχειν πρὸς ἑαυτά. διὸ τὰ βλάπτοντα διωθεῖται, τὰ δ’ οἰκεῖα προσίεται. καὶ οὐ πρὸς ἡδονὴν γίνεται ἡ πρώτη ὁρμὴ τοῖς ζῴοις· ἐπιγένημα γὰρ ἂν ἦν· εἰ ἄρα ἔστιν ἡδονὴν εἶναι, ὅταν αὐτὴν καθ’ αὑτὴν ἡ φύσις ἐπιζητήσασα τὰ ἐναρμόζοντα οὐ τῇ ἐν συστάσει ἀπολάβῃ· ὃν τρόπον ἀντιλαμβάνεται τὰ ζῷα καὶ θάλλει τὰ φυτά. καὶ οὐ διήλλαξεν ἡ φύσις ἐπὶ φυτῶν καὶ ζῴων, ὅτε χωρὶς ὁρμῆς καὶ αἰσθήσεως κἀκεῖνα οἰκονομεῖ, καὶ ἐφ’ ἡμῶν τινα φυτοειδῶς γίνονται. ἐκ περιττοῦ δὲ τῆς ὁρμῆς τοῖς ζῴοις ἐπιγενομένης, ᾗ συγχρώμενα πορεύεται, τούτοις μὲν τὸ κατὰ φύσιν τὸ κατὰ τὴν ὁρμὴν διοικεῖσθαι. τοῦ δὲ λόγου τοῖς λογικοῖς κατὰ τελειοτέραν προστασίαν δεδομένου, τὸ κατὰ λόγον ζῆν ὀρθῶς γίνεσθαι τοῖς κατὰ φύσιν· τέχνη γὰρ οὗτος ἐπιγίνεται τῆς ὁρμῆς. διὸ καὶ Ζήνων τέλος εἶπεν εἶναι τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, ὅπερ ἐστὶ κατ’ ἀρετὴν ζῆν· ἄγει γὰρ καὶ πρὸς ταύτην ἡμᾶς ἡ φύσις. ]
pi 1368[ Περσαῖος, Κιτιεύς, φιλόσοφος Στωϊκός· ἐπεκλήθη δὲ καὶ Δωρόθεος. ἦν δὲ ἐπὶ τῶν χρόνων Ἀντιγόνου τοῦ Γονατᾶ υἱοῦ Δημητρίου, μαθητὴς καὶ θρεπτὸς Ζήνωνος τοῦ φιλοσόφου. Ἱστορίαν. ]
pi 2108[ Ποσειδώνιος, Ἀλεξανδρεύς, φιλόσοφος Στωϊκός, μαθητὴς Ζήνωνος τοῦ Κιτιέως. ἔγραψεν ἱστορίαν [+] τὴν [+] μετὰ [+] Πολύβιον [+] [+] ἐν βιβλίοις νβʹ ἕως τοῦ πολέμου τοῦ Κυρηναϊκοῦ καὶ Πτολεμαίου, καὶ μελέτας [+] ῥητορικάς [+], ὑποθέσεις [+] εἰς [+] Δημοσθένην [+] [+]· καὶ οἶμαι ταῦτα μᾶλλον Ποσειδωνίου τοῦ σοφιστοῦ εἶναι, τοῦ Ὀλβιοπολίτου. ]
sigma 606[ Σκιμαλίσω· ἐξουδενώσω, χλευάσω, τῷ μικρῷ δακτύλῳ ὡς τῶν γυναικείων πυγῶν ἅψομαι. λέγεται δὲ σκιμαλίζειν κυρίως τὸ τῷ μικρῷ δακτύλῳ ἀποπειρᾶσθαι, εἰ ᾠοτοκοῦσιν αἱ ἀλεκτορίδες. δυοῖν ὑπερανακειμένοιν ἐν πότῳ τοῦ Ζήνωνος, καὶ τοῦ ὑπ’ αὐτὸν τὸν ὑφ’ ἑαυτὸν σκιμαλίζοντος τῷ ποδί, αὐτὸς ἐκεῖνον τῷ γόνατι. ἐπιστραφέντος δέ, τί οὖν, οἴει, τὸν ὑποκάτω σου πάσχειν ὑπὸ σοῦ; ]
sigma 609[ Σκινδαψός· ὄργανον μουσικόν. περὶ Ζήνωνος τοῦ Κιτιέως· ὁ δ’ ἔρρει γύργαθος αὐτοῦ μικρὸς ἰών· νοῦν δ’ εἶχεν ἐλάσσονα σκινδαψοῖο. ]
sigma 829[ Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. ]
sigma 1150[ Στωϊκοί· ΖήνωνΚιτιεὺς ἀνακάμπτων ἐν τῇ Ποικίλῃ στοᾷ καὶ Πεισιανακτείῳ, ὕστερον δὲ ἀπὸ τῆς γραφῆς τοῦ ζωγράφου Πολυγνώτου Ποικίλῃ κληθείσῃ, διετίθετο τοὺς λόγους. ἐπὶ τῶν λʹ πολιτῶν πρὸς τοῖς χιλίοις υʹ ἀνῄρηντο ἐν αὐτῷ. προσῄεσαν δὴ λοιπὸν ἀκούοντες αὐτοῦ· καὶ διὰ τοῦτο Στωϊκοὶ ἐκλήθησαν καὶ οἱ ἀπ’ αὐτοῦ ὁμοίως, πρότερον καὶ Ζηνώνειοι καλούμενοι. ]
sigma 1313[ Συγχρωτίζεσθαι· πλησιάζειν. Ζήνωνι γὰρ τῷ Κιτιεῖ ἐχρήσθη, πυνθανομένῳ περὶ βίου, πῶς ἂν εὐδαίμων γένοιτο, εἰ συγχρωτίζοιτο τοῖς νεκροῖς· ὅ ἐστι τοῖς βιβλίοις τοῖς τῶν ἀρχαίων. τουτέστι μελέτην ἀσκεῖν καὶ λόγοις τρέφειν ψυχὴν τὴν βασίλειαν. καὶ ζήτει( ἐν τῷ) Αἰγυπτία κληματίς. ]
tau 1136[ Τοῖς ὀρθῶς· ὅτι τὸ τοῖς ὀρθῶς ὑπ’ ἄλλου γνωσθεῖσι πεισθῆναι, μείζονος τῆς ἀρετῆς ὁ Ζήνων ποιεῖται γνώρισμα τοῦ γνῶναί τινα αὐτὸν ἐξ αὑτοῦ τὰ δέοντα, τὴν Ἡσιόδου μεθαρμόττων ῥῆσιν· οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται· λέγων, ἀντὶ τοῦ νοήσει πάνθ’ ἑαυτῷ. ]
theta 150[ Θεόδωρος, ὁ ἐπίκλην Ἄθεος, ὃς ἠκροάσατο Ζήνωνος τοῦ Κιτιέως, διήκουσε δὲ καὶ Βρύσωνος καὶ Πύρρωνος τοῦ Ἐφεκτικοῦ. ἀδιαφορίαν δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. οὗτος ἔγραψε πολλὰ συντείνοντα εἰς τὴν οἰκείαν αἵρεσιν, καὶ ἄλλα τινα. οὗτος εἶπε πρὸς Ἱππαρχίαν, τὴν γυναῖκα Κράτητος· αὕτη ἐστὶν ἡ τὰς πρὸς ἱστοὺς ἐκλιποῦσα κερκίδας καὶ τρίβωνα φοροῦσα. ]
zeta 78[ Ζήνων, Μουσαίου, Σιδώνιος, φιλόσοφος Στωϊκός, μαθητὴς Διοδώρου τοῦ κληθέντος Κρόνου, διδάσκαλος δὲ καὶ αὐτὸς Ζήνωνος τοῦ Κιτιέως. ἔγραψεν Ἀπολογίαν ὑπὲρ Σωκράτους καὶ Σιδωνιακά. ]
zeta 79[ Ζήνων, Μνασέου ἢ Δημέου, Κιτιεύς( πόλις δ’ ἐστὶ Κύπρου τὸ Κίτιον) , φιλόσοφος, ὃς ἦρξε τῆς Στωϊκῆς αἱρέσεως. ἐπεκλήθη δὲ καὶ αὐτὸς Στωϊκὸς διὰ τὸ ἐν τῇ στοᾷ τῇ ἐν Ἀθήναις διδάξαι αὐτόν, ἥτις πρῴην μὲν Πεισιανάκτειος, ὕστερον δὲ ζωγραφηθεῖσα Ποικίλη ἐκλήθη. μαθητὴς δὲ ἦν Κράτητος τοῦ Κυνικοῦ, εἶτα Πολέμωνος τοῦ Ἀθηναίου. ἐτελεύτησε δὲ ἐτῶν ϟʹ ἀφελὼν ἑκάστοτε τῆς τροφῆς, ἕως ἀτονίᾳ διεφθάρη. ἐχρήσθη δὲ αὐτῷ πυνθανομένῳ περὶ βίου συγχρωτίζεσθαι τοῖς νεκροῖς, ὅπερ ἦν τοῖς ἀρχαίοις διὰ τῶν βιβλίων. Φοῖνιξ δ’ ἐπεκλήθη, ὅτι Φοίνικες ἔποικοι τοῦ πολιχνίου ἐγένοντο. ἤκμαζεν ἐπὶ Ἀντιγόνου τοῦ Γονατᾶ, ἐπὶ τῆς κʹ καὶ ρʹ Ὀλυμπιάδος. καὶ παροιμία, Ζήνωνος ἐγκρατέστερος. οὗτος γὰρ ἄκραν εἶχε δίαιταν καὶ λιτὴν ὥστε καὶ εἰς παροιμίαν χωρῆσαι. φιλοσοφίαν καινὴν γὰρ οὗτος ἐφιλοσόφει. τῷ γὰρ ὄντι πάντας ὑπερεβάλετο τῷ τε εἴδει καὶ σεμνότητι καὶ νὴ Δία μακαριότητι. καὶ δὴ ηʹ πρὸς τοῖς ϟʹ βιοὺς ἔτη κατέστρεψεν ἄνοσος καὶ ὑγιὴς διατελέσας. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License