Phaedo of Elis) - urn:cts:greekLit:lagl0199philosopher (Wikidata)
| epsiloniota | 35 | [ | Εἴδησις· ἡ γνῶσις. ὅτι ἡ εἴδησις τριττή. ἡ γὰρ ἐπιστήμη λέγεται εἴδησις, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι [+]· τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσθαι. ἢ ἡ ὁλοσχερεστέρα γνῶσις, ἢ ἁπλῶς ἢ κοινοτέρα, καὶ τοῦτο ἑκάτερον περιέχουσα, ὥς φησιν Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς· ἐπειδὴ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας. διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει, διὰ δὲ τοῦ ἐπίστασθαι τὴν ἀκριβῆ. ἢ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην· ἣν ἐν τοῖς Μετὰ τὰ φυσικὰ παρέλαβεν. | ] |
| omicron | 642 | [ | Ὀρτυγοκόπος· παιδιά τις, ἐν ᾗ ὄρτυγας ἱστᾶσιν ἐν γύρῳ, οὓς τύπτουσιν εἰς τὴν κεφαλήν. καὶ ὁ μὲν ἐν τῷ γύρῳ καταβαλὼν τὸν ὄρτυγα λαμβάνει ἑξῆς, οὓς ἂν δύνηται· ὁ δ’ ἀποτυχὼν παρέχει θατέρῳ τοὺς ὄρτυγας τύπτειν· καὶ τοῦτ’ ἀνὰ μέρος ποιοῦσι. λέγει οὖν ἐν Ἀλκιβιάδῃ· οὐκ, ἀλλὰ πρὸς Μειδίαν δεῖ σε ἀποβλέποντα τὸν ὀρτυγοκόπον καὶ τοιούτους ἄλλους. ἐν Φαίδωνι [+]· ὅτι οὐ πρὸς τοὺς τυχόντας ὁ ἀγών ἐστι, πρὸς δὲ τοὺς ἀρίστους· διόπερ οὐ ῥαθυμητέον. μηδὲ ὀρτυγοκοπεῖν μηδὲ περὶ τὰ τοιαῦτα ἐπτοῆσθαι. | ] |
| pi | 707 | [ | Παρουσία· λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας· ὡς καὶ ἐν τῷ Πλάτωνος Φαίδωνι [+]· ὡς καὶ νῦν ἔχομεν παρουσίας. καὶ πολύ ἐστιν ἐπὶ τούτου παρ’ αὐτοῖς. καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσσεται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· τὴν παρουσίαν τῶν ἐγγὺς ὄντων. Θουκυδίδης ἐν τῷ αʹ· Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρουσίᾳ. τούτῳ γὰρ τὸ ἐναντίον σημαίνει ἡ ἀπουσία. | ] |
| pi | 1709 | [ | Πλάτων ὁ φιλόσοφος πένης ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃς μέρος ἐλάχιστον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆπος ἐγγύς τι χρυσῶν τριῶν νομισμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόσοδος ὕστερον χιλίων ἢ καὶ πλειόνων ὀλίγον. ηὐξήθη δὲ αὕτη κατὰ τοὺς νεωτέρους χρόνους, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνησκόντων καὶ κατὰ διαθήκας ἀπολειπόντων τοῖς φιλοσοφοῦσιν ἀφορμὴν τῆς ἐπὶ τῷ φιλοσόφῳ βίῳ σχολῆς καὶ γαλήνης. ὅτι ὁ Πλάτων ἐν Νόμοις φησὶν ἐλευθέραν εἶναι τὴν ψυχὴν καὶ δέσποιναν τῶν παθῶν. τὸ μὲν νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον. ἴσμεν γὰρ ὅτι τὰ πάθη τὰ ἐν ἡμῖν οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν, ἐναντίαι γε οὖσαι ἐπ’ ἐναντίας πράξεις. οὐ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ σοφὸς ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμε τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεσιν. ὁ αὐτὸς Πλάτων φησὶ θεολογῶν· τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει τοῦ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον μὲν καὶ ἀπογινόμενον, ὄντως δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα μέρος χρόνου τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν, ἔστι τε καὶ ἔσται. τὸ δὲ ἔστι μόνον κατὰ τὸν ἀληθινὸν λόγον προσήκει θεῷ, τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι, τὸ δὲ ἀεὶ κατὰ ταυτὸν ἀκινήτως οὔτε νεώτερον οὔτε πρεσβύτερον χρὴ λέγεσθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον καὶ ἀλλοιώσεις πολλὰς ὑποδεχόμενον εἰκότως ἔφησεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ αὐτὸς Πλάτων φησίν· ἀγαθὸς μὲν ὁ θεὸς τῷ ὄντι καί γε λεκτέον αἴτιος τῶν ἀγαθῶν, τὼν δὲ κακῶν ἁπάντων ἀναίτιος. ὁ αὐτὸς ἐν τοῖς Νόμοις δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον φησίν· ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων εὐθέα περαίνει κατὰ φύσιν περιπορευόμενος, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σωμάτων εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται μεθ’ ὕβρεως, ὡς δὴ οὔτ’ ἄρχοντος οὔτ’ αὖ ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι τοιούτους ἄλλους λαβών, σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε. διὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπί τινων μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν ἐς ὕστερον αὐτοῖς ἐπιφερομένην πανωλεθρίαν. ὁ αὐτὸς ἐν τῷ Γοργίᾳ [+] καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ’ ἄλλου ὀρθῶς τιμωρουμένου ἢ βελτίων γίνεσθαι καί τι τῷ ὄντι ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίγνεσθαι, ἵν’ ἐκεῖνοι ὁρῶντες πάσχοντα ἃ πάσχει, φοβούμενοι βελτίους γίγνωνται. εἰσὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντες ὑπὸ θεοῦ καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ ὠφέλεια κἀνθάδε καὶ ἐν ᾅδου. οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γένωνται, ἐντεῦθεν τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς τοιαύτας ἁμαρτίας ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους. ταῦτα δὲ ἔοικε σεσυληκέναι ἐκ τῶν θείων γραφῶν, διὰ Μωσέως ὑπὸ τοῦ θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. παμπονήρῳ γὰρ γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ θεός, οὐχ ὥστε ἀποφῆναι βελτίονα( ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον) , ἀλλ’ ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένωνται παραδείγματα καθάπερ αἱ πόλεις τρέφουσι τοὺς δημίους, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν τὴν προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν καὶ τὰ λοιπὰ δῆλα. ὁ αὐτὸς περὶ τῶν λήξεων καὶ ἀποκληρώσεων τῶν ψυχῶν ἐν τῷ Φαίδωνί [+] φησιν· ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾅδην ἀφικόμενος, ἐν βορβόρῳ κείσεται, ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖ μεταχωρήσας μετὰ θεῶν οἰκήσει. καὶ αὖθις· τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. ταῦτα ἐκ τῶν Αἰγύπτου μεμάθηκε. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: