Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Xenocrates (Xenocrates) - urn:cts:greekLit:tlg0634

Place of birth (Wikidata Statement)

Chalcedon (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Significant Place (Wikidata Statement)

Chalcedon (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

teacher (Wikidata)

mathematician (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0634.suda001

delta 1141[ Διογένης· ὄνομα φιλοσόφου, τοῦ καὶ Κυνός. τί χρὴ περὶ τῆς ἀνδρείας Διογένους λέγειν, τῆς πραότητος Ξενοκράτους, τῆς Ἀριστοτέλους εὐμουσίας, τῆς Θεοφράστου βαρύτητος, Ζήνωνος τῶν αὐστηρῶν καὶ γενναίων τρόπων, Πλάτωνος σεμνότητος, Πολέμωνος ἐγκρατείας· τούτων γὰρ οὐκ ἔστιν ὅστις οὐ πάντα ἀγαθὸς ὢν διέφερεν ὅμως τοῦ πλησίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα εἰς αὐτόν· Διόγενες, ἄγε, λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος; ἔλαβέ με κυνὸς ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων. ]
delta 1462[ Δώριος· ὄνομα κύριον. καὶ Δώριος οἰκονομία. τήν τε ἀκακίαν καὶ τὸν αὐχμὸν ὁ Πολέμων ἐνεδέδυτο Ξενοκράτους καὶ τὸ βάρος, οἱονεὶ Δώριος οἰκονομία. καὶ Δώριον μέλος. ]
epsilon 3404[ Εὐδαιμονία καὶ Εὐδαίμων· εἰσί τινα τῶν ἐναντίων ἄμεσα· οἷον τῷ ἀνθρώπῳ νόσον ἢ ὑγίειαν· καὶ λευκὸν καὶ μέλαν. εὐδαίμων δὲ καὶ κακοδαίμων τῶν ἐμμέσων. εἰ γάρ τις εὐδαίμων, οὗτος οὐ κακοδαίμων. οὐ μὴν εἰ οὐκ εὐδαίμων, κακοδαίμων ἐξ ἀνάγκης. οὐ γὰρ ἀμέσως ἀντίκειται εὐδαιμονία τε καὶ κακοδαιμονία, ἐπεὶ ἐνδέχεταί τινα σπουδαῖον ὄντα μὴ εἶναι εὐδαίμονα. καὶ εἰ μὲν σπουδαῖος, οὐκ ἐξ ἀνάγκης κακός· οὐ γὰρ ἄμεσα ἀρετὴ καὶ κακία. καὶ ὁ μὲν σώφρων οὐ μαίνεται· οὐ μὴν ὁ μὴ σώφρων μαίνεται. ὥστε οὐκέτι πρὸς κατασκευὴν καὶ ἀνασκευὴν τὰ οὕτως ἐναντία χρήσιμα. μεταφέροντες δὲ τὸν λόγον κατὰ τὴν ἐτυμολογίαν λέγομεν, ὅτι ὁ σπουδαῖος εὐδαίμων ἐστί, τὸν εὐδαίμονα μεταλαμβάνομεν εἰς τὸν κατὰ τὴν ἐτυμολογίαν λόγον· ὁ γὰρ εὖ τὸν δαίμονα ἔχων σημαίνεσθαι δοκεῖ τὸ τοῦ εὐδαίμονος ὄνομα. εἰ δὴ δαίμων ἑκάστου ἡ ψυχή, καθὰ Ξενοκράτει δοκεῖ, εἴη ἂν εὐδαίμων ὁ εὖ τὴν ψυχὴν ἔχων· εὖ δὲ τὴν ψυχὴν ἔχει ὁ σπουδαῖος· σπουδαῖος δὲ ἄρα ὁ εὐδαίμων. ]
kappa 1852[ Κνάπτω. πρὸς Ξενοκράτην τὸν φιλόσοφον ἐλθών τις φιλοσοφῆσαι, μήτε γεωμετρικὴν μήτε ἀστρονομίαν μεμαθηκώς, τοῦτον εἰπεῖν· παρ’ ἐμοὶ πόκος οὐ κνάπτεται. ]
omicroniota 163[ Διαίρεσις οἰωνιστικῆς. Οἰωνιστική· ταύτην εὗρον πρῶτοι Φρύγες. ταύτης δὲ τὸ μέν ἐστιν ὀρνεοσκοπικόν· οἷον ὅταν πετομένου τοῦδε τοῦ ὄρνιθος, ἔμπροσθεν ἢ ὄπισθεν δεξιὰ ἢ ἀριστερὰ νεύοντος, εἴποι τις, ὅτι τόδε σημαίνει. πρῶτος δὲ ἔγραψε περὶ τούτου Τηλέγονος. τὸ δὲ οἰκοσκοπικόν, ὅταν τὰ ἐν τῷ οἴκῳ συμβαίνοντα· οἷον εἰ ἐν τῇ στέγῃ ἐφάνη γαλῆ ἢ ὄφις ἢ ἔλαιον ἐχέθη ἢ μέλι ἢ οἶνος ἢ ὕδωρ ἢ τέφρα· ἢ τρισμὸς ἐγένετο ξύλων ἢ ἄλλο τι, τόδε προμηνύει· ὃ συνέγραψε Ξενοκράτης. τὸ δὲ ἐνόδιον, ὡς ὅταν ἐξηγήσηταί τις τὰ ἐν τῇ ὁδῷ ἀπαντῶντα· ὅτι ἐὰν ἀπαντήσῃ σοί τις τόδε βαστάζων, τόδε συμβήσεταί σοι· ὃ συνέγραψε Πόλλης· τὸ δὲ χειροσκοπικόν, ὡς ὅταν διὰ τῆς ἐκτάσεως τῶν χειρῶν διατεινομένων καὶ τῆς παλάμης, ἀπὸ τῶν ῥυτίδων εἴπωμεν, παιδοποιεῖ ἤ τι τοιοῦτον· ὃ συνέγραψεν Ἕλενος. παλμικὸν δὲ τὸ διὰ τῆς πάλσεως τοῦ σώματος γνωριζόμενον· οἷον, ἐπάλθη ὁ δεξιὸς ἢ ὁ ἀριστερὸς ὀφθαλμὸς ἢ ὦμος ἢ μηρός· ἢ κνησμὸς ἐν τῷ ποδί, ἢ πρὸς τὸ οὖς ἦχος ἐγένετο, τόδε συμβαίνει· ὃ συνέγραψε Ποσειδώνιος. ]
pi 1707[ Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σόλων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρίστωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους [+]· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϚʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτικοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ. ]
pi 1887[ Πολέμων, Φιλοστράτου ἢ Φιλοκράτους, Ἀθηναῖος, φιλόσοφος, μαθητὴς Ξενοκράτους τοῦ Πλάτωνος διαδόχου καὶ αὐτὸς ἡγησάμενος τῆς Ἀκαδημίας. ἐγεγόνει δὲ σφόδρα ἄσωτος· εἶτα ἐφιλοσόφησε. καὶ πολλὰ μὲν συνέγραψε βιβλία, οὐδὲν δὲ αὐτοῦ φέρεται. ἔχαιρε δὲ Ὁμήρῳ τε καὶ Σοφοκλεῖ καὶ ἴσως ἔχειν ἑκάτερον αὐτῶν σοφίας ἔλεγεν· ὥστε καὶ φάσκειν Ὅμηρον μὲν Σοφοκλέα ἐπικόν, Σοφοκλέα δὲ Ὅμηρον τραγικόν. ]
pi 2904[ Προύνεικος· δρομαῖος, γοργός. φασὶ δὲ Ξενοκράτη, εἴ ποτε μέλλοι ἐς ἄστυ ἀπιέναι, τοὺς θορυβώδεις πάντας καὶ προυνείκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ. ]
xi 42[ Ξενοκράτης, Ἀγάθωνος ἢ Ἀγαθάνορος, Χαλκηδόνιος, μαθητὴς καὶ διάδοχος μετὰ Σπεύσιππον Πλάτωνος· τοῦ δὲ Πολέμων, τοῦ δὲ Κράντωρ. καὶ πέμψαντος αὐτῷ τοῦ Μακεδόνος Ἀλεξάνδρου χρυσοῦ τάλαντα λʹ, αὐτὸς ἀπέπεμψεν, εἰπών, βασιλέα δεῖσθαι χρημάτων, οὐ φιλόσοφον. ἔγραψε περὶ τῆς Πλάτωνος [+] πολιτείας. ]
xi 43[ Ξενοκράτης, φιλόσοφος, ὃς ἐπὶ σωφροσύνῃ ἐτεθρύλητο. ὁ δὲ πρὸς σωφροσύνην οὐδὲν μεῖον εἶχε τοῦ Πλατωνικοῦ Ξενοκράτους. οὗτος συνεγράψατο τὸ οἰκοσκοπικὸν οἰώνισμα· ὅτι οἷον, εἰ ἐν τῇ στέγῃ ἐφάνη γαλῆ ἢ ὄφις, τόδε σημαίνει. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License