Cratinus) - urn:cts:greekLit:tlg0434Athens (Wikidata)
comedy writer (Wikidata)
urn:cts:greekLit:tlg0434.suda001 -
Odysseis
urn:cts:greekLit:tlg0434.suda002
urn:cts:greekLit:tlg0434.suda003
urn:cts:greekLit:tlg0434.suda004
urn:cts:greekLit:tlg0434.suda005
urn:cts:greekLit:tlg0434.suda006
urn:cts:greekLit:tlg0434.suda007
urn:cts:greekLit:tlg0434.suda008
urn:cts:greekLit:tlg0434.suda009 -
Dionysalexandros
urn:cts:greekLit:tlg0434.suda010
urn:cts:greekLit:tlg0434.suda011
urn:cts:greekLit:tlg0434.suda012
urn:cts:greekLit:tlg0434.suda013
urn:cts:greekLit:tlg0434.suda014
urn:cts:greekLit:tlg0434.suda015
urn:cts:greekLit:tlg0434.suda016
urn:cts:greekLit:tlg0434.suda017
urn:cts:greekLit:tlg0434.suda018
urn:cts:greekLit:tlg0434.suda019
urn:cts:greekLit:tlg0434.suda020
urn:cts:greekLit:tlg0434.suda021
| alpha | 767 | [ | Ἄθυρμα: παίγνιον. Ἰώσηπος. ὃς ἦν τοῦ βασιλέως ἄθυρμα καὶ πρὸς τὰ σκώμματα καὶ τοὺς ἐν τοῖς πότοις γέλωτας ἐπεδείκνυτο. καὶ αὖθις· οὐκ ἔστιν ἀνδρῶν ἀθύρμασιν ἐμφιλοχωρεῖν παιδίων. καὶ ἐν Ἐπιγράμμασι· Πανὶ δέ μιν ξέσσαντες ὁδῷ ἔπι καλὸν ἄθυρμα κάτθεσαν. ἀντὶ τοῦ ἄγαλμα. Κρατῖνος Ὀδυσσεῦσι· νεοχμὸν παρῆχθαι ἄθυρμα. | ] |
| alpha | 1391 | [ | Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως δώροις πειθομένων. Κρατῖνος Nόμοις· ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται. | ] |
| alpha | 1499 | [ | Ἁμαρτοῖν εἴρηκε τὸ ἁμάρτοιμι Κρατῖνος Δραπέτισι· ποδαπὰς ὑμᾶς εἶναι φάσκων, ὦ μείρακες, οὐκ ἂν ἁμαρτοῖν. καὶ ὅλως σύνηθες αὐτοῖς τὸ τοιοῦτον. | ] |
| alpha | 1627 | [ | Ἀμοργοί πόλεως ὄλεθρος· Κρατῖνος Σεριφίοις. καλοῦσι δὲ καὶ μοργούς, τὸ α ἀφαιροῦντες, ὥσπερ καὶ ἐπ’ ἄλλων· μαῦρον γὰρ τὸ ἀμαυρὸν καὶ σφόδελον τὸν ἀσφόδελον καλοῦσιν. | ] |
| alpha | 1676 | [ | Ἀμύνασθαι: Θουκυδίδης μὲν ἀντὶ τοῦ ἀμείβεσθαι, Σιμωνίδης δὲ ἀντὶ τοῦ χάριτας ἀποδιδόναι, Σοφοκλῆς δὲ ἀντὶ τοῦ ἀπαλεξῆσαι. ἐπὶ τῶν προηδικηκότων τάσσουσιν οἱ ῥήτορες τὸ ἀμύνασθαι, ὅτε οἱ κακό τι παθόντες ἀντιπράσσουσι τοὺς προδιαθέντας. καὶ Ἀμύναιντο, ἀμύναιεν. Κρατῖνος Πυλαίᾳ· αὐτοὺς παίδευσεν, ἔθρεψέ τε δημοσίοις χρήμασιν εἰς ἥβην, ἵνα οἵ ποτε λοιγὸν ἀμύναιντο. καὶ Ἀμύνειν παρὰ Θουκυδίδῃ τὸ βοηθεῖν· Ἀμύνεσθαι δὲ τὸ κολάζειν. | ] |
| alpha | 1947 | [ | Ἄναλτον: Ὅμηρος καὶ Κρατῖνος ἀντὶ τοῦ ἀπλήρωτον, Δείναρχος δὲ ἀντὶ τοῦ χωρὶς ἁλῶν. | ] |
| alpha | 1973 | [ | Ἀνανεοῦσθαι. ὡς ἡμεῖς Θουκυδίδης εʹ καὶ Πλούτοις Κρατῖνος. | ] |
| alpha | 2019 | [ | Ἀναπίπτειν τὸ ἀθυμεῖν λέγεται παρὰ τοῖς παλαιοῖς. ἀναπίπτειν ἐπὶ ψυχῆς ἐστιν, οἷον ἀθυμεῖν, ὀλιγωρεῖν. Κρατῖνος δὲ ἐπὶ τῶν ἐρετῶν κέχρηται τῇ λέξει, ἐρεσσόντων καὶ ἀνακλινομένων. καὶ Ἀναπεσεῖν, ἀνακλιθῆναι. | ] |
| alpha | 2059 | [ | Ἀναρύτειν: ἀναντλεῖν, ἀπὸ τοῦ ἀρύεσθαι. Κρατῖνος Διδασκαλίαις· ὅτε σὺ τούς καλοὺς θριάμβους ἀναρύτουσα ἀπηχθάνου. | ] |
| alpha | 2153 | [ | Ἀνδρακάδα: ἀνδρακάς. κατ’ ἄνδρα, χωρίς. Κρατῖνος Βουκόλοις. τὸ ἴσον καὶ ἀντικείμενον καλεῖ Θουκυδίδης. ἢ Ἀνδρακάς, κατὰ δέκα ἄνδρας. | ] |
| alpha | 2285 | [ | Ἀνεπάγγελτος: ἄκλητος. Κρατῖνος Διονυσαλεξάνδρῳ· τῶν βδελλολαρύγγων ἀνεπαγγέλτων αὐτῶν φοιτήσας ἐπὶ δεῖπνον. | ] |
| alpha | 2305 | [ | Ἀνεπτεροῦτο: ἐλπίσι χρησταῖς ᾔρετο. ὁ δὲ Νεμεσίων ἀνεπτεροῦτο καὶ μετέωρος ἦν ταῖς ἐλπίσι καὶ ἐδόκει ἑρμαίῳ ἐντετυχηκέναι, ἐμοὶ περιτυχών. καὶ Ἀνεπτερῶσθαι τὴν ψυχὴν, οἷον ἀνασεσοβῆσθαι. Κρατῖνος. | ] |
| alpha | 2320 | [ | Ἀνεσίαν: τὴν ἄνεσιν, καὶ τὴν ἄδειαν. Κρατῖνος Βουκόλοις. | ] |
| alpha | 2369 | [ | Ἀνεικάσασθε: ἀνασκώψατε. Δραπέτισι Κρατῖνος. | ] |
| alpha | 2443 | [ | Ἄνηστις: ὁ γεγευσμένος. καὶ Ἄνηστις, ἡ νῆστις παρὰ Κρατίνῳ ἐν Διονυσαλεξάνδρῳ. ἰοὺ γὰρ σύ γε πρῶτος ἄκλητος φοιτάς ἐπὶ δεῖπνον ἄνηστις. | ] |
| alpha | 2537 | [ | Ἄνθρωπος λυπησιλόγος: σημαίνει μὲν ὁ λυπῶν διὰ τὸ λέγειν τοὺς πέλας. Κρατῖνος. | ] |
| alpha | 2563 | [ | Ἄνοργοι: ἀντὶ τοῦ ἄνευ ὀργῆς. Κρατῖνος. | ] |
| alpha | 2819 | [ | Ἄξιος λαβεῖν ὁ μισθός: τοῦτο τῶν εἰς κάλλος ἠσκημένων σημαῖνον τοιόνδε τι· ἄξιός ἐστιν ὁ μισθὸς, ὥστε λαβεῖν αὐτόν. ἔστι δὲ παρὰ Κρατίνῳ. Ὅμηρος δὲ πρῶτον ἐχρήσατο τῷ σχήματι τούτῳ· ῥηΐτεροι γὰρ ἔσεσθε· κείνου τεθνεῶτος ἐναιρέμεν. καὶ πάλιν· ἡ δὲ μάλ’ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ. καὶ Σοφοκλῆς· γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὕτως ἀνὴρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. ὁ δὲ νοῦς· ῥᾴον ἄν τις φυλάξαιτο τὸν ὀξύθυμον ἢ τὸν κρύπτοντα διὰ σιγὴν τὴν ὀργήν. καὶ Ἄξιος τριχός· ἐπὶ τοῦ εὐτελοῦς καὶ τυχόντος· παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία ἐστίν. Ἀριστοφάνης· εἴ ’κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός. ἀντὶ τοῦ τὸ τυχόν. καὶ Ἄξιος οὐδὲ μόνου, ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. καὶ παροιμία, Ἄξιος ὀβελίσκου, καὶ Ἀπὸ ὀβελίσκου, παροιμία ἐπὶ τῶν σφόδρα τιμίων. καὶ Ἄξιος τοῦ παντός. | ] |
| alpha | 2877 | [ | Ἀπαλλάξας: ἀντὶ τοῦ πείσας ἀποστῆναι. Κρατῖνος καὶ Δημοσθένης καὶ ἄλλοι. Ἀπαλλάξαι. καὶ Ἀπαλλάξωμεν, ἀντὶ τοῦ ἀφανίσωμεν. Ξενοφῶν· τῶν ἄλλων σκευῶν τὰ περισσὰ ἀπαλλάξωμεν. καὶ Ἀπαλλάξαι, ἀντὶ τοῦ φυγαδεῦσαι. ἐδεῖτο δὲ τὸ πλῆθος προσωτάτω Ἀρμενίας ἀπαλλάξαι Ἰωτόμην, ὡς οὔποτ’ ἂν ἀποσχόμενον τοῦ νεωτερίζειν, εἰ τύχοι ὢν ἔνδημος. καὶ Ἀπαλλάττω σε κόπων. | ] |
| alpha | 3348 | [ | Ἀποκεῖσθαι πόρρω: ἀτιμάζεσθαι. οὕτως Κρατῖνος. | ] |
| alpha | 3372 | [ | Ἀποκτιννύναι: φονεῦσαι. Ἀποκτίννυσι λέγουσι μᾶλλον ἢ ἀποκτιννύειν. Κρατῖνος Βουκόλοις. καὶ πρὸς τὸν οὐρανὸν σκίαμαχῶν ἀποκτίννυσι ταῖς ἀπειλαῖς. καὶ Ἀπεκτόνασιν, οὐκ ἀπεκτάγκασι. μισοῦσι μὲν, ὦ πάτερ, Θράσωνα· ἀπεκτάγκασι δ’ οὔ. | ] |
| alpha | 3468 | [ | Ἀποπάτημα: αὐτὸ τὸ σκύβαλον. Εὔπολις Χρυσῷ γένει· τί γάρ ἐστ’ ἐκεῖνος; ἀποπάτημ’ ἀλώπεκος. Κρατῖνος Δραπέτισι· τὸν Κερκύονά τε ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα. καὶ Ἀποπατησόμενοι, τὴν κόπρον κενώσοντες. πάτος δὲ ἡ ὁδός. Ἀριστοφάνης· οὐδεὶς θύει τοπαράπαν οὐδ’ εἰσέρχεται, πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. Ἀπόπατος γὰρ ἡ κένωσις τῆς γαστρός. καὶ Ἀριστοφάνης περὶ Κλεωνύμου φησίν· εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβὼν κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὄρων. πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγε; τῇ πανσελήνῳ. | ] |
| alpha | 3496 | [ | Ἀπορεῖν καὶ σφακελίζειν τῷ δεινῷ. τὸ μὲν σφακελίζειν φλεγμαίνειν ἐστὶ καὶ διὰ τοῦτο σπᾶσθαι. Κρατῖνος. | ] |
| alpha | 3561 | [ | Ἀποστοματίζειν: ἀπὸ μνήμης λέγειν. καὶ Ἀπὸ στόματος, ἄνευ γραμμάτων. ὁ δὲ κελεύει ἀπὸ στόματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρδων. καὶ Ἀπὸ στόματος, ὡς ἡμεῖς τὸ μὴ διὰ γραμμάτων, ἀλλ’ ἀπὸ μνήμης. Φιλήμων Νεμομένοις· ἀπὸ στόματος ἅπαντʹ, ἐὰν βούλησθʹ, ἐρῶ. Κρατῖνος δὲ ταυτὸ τοῦτ’ ἀπὸ γλώττης, Νόμοις· ἀλλὰ, μὰ Δί, οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, τὰ ἄλλα ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς. Θουκυδίδης ζʹ· καὶ ἥκοντες εἰς τὰς Ἀθήνας οἱ ἀπὸ τοῦ Νικίου, ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον. Πλάτων Θεαιτήτῳ [+]· ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; οὐ μὰ τὸν Δί’ οὔκουν, οὔγε ἀπὸ στόματος, ἀλλ’ ἐγραψάμην μὲν τοῦτ’ εὐθὺς οἴκαδ’ ἐλθὼν ὑπομνήματα. καὶ Ἀποστοματίζειν φασὶ τὸν διδάσκαλον, ὅταν κελεύῃ τὸν παῖδα λέγειν ἄττα ἀπὸ στόματος. | ] |
| alpha | 3750 | [ | Ἀράχνη: θηλυκῶς τὸ ὕφασμα. ἀράχνης δὲ ἀρσενικῶς, τὸ ζωΰφιον· παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ τεῦξαι λεπταλέον μίτον ἐπιστάμεναι. εἴρηται δὲ ἀράχνης καὶ παρ’ Ἡσιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ. λέγουσι δὲ καὶ ἀραχνικὰ, ἀπὸ τῆς ἀράχνης ὀρθῆς. Καλλίας Κύκλωψιν· ὥσπερ ἀραχνικὸς τὴν ὁδὸν προφορούμενα. θηλυκῶς δὲ Σοφοκλῆς Ἰνάχῳ πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχος· ἔργον ἀράχνα. Κρατῖνος δὲ Πυτίνη· ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. Φερεκράτης Τυραννίδι· ἆρ’ ἀράχνια ὥσπερ ταῖς συκυαῖσι ταῖς κεναῖς. Νικόφρων Ἀφροδίτης γοναῖς· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι. | ] |
| alpha | 4576 | [ | Ἀφελές· ὁ δὲ ἐπιφθέγγεται βαρβαρικὸν μέν τι καὶ ἀφελὲς, ἐνεργὸν δὲ ὅμως χρήσιμον, ὡς δεῖ πρότερον ἀποσοβεῖν τὰς μελίττας καὶ ἔπειτα τὸ μέλι σχολαίτερον ἀναιρεῖσθαι. καὶ Ἀφελής, ἐπὶ τοῦ ὑγιὴς καὶ ὁλόκληρος, ἢ μέγας καὶ ἀνεπικώλυτος. καὶ ἀφελὲς ὁμοίως. μισῶ τὴν ἀφελῆ, μισῶ τὴν σώφρονα λίαν. ἐπὶ τῆς ἀπονήρου καὶ δοσιπύγου. καὶ τὰ ἐπιστόλια ἀφελῶς γράφειν. καὶ Ἀφεῶν πεδίων. Ἀριστοφάνης περὶ Κράτητος· ὃς πολλῷ ῥεύσας ἐπαίνῳ διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους· ᾆσαι δ’ οὐκ ἦν ἐν συμποσίοις πλὴν, δόρυ συκοπέδιλε, καὶ, τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος. νῦν δ’ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ’ οὐκ ἐλεεῖτε, ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τούτου οὐκ ἔγ’ ὄντος τῶν θ’ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων, δίψη δ’ ἀπολωλώς, ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ. τουτέστιν εὐδοκιμήσας πολλάκις. ὁ γὰρ Κρατῖνος ἑαυτὸν ἐπήνεσεν ἐν Πυτίνη λέγων· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τοῦ ῥεύματος καναχοῦσι πηγαὶ, δωδεκάκρουνον στόμα, Ἰλισσὸς ἐν τῇ φαρυγγίᾳ· τί ἂν εἴποιμι; εἰ μήγε ἐπιβύσει τις αὐτοῦ τὸ στόμα, κατακλύσει τοῖς στόμασιν. | ] |
| alphaiota | 64 | [ | Αἴγλη· βόλος κυβευτικός, λαμπηδών, αὐγή. Κρατῖνος. καὶ ποπάνου εἶδος δηλοῖ, καὶ θυσίαν, ὥς φησι Λεαγόρας. ἔστι καὶ παιδιά τις. ἀλλὰ καὶ ἡ σελήνη οὕτω καλεῖται καὶ ὁ Ἀσκληπιός. | ] |
| alphaiota | 237 | [ | Αἲξ οὐρανία· τὰ τοῦ λευκοῦ κυάμου γένη, ᾧ ἐπεψήφιζον καὶ ἐχειροτόνουν. ὁ δὲ Κρατῖνος καθάπερ τοῦ Διὸς αἶγα Ἀμαλθείαν τροφόν, οὕτως καὶ τῶν δωροδοκούντων αἶγα οὐρανίαν. οἱ δὲ τὰ εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὴν παρέχοντα οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες καὶ καταλαμβάνειν. Αἲξ οὖν οὐρανία, ἐπὶ τῶν τυγχανόντων ὅσων βούλονται. τὴν γὰρ αἶγα τὴν Διὸς τροφὸν κατηστερίσθαι φασί. καί φασι τὸν ἐπιφθασάμενον ἐπιτέλλουσαν αὐτὴν ἐπιτυγχάνειν ὅσα ἂν εὔξηται. | ] |
| alphaiota | 279 | [ | Αἴρασθαι· προσενέγκασθαι. Κρατῖνος Τροφωνίῳ· οὐ σῖτον αἴρεσθ’ , οὐχ ὕπνου λαχεῖν μέρος. | ] |
| beta | 18 | [ | Βάδιζε. καὶ Βαδίζου, ἀντὶ τοῦ βάδιζε. Κρατῖνος. | ] |
| beta | 250 | [ | Bή τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ βοὶ λέγουσιν Ἀττικοί. Κρατῖνος Διονυσαλεξάνδρῳ· ὁ δὴ λοίσθιος ὥσπερ πρόβατον βὴ βὴ λέγων βαδίζει. | ] |
| beta | 502 | [ | Βῶσον: βοήθησον. Κρατῖνος. | ] |
| chi | 172 | [ | Χαῖρις· κιθαρῳδός. μνημονεύει δὲ αὐτοῦ καὶ Φερεκράτης ἐν Ἀγροῖς· φέρ’ ἴδω, κιθαρῳδὸς τίς κάκιστος ἐγένετο; Πεισουμελὴς μετὰ Μέλητος ἦν. ἔχ’ ἀτρέμας. ἐγ’ᾦδα. Χαῖρίς ἐστι. καὶ ἕτερος, οὗ μνημονεύει Κρατῖνος ἐν Νεμέσει. | ] |
| chi | 471 | [ | Χρή· ὀξυτόνως δεῖ· χρῇ δὲ περισπωμένως, τὸ ὑποτακτικόν, σημαίνει τὸ δέῃ. Εὔπολις Αἰξίν· ἐγὼ τελῶ τὸν μισθόν, ὅν τιν’ ἂν χρῇ. χρῆν δὲ σὺν τῷ ν καὶ περισπωμένως τὸ παρεληλυθός, τὸ ἔδει. λέγουσι δέ ποτε καὶ χρήσται, ἀντὶ τοῦ δεῖ. Φερεκράτης Λήροις· τὸ δ’ ὄνομά μοι κάτειπε, τί σε χρῆσται καλεῖν. Ἀριστοφάνης Λημνίαις· ἡ καρδίω τε τίς; ἀλλὰ πῶς χρῆσται ποιεῖν; χρῇς δὲ τὸ χρῄζεις, καὶ δέῃ. Κρατῖνος Νόμοις· νῦν γὰρ δή σοι πάρα μὲν θεσμοὶ τῶν ἡμετέρων, πάρα δ’ ἄλλ’ ὅ τι χρῆσται. χρείη δὲ τὸ δέοι. Πλάτων Εὐθύφρονι· πευσόμενοι τοῦ ἐξηγητοῦ τί χρείη ποιεῖν. | ] |
| delta | 272 | [ | Δεσμώτης· καὶ αὐτὸς ὁ δέσμιος, ὡς ὁ δεσμώτης Προμηθεύς· καὶ ὁ δεσμῶν. Κρατῖνος ἐν Πυτίνῃ ἐπὶ τῶν δεσμοφυλάκων· ὄψει γὰρ αὐτὴν ἐκτὸς οὐ πολλοῦ χρόνου πρὸς τοῖσι δεσμώταισι καταπιττουμένην. | ] |
| delta | 1213 | [ | Διὸς ψῆφος· οὕτως καλεῖται, ἐν ᾧ Ἀθηνᾶ καὶ Ποσειδῶν ἐκρίθησαν. Κρατῖνος Ἀρχιλόχοις· ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε καλοῦνται. ὁ γὰρ τόπος, ἐν ᾧ ἐκρίθησαν, Διὸς ψῆφος καλεῖται. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων. | ] |
| delta | 1441 | [ | Δωδεκάκρουνον στόμα· ὁ γὰρ Κρατῖνος ἑαυτὸν ἐπῄνεσεν ἐν Πυτίνῃ λέγων· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τοῦ ῥεύματος καναχοῦσι πηγαί, δωδεκάκρουνον στόμα, Ἰλισσὸς ἐν τῇ φάρυγγι ἂν εἴποιμι, εἰ μὴ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα, κατακλύσει τοῖς λόγοισιν. | ] |
| delta | 1504 | [ | Δραπέτης κλῆρος· ὁ μετὰ πανουργίας γινόμενος. τοῦτο δὲ ἱστόρηται περὶ Κρεσφόντου καὶ τῶν Ἀριστοδήμου παίδων· ὅτι πανοῦργος ὁ Κρεσφόντης βῶλον ὑγρὰν εἰς τὴν ὑδρίαν ἐνέβαλε κληρουμένων περὶ Μεσσήνης. Σοφοκλῆς· οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς· ἀλλ’ ὃς εὐλόφου κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν. καὶ Δραπέτισι θηλυκῶς παρὰ Κρατίνῳ. | ] |
| epsilon | 137 | [ | Ἐγκυρῆσαι· ἀντὶ τοῦ ἐντυχεῖν. οὕτως Κρατῖνος. | ] |
| epsilon | 1784 | [ | Ἐξόδιοι νόμοι· αὐλήματα δι’ ὧν ἐξῄεσαν οἱ χοροὶ καὶ οἱ αὐληταί. οὕτως Κρατῖνος· τοὺς ἐξοδίους ὑμῖν ἵν’ αὐλῶ τοὺς νόμους. | ] |
| epsilon | 2131 | [ | Ἐπειοῦ δειλότερος· οὕτως ἐλέγετο Κρατῖνος ὁ κωμικός, ἴσως διὰ τὸ ταξιαρχῆσαι τῆς Οἰνηΐδος φυλῆς καὶ δειλότερός τε φανῆναι. καὶ γὰρ ὁ Ἐπειὸς δειλὸς ἦν. | ] |
| epsilon | 2189 | [ | Ἐπηνήκιζεν· ἐξηπάτα. οὕτως Κρατῖνος. | ] |
| epsilon | 2444 | [ | Ἐπιλησμότατον· ἰδίως ἐπιλησμονέστατον. Ἄλεξις δὲ λέγει ἐπιλήσμη, Κρατῖνος ἐπιλησμοσύνη. Ἀριστοφάνης Νεφέλαις· οὐκ ἐς κόρακας ἀποφθερῇ ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον. | ] |
| epsilon | 3444 | [ | Εὔερον· εὐάερον πόλιν· ἢ μαλακήν, ὥσπερ σισύραν εὐέριον. Πλάτων Ὑπερβόλῳ· λέγει δὲ περὶ τῶν προβάτων. καὶ τοσοῦτον τῆς εὐερίας ἀπολέλαυκεν ὥστε ἀθλιωτάτη ἐστί. Κρατῖνος Πυλαιάν· γλῶσσαν εὐέραν βροτῶν. | ] |
| kappa | 1500 | [ | Κηκίδιος, διθυράμβων ποιητής, πάνυ ἀρχαῖος. μέμνηται αὐτοῦ Κρατῖνος ἐν Πανόπταις. καὶ Ἀριστοφάνης· ἀρχαῖα καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα καὶ Κηκιδίου. | ] |
| kappa | 1758 | [ | Κλεισθένους ἀκρατέστερος· οὗτος ἐπὶ κιναιδίᾳ διεβέβλητο καὶ ἐγυναικίζετο. καὶ Κρατῖνος· ληρεῖς ἔχων· γράφων αὐτὸν ἐν ἐπεισοδίῳ· γελοῖος ἔσται Κλεισθένης κυβεύων. | ] |
| kappa | 2027 | [ | Κοννᾶς· μέθυσος αὐλητής. καὶ παροιμία· Κοννᾶς στέφανον μὲν ἔχων, δίψῃ δ’ ἀπολωλώς. ὃς εἰς τὰ συμπόσια παρῆν ἀεὶ ἐστεμμένος. ἢ ὅτι Ὀλυμπιονίκης γενόμενος πένης ἦν, μηδὲν ἕτερον ἢ κότινον ἔχων. ἢ ὅτι αὐλητὴς ἦν ἄριστος, πενιχρός, πολλάκις στεφανωθείς· ἐφ’ οὗ Κρατῖνος εἶπεν· ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σε λιμὸς ἐχθαίρῃ, Κοννᾶς δὲ φιλοστέφανός σε φιλήσει. λέγει δὲ αὐτὸν τοσαῦτα νικήσαντα μηδέπω τετιμῆσθαι. | ] |
| kappa | 2216 | [ | Κῴδιον· προβάτειον δέρμα. Ἀριστοφάνης· εἰ μή σε μισῶ, γενοίμην ἓν προβάτου κῴδιον καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίαν. κῴδιόν ἐστι τὸ ἅμα τοῖς ἐρίοις σκευαζόμενον δέρμα. γενοίμην, φησίν, ἐς τὴν οἰκίαν Κρατίνου κῴδιον, ὥστε μου κατουρεῖν ἐκεῖνον, εἰ μή σε μισῶ. ὡς ἐνουρητὴν οὖν καὶ μέθυσον διαβάλλει τὸν Κρατῖνον. ὅθεν καὶ παροξυνθεὶς ἐκεῖνος, καίτοι τοῦ ἀγωνίζεσθαι ἀποστὰς καὶ συγγράφειν, πάλιν ἀγωνίζεται καὶ γράφει δρᾶμα τὴν Πυτίνην, ἐς αὑτόν τε καὶ τὴν μέθην. οἰκονομίᾳ δὲ κέχρηται τοιαύτῃ· τὴν κωμῳδίαν ἐπλάσατο ὁ Κρατῖνος εἶναι αὑτοῦ γυναῖκα καὶ ἀφίστασθαι τοῦ συνοικεσίου τοῦ σὺν αὐτῷ θέλειν καὶ κακώσεως αὐτοῦ δίκην λαβεῖν, φίλους δὲ παρατυχόντας τοῦ Κρατίνου δεῖσθαι μηδὲν προπετὲς ποιεῖσθαι, καὶ τῆς ἔχθρας ἀνερωτᾶν τὴν αἰτίαν, τὴν δὲ μέμφεσθαι αὐτῷ, ὅτι μὴ κωμῳδεῖ μηκέτι μηδὲ συγγράφει, σχολάζει δὲ τῇ μέθῃ. ἦν δὲ ὁ Κρατῖνος τῆς ἀρχαίας κωμῳδίας, πρεσβύτερος Ἀριστοφάνους, τῶν δοκίμων ἄγαν. ὅτι Ἀναξαγόρας Ὀλυμπιάσιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κῳδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου λέγεται τοῦτο πεπραχέναι. | ] |
| kappa | 2344 | [ | Κρατῖνος, Καλλιμήδους, Ἀθηναῖος, κωμικός· λαμπρὸς τὸν χαρακτῆρα, φιλοπότης δὲ καὶ παιδικῶν ἡττημένος. ἦν δὲ τῆς ἀρχαίας κωμῳδίας. ἔγραψε δὲ δράματα καʹ, ἐνίκησε δὲ θʹ. | ] |
| kappa | 2595 | [ | Κυβηλίσαι· πελεκῆσαι. κύβηλις γὰρ ὁ πέλεκυς. καὶ Ἀγερσικύβηλις, ὁ θύτης. Κρατῖνος Δραπέτισιν ἐπὶ Λάμπωνος εἶπε τὸν ἀγύρτην καὶ κυβηλιστήν. | ] |
| kappa | 2672 | [ | Κυλλοῦ Πήραν· ἡ Πήρα χωρίον πρὸς τῷ Ὑμηττῷ, ἐν ᾧ ἱερὸν Ἀφροδίτης καὶ κρήνη, ἐξ ἧς αἱ πιοῦσαι εὐτοκοῦσι καὶ αἱ ἄγονοι γόνιμοι γίνονται. Κρατῖνος δὲ ἐν Μαλθακοῖς Καλλίαν αὐτήν φησιν, οἱ δὲ Κυλλουπήραν. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως. Αἰλιανός· ὁ δὲ ἀλεκτρυὼν ἑστὼς ἐπὶ θατέρου ποδὸς προὔτεινε τὸν λελωβημένον καὶ κυλλόν, ὥσπερ οὖν μαρτυρόμενος καὶ ἐμφαίνων, οἷα ἐπεπόνθει. | ] |
| lambda | 302 | [ | Λέρνη θεατῶν· ἀντὶ τοῦ κακῶν θέατρον. Κρατῖνος. οἱ μὲν διὰ τὴν Ὕδραν, οἱ δὲ διὰ τὸ τοὺς Ἀργείους τὰ καθάρματα ἐκεῖ ἀποφέρειν· ὁ γὰρ Δαναὸς ἐν τῇ Λέρνῃ τὰς κεφαλὰς τῶν Αἰγυπτιαδῶν ἀπέθετο, καὶ ὡς εἰκὸς ἐφ’ ὕβρει ἐκέλευσε τὰ δυσοιώνιστα ἐκεῖ ῥίπτειν. οἱ δὲ Λέρνη κακῶν. | ] |
| mu | 196 | [ | Μαρίλη· ἀμαυρὸν πῦρ. ὁ χνοῦς, καὶ τὸ λεπτότατον τῶν ἀνθράκων. χαλκεὺς οἷά τις γέμων καπνοῦ καὶ μαρίλης. καὶ Κρατῖνος ἐν Ὥραις· ἐφθάρη μαρίλης τὴν φάρυγγα πλέαν ἔχων. ἡ ἀπὸ τῶν ἀνθράκων σποδιά. Ἀριστοφάνης· ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐπετίλησεν, ὥσπερ σηπία. | ] |
| mu | 1112 | [ | Μισήτη· τὴν καταφερῆ μισήτην ἔλεγον, οὐ παρὰ τὸ μῖσος, ἀλλὰ παρὰ τὸ μίσγεσθαι· τὸ γὰρ μῖσος ἄποθέν ἐστι τοῦ μιαίνεσθαι· ὃ γὰρ μισεῖται, μεμόνωται καὶ ἀμιγές ἐστιν· ἀλλ’ οἱονεὶ μισγήτην τινὰ οὖσαν. ὃ καὶ βέλτιον. καὶ τὸ ἐν παροιμίας δὲ μέρει λεγόμενον, παρὰ σφυρὸν παχεῖα μισήτη γυνή, κατὰ τοῦτο εἰρῆσθαι δοκεῖ. καὶ ὁ Κρατῖνός που τοῦτο ἔφη· μισῆται δὲ γυναῖκες ὀλίσβωσι χρήσονται. τὸν δὲ ἁπλῶς μισητὸν τὸν ἀνίκανον λέγει. μεταφορικῶς δὲ καὶ ἐπὶ τῆς ἀπλήστου κατὰ τροπὴν τίθεται ἡ λέξις. | ] |
| mu | 1360 | [ | Μοιχός· εἶδος κουρᾶς κιναιδώδους. Ἀριστοφάνης· Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ. ἀπρεπὴς κουρὰ καὶ κιναιδώδης. καὶ κῆπος ἄλλο εἶδος, καὶ σκάφη ἕτερον. καὶ παροιμία· Ἕλκει μοιχὸς ἐς μυχόν. ῥηθεῖσα ἡ παροιμία τῷ Καλλίᾳ. ἐπὶ τοῖς μοιχοῖς οἱ νόμοι τοὺς δημίους ὁπλίζουσιν· οἱ δὲ κηπουροὶ τὰς ῥαφανίδας φυτεύουσιν, αἷς εὐθύς, ἐὰν ἁλῷ τις, τιμωρεῖται. καὶ τὸ ῥῆμα Μοιχῶ. καὶ Μοιχώμενος, ἡ μετοχή. | ] |
| nu | 28 | [ | Ναξιουργὴς κάνθαρος· πλοῖα ἦν οὕτω λεγόμενα κάνθαροι, ἐν Νάξῳ γινόμενα· ὡς νῦν σίλφας λέγουσί τινα ἀκατίων εἴδη. Κρατῖνος δὲ λέγει, ὅτι θαλασσοκρατοῦντές ποτε Νάξιοι ἐχρῶντο αὐτοῖς τοῖς κανθάροις. ἢ οὕτως· τῶν πλοίων τὰς εὑρούσας πόλεις τὰς ἀρχιτεκτονίας ἐποίουν οἱ πρότεροι ἐπωνύμους· οἷον τοὺς νῦν λέμβους Ναξιουργεῖς ὠνόμαζον. ἐκ τοῦ αὐτοῦ δὲ εἶναι καὶ Κνιδιουργεῖς ἀπὸ Κνίδου, καὶ Κέρκυρα ἀπὸ Κερκύρας, καὶ Πάρωνα ἀπὸ Πάρου. ἄντικρυς δὲ Μένανδρος ἐν Ναυκλήρῳ κάνθαρος εἶπε πλοῖον εἶναι. ἔστι δὲ καὶ εἶδος ποτηρίου. καὶ ἐν Πειραιεῖ Κανθάρου λιμήν. τρεῖς γὰρ λιμένες εἰσίν, οὗτος ὁ Κανθάρου καὶ τὸ Ἀφροδίσιον καὶ κύκλῳ πέντε στοαί. ἀπὸ Κανθάρου ἥρωος. | ] |
| omega | 14 | [ | Ὧδε· οὐ μόνον τὸ οὕτως, ἀλλὰ καὶ τὸ ἐνθάδε· ὡς ἡμεῖς. Κρατῖνος Δραπέτισι· τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι. Ἀριστοφάνης Κωκάλῳ· ἐκδότω δέ τις καὶ ψηφολόγον ὧδε καὶ δίφρω δύο. καὶ Πλάτων που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ ἐνθάδε· τὸ δὲ οὕτως ἐν τοῖς πλείστοις δηλοῖ. Εὔπολις Ταξιάρχοις· οὐκ ἢν φυλάττῃ γ’ ὧδ’ ἔχων τὴν ἀσπίδα. | ] |
| omega | 158 | [ | Ὡρακιάσας Κρατῖνος· ἀντὶ τοῦ λειποψυχήσας· εἰς οἰνοφλυγίαν δὲ ὁ Κρατῖνος διαβάλλεται. ἢ ὠχριάσας· ἢ ὑπὸ ἐκλύσεως σκοτωθείς, ᾧ ἕπεται τὸ ὠχριᾶν· τοιοῦτοι δὲ οἱ λειποψυχοῦντες· τρέπεται γὰρ αὐτῶν πρῶτον ἡ χροιά. Ἀριστοφάνης· οὐ γὰρ ἐξηνέσχετ’ ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων. Ὡρακιάσαι λέγουσι τὸ ὑπὸ φόβου ὠχριάσαι, θλιβομένης τῆς καρδίας· τοῦτο δὲ πολλοῖς γίνεται· παρὰ τὸ τὴν ὥραν αἰκίζεσθαι, ὅ ἐστι τὴν μορφήν. ἢ ὠρακιῶ, ὠχριῶ, φροντίζω· ὥρα γὰρ ἡ φροντίς· Ἡσίοδος· ὤρη γάρ τ’ ὀλίγη πέλεται νεικέων. ἐκ δὲ φροντίδος ἐκλύεταί τις. Ὠρακίζω γὰρ τὸ ῥῆμα. | ] |
| omega | 261 | [ | Ὦ τάν· οὐ πρὸς ἕνα μόνον τὸ ὦ τάν, ἀλλὰ καὶ πρὸς δύο. ὡς Ἀριστοφάνης Πλούτῳ· ὦ τάν, ἀπαλλάχθητον ἀπ’ ἐμοῦ. καὶ Κρατῖνος ἆρά γε, ὦ τάν, ἐθελήσετον; | ] |
| omicron | 130 | [ | Ὀκτώπουν· Κρατῖνος Θρᾴτταις· ὀκτώπουν ἀνεγείρεις. ἀντὶ τοῦ σκορπίον. παροιμία γάρ· σκορπίον ὀκτώπουν ἀνεγείρεις. ἐν δὲ ταῖς Αἰσχύλου Ξαντρίαις ἡ Λύσσα ἐπιθειάζουσα ταῖς Βάκχαις φησίν· ἐκ ποδῶν δ’ ἄνω ὑπέρχεται σπαραγμὸς εἰς ἄκρον κάρα, κέντημα γλώσσης, σκορπίου βέλος λέγω. | ] |
| omicron | 203 | [ | Ὁλόφωνος· ὁ ἀλεκτρυών. οὕτω Κρατῖνος. | ] |
| omicron | 394 | [ | Ὄνος ὕεται· ἐπὶ τῶν μὴ ἐπιστρεφομένων. Κηφισόδωρος Ἀμαζόσι· σκώπτεις μ’· ἐγὼ δὲ τοῖς λόγοις ὄνος ὕομαι. Κρατῖνος Δραπετίσιν· οἱ δὲ πυππάζουσι περιτρέχοντες, ὁ δ’ ὄνος ὕεται. | ] |
| omicron | 399 | [ | Ὄνου πόκαι· ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν· ὥσπερ αἱ τοιαῦται, πλίνθον πλύνειν, ἀσκὸν τίλλειν, χύτραν ποικίλλειν, εἰς κόπρον θυμιᾶν. Ἀρίσταρχος δὲ διὰ τὸ Κρατῖνον ὑποθέσθαι ἐν ᾅδου τινὰ σχοινίον πλέκοντα, ὄνον δὲ τὸ πλεκόμενον ἀπεσθίοντα, οἷον ἀποκείροντα. παρ’ ὅσον οὖν τὰ ἐν ᾅδου ἀνήνυτά εἰσι, τοῦτο ἐπλάσθη. | ] |
| omicron | 934 | [ | Οὐρανία αἴξ· ᾗ οἱ εὐχόμενοι πάντως ἐπετύγχανον· ἴσως διὰ τὸ τὴν σελήνην αὐτῇ ἐποχεῖσθαι. Κρατῖνος Χείρωσιν· αἲξ οὐρανία. καὶ Οὐρανία τροφή. καὶ τὰς οὐρανίας δυνάμεις. | ] |
| pi | 171 | [ | Πανδελετείους γνώμας· τουτέστι δυστρόπους. ἐπεὶ Πανδέλετος συκοφάντης ἦν καὶ φιλόδικος καὶ γράφων ψηφίσματα, καὶ ἦν εἷς τῶν περὶ τὰ δικαστήρια διατριβόντων. μέμνηται αὐτοῦ καὶ Κρατῖνος ἐν Χείρωσι. | ] |
| pi | 858 | [ | Παιδικά· ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάττεται ἡ λέξις. παραδείγματα τοῦ ἐπὶ μὲν τῶν ἀρρένων τάττεσθαι πολλά, καὶ ἐν τοῖς Ἀχιλλέως δὲ ἐρασταῖς δῆλον ὡς οὕτως ἐξείληπται. ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν, φησὶν ὁ Φοῖνιξ· παπαί, τὰ παιδίχ’ , ὡς ὁρᾷς, ἀπώλεσας. καὶ Κρατῖνος Πανόπταις· μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν. ὅτι δὲ ἐκάλουν οὕτω καὶ τὰ πρὸς τὰς γυναῖκας, Εὔπολις· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τις· ἐγὼ δὲ χαίρω πρὸς τοῖς σοῖς παιδικοῖς. καὶ Κρατῖνος δὲ Ὥραις, τῆς παλλακῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης, φησὶν ἐπ’ αὐτοῦ· μακάριος τῶν παιδικῶν. οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ, κατὰ μεταφορὰν τὴν ἀπ’ ἐκείνων. Πλάτων Φαίδρῳ· ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην· ἐρεσχελήσω σε. λέγεται δὲ παιδικὸν καὶ τὸ παιδαριῶδες, οἷον τὸ ἁρμόζον παιδί. ἡ δὲ λέξις ὡς ἐπιτοπολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. ὅτι τὸν Ἀντίνοόν φασι παιδικὰ Ἀδριανοῦ γενέσθαι, καὶ τούτου προτελευτήσαντος, πανταχοῦ ἀνδριάσι προστάξαι τιμηθῆναι, καὶ τέλος ἀστέρα τινὰ δοκεῖν ἐν τῷ οὐρανῷ, ὃν Ἀντίνουν ἔλεγεν εἶναι· καὶ ἐλέγετο εἰς τὸν οὐρανὸν ἀφορᾶν Ἀδριανός. | ] |
| pi | 1988 | [ | Πολύμνηστος καὶ Ἀριφράδης καὶ Οἰώνιχος ἀρρητοποιοί. καὶ Πολυμνήστεια δὲ καὶ αὕτη κωμῳδεῖται ἐπὶ αἰσχρότητι. Κρατῖνος· καὶ Πολυμνήστει’ ἀείδει μουσικήν τε μανθάνει. Ἀριστοφάνης· ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα λυμαίνεται, οὔ ποτ’ ἐκ τ αὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου. ζήτει Πολύμνηστον ἕτερον ἐν τῷ Βάττος. | ] |
| pi | 2702 | [ | Πρόσισχε· τὸ πρόσεχε. Κρατῖνος· καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοις. καὶ Εὔπολις· πρόσισχε τὸν νοῦν τῇδε. καὶ Θουκυδίδης γʹ· παρανίσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεως. οὕτως δὲ καὶ ὑπίσχομαι, τὸ ὑπισχνοῦμαι οἵ τε τραγικοί, καὶ Ἀριστοφάνης· τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι. | ] |
| pi | 3231 | [ | Πυρορραγής· σαθρός, ἄχρηστος. ἀπὸ τοῦ ἐν ταῖς καμίνοις διαρρησσομένου κεράμου. Πυρορραγῆ κεράμια καλεῖται, ὅσα ἐν τῷ πυρὶ ῥήγνυνται ἐν τῷ ὀπτᾶσθαι. Κρατῖνος ἐν Ὥραις· ἴσως πυρορραγὲς καὶ κακῶς ὠπτημένον. ὁ δὲ κέραμος πυρορραγὴς γενόμενος σαθρὸν ἠχεῖ. | ] |
| psi | 22 | [ | Ψαμμακοσιογάργαρα· ἀπὸ λέξεων τὸ σύνθετον ἐγένετο δηλουσῶν πολλά· σύγκειται γὰρ ἀπὸ τοῦ τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι· ὁ γὰρ Πύθιος νεανιεύεται τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι· οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης. καὶ Εὔπολις ἐπεσημήνατο τὴν λέξιν, εἰπών· ἀριθμεῖν θεατὰς ψαμμακοσίους. δύναται δὲ ἐγκεῖσθαι τῇ λέξει τὰ κοσια ἥτις ἐστὶ κατάληξις τῶν μετὰ τὸν δέκα ἀριθμὸν μέχρι τῶν χιλίων· ὃς πλήθους ἐστὶ πολλοῦ σημαντικός, οἷον διακόσια, τριακόσια, καὶ τὰ ἑξῆς. τὸ δὲ γάργαρα καὶ αὐτὸ ἐπὶ πλήθους λαμβάνεται διὰ τὴν συγγένειαν τοῦ γ τὴν πρὸς τὸ κ· εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα. τὸ δὲ κάρκαιρε παρὰ τῷ ποιητῇ, κάρκαιρε δὲ γαῖα πόδεσσι. μέμνηται καὶ Κρατῖνος· ἀρίστων ἀνδρῶν πᾶσα γαργαίρει πόλις. οἷον πλήθει. ἄλλως· οἷον πολλὰ καὶ ἀναρίθμητα· τὸ γὰρ ψαμμακόσια καθ’ ἑαυτὸ ἐπὶ πλήθους ἐτίθετο. παρὰ μὲν Εὐπόλιδι ἐν Χρυσῷ γένει οὕτως· ἀριθμεῖν θεατὰς ψαμμακοσίους. ἀπὸ τῆς ψάμμου ἀριθμητικῶς γεγενημένον. καὶ τὰ γάργαρα δὲ ἐπὶ πλήθους ἐτίθετο· ὡς ἐν Λίμναις· ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαιρ’ ἑστία. καὶ παρὰ Ἀριστομένει ἐν Βοηθοῖς· ἔνδον γὰρ ἡμῖν γάργαρα. καὶ παρὰ Σώφρονι· ἁ δὲ οἰκία τῶν ἀργυρωμάτων γάργαιρε. καὶ ἐν τῇ τραγῳδίᾳ· χρημάτων τε γάργαρα. θέλουσι δέ τινες καὶ τὸ παρὰ τῷ ποιητῇ, κάρκαιρε δὲ γαῖα πόδεσσι· τὴν πολλὴν κίνησιν τῶν ποδῶν σημαίνειν· οἷον γάργαιρε. καὶ τὸν καρκίνον δὲ οὕτως ὀνομάζεσθαι διὰ τὸ πλῆθος τῶν ποδῶν. | ] |
| psi | 155 | [ | Ψύρα τὸν Διόνυσον ἄγοντες· ἡ παροιμία παρὰ Κρατίνῳ. τὰ δὲ Ψύρα εὐτελὴς νῆσός ἐστι καὶ μικρὰ πλησίον Χίου, μὴ δυναμένη οἶνον ἐνεγκεῖν. λέγομεν οὖν τὴν παροιμίαν ἐπὶ τῶν ἐν συμποσίῳ ἀνακειμένων καὶ μὴ πινόντων. λέλεκται δὲ καὶ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων. | ] |
| rho | 13 | [ | Ῥαδαμάνθυος ὅρκος· ὁ κατὰ χηνὸς ἢ κυνὸς ἢ πλατάνου ἢ κριοῦ ἤ τινος ἄλλου τοιούτου. οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺς δ’ ἐσίγων. Κρατῖνος Χείρωσι. τοιοῦτοι δὲ καὶ οἱ Σωκράτους ὅρκοι. σημεῖον τοῦτο περὶ ὅρκου, ὃ καὶ νῦν ἐπιχωριάζει· πολλοὶ γὰρ πρὸς λάχανα ὀμνύουσιν, εὐορκίαν ἐπιδεικνύμενοι. | ] |
| rho | 21 | [ | Ῥαζεῖν καὶ Ῥυζεῖν· τὸ ὑλακτεῖν. Ἕρμιππος Εὐρώπῃ· ῥυζῶν ἅπαντας ἀπέδομαι τοὺς δακτύλους. ἀπὸ τούτου δ’ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦντας μετηνέχθη. Κρατῖνος Δηλιάσιν· ἵνα σιωπῇ τῆς τέχνης ῥαζῶσι τὸν λοιπὸν χρόνον. καὶ ἑξῆς· ἔρραζε πρὸς τὴν γῆν· ὁ δὲ σκαρίζει καὶ πέπαρδε. | ] |
| rho | 282 | [ | Ῥύγχος· τὸ πρόσωπον. καὶ Κρατῖνος καὶ ἕτεροι. ἐπιρυγχίς· ζήτει ἐν τῷ γαμψώνυχος. | ] |
| rho | 283 | [ | Ῥύδην· σφοδρῶς, καὶ ἀθρόως. οὕτω Κρατῖνος. λέγεται καὶ Ῥυδόν. ῥυδὸν ἀφνύνονται. ἀντὶ τοῦ ῥύδην καὶ ῥευστικῶς πλουτοῦσιν. ἢ κεχυμένως. ἀντὶ τοῦ πάνυ. | ] |
| sigma | 982 | [ | Σταθερόν· ὀξύ, ἰσχυρόν, θερμόν, στάσιμον, τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν. Πλάτων ἐν Φαίδρῳ· μήπως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. οὐχ ὁρᾷς, ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά; δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερά, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον, ὅταν μᾶλλον ἐκκαῇ, ὀξὺν εἰώθασι λέγειν. σημαίνοι δ’ ἂν καὶ τὸ στάσιμον, τῷ μέσον τι εἶναι τῆς ἡμέρας, καὶ μηδ’ ἐφ’ ἕτερον κλίνειν. καὶ Κρατῖνος δ’ ἐν Σερίφοις ἐπὶ τοῦ ὀξέος ἢ ἰσχυροῦ· οὕτω σταθερὸς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. Ἀντίμαχος· θέρεος σταθεροῖο. τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγωγοῖς· σταθεροῦ χεύματος. καὶ Ἀριστοφάνης ἐν Προαγῶνι· σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης. σημαίνει καὶ τὸ μόνιμον. Ἰώσηπος· καὶ σταθερὰν τὴν ἡλικίαν μετ’ ἐμπειρίας ὁρῶν προβάλλεται στρατηγόν. καὶ Εὐνάπιος· ὁ δὲ πόλεμος τῇ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατηνέχθη ἐπὶ τὸ σταθερόν τε καὶ ἀσφαλέστερον. τουτέστιν ἰσχυρόν, βέβαιον. ὅτι Σταθερὸς ἀπὸ τοῦ σταθῆναι, ἀπὸ δὲ τούτου σταθερός, καὶ σαθρὸς κατὰ ἀντίφρασιν. ἢ ἀπὸ τοῦ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα. | ] |
| sigma | 1709 | [ | Σφακελίζοντες· διασπῶντες, πηδῶντες, ὑποτρέμοντες. ὅτι τὸ σφακελίζειν φλεγμαίνειν ἐστί, καὶ διὰ τοῦτο σπᾶσθαι. Κρατῖνος. | ] |
| tau | 169 | [ | Ταυροφάγον· τὸν Διόνυσον. Σοφοκλῆς ἐν Τυροῖ. ἀντὶ τοῦ ὅτι τοῖς τὸν διθύραμβον νικήσασι βοῦς ἐδίδοτο. ἢ τὸν ὠμηστήν. ἀφ’ οὗ καὶ ἐπὶ τὸν Κρατῖνον μετήνεγκε τοὔ νομα Ἀριστοφάνης. ὅστις ἢ γενναίων ὄργια Μουσῶν μήτ’ εἶδεν μήτ’ ἐχόρευσε, μήτε Κρατίνου τοῦ ταυροφάγου γλώττης βακχεῖ’ ἐτελέσθη. τοὺς περὶ Ἀρίσταρχον οἰομένους ὅτι ταῦρος ἦν αὐτοῖς ἔπαθλον· ψευδῶς. εἴρηται δὲ παρὰ τὸ Σοφοκλέους ἐκ Τυροῦς· Διονύσου τοῦ ταυροφάγου. καὶ ὅτι φίλοινος ἦν· καὶ διὰ τοῦτο ἐπίθετον τοῦ Διονύσου αὐτῷ περιτιθέασιν. οἱ δὲ ἔτι περιεργότερον τὸν λόγον ἀποδιδόασι μητέρα Κρατίνου, ἥτις Βακχεῖα ἐτελέσθη, ἅ εἰσι τοῦ μοσχοφάγου Διονύσου. ἢ τολμηρά, ἀπὸ τῶν Βακχῶν. | ] |
| tau | 173 | [ | Ταῦτα πράσσων, φάσκ’ ἀνὴρ οὐδὲν ποιῶν· Κρατῖνος Ὥραις. ἡ γὰρ παροιμία ἐπὶ τῶν μηδὲν ποιούντων. | ] |
| tau | 778 | [ | Τὸ παρὸν εὖ ποιεῖν· παροιμία. Πλάτων Γοργίᾳ [+]· καὶ ὡς ἔοικεν ἀνάγκη μοι κατὰ τὸν παλαιὸν λόγον, τὸ παρὸν εὖ ποιεῖν. Κρατῖνος Πυλαίᾳ· ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν τίθεσθαι. | ] |
| tau | 1049 | [ | Τρόπαια· νικητήρια. Ἀριστοφάνης ἐν Πλούτῳ· τρόπαιον ἀναστήσαιτο τῶν ταύτης τρόπων. τὸ τρόπαιον οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύνουσι. ἡ δὲ παλαιὰ Ἀτθίς ἐστιν, ἧς ἦρχεν Εὔπολις, Κρατῖνος, Ἀριστοφάνης, Θουκυδίδης· ἡ δὲ νέα Ἀτθίς ἐστιν, ἧς ἐστι Μένανδρος καὶ ἄλλοι. | ] |
| upsilon | 622 | [ | Ὕπουλα γόνατα καὶ ὕπουλον πόδα, καὶ ὕπουλον χεῖρα, καὶ σῶμα, τὸ φλεγμαῖνον διά τινας πληγὰς καὶ ἐγγὺς τοῦ ἀφίστασθαι ὄν. Κρατῖνος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: