Demosthenes) - urn:cts:greekLit:tlg0014.suda001 (
Philippic)| alpha | 284 | [ | Ἀγνωμόνως: ἀνοήτως, ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονες, ἀσύγγνωστοι, οἱ ἀμαθεῖς. καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς [+] ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως. καὶ ὁ Θεολόγος· ὧ καὶ Ἰουδαίων ἀγνωμονέστερε. ἀντὶ τοῦ ἀνοητότερε. | ] |
| alpha | 3559 | [ | Ἀποστολαί: ἀποπέμψεις, δῶρα. καὶ Ἀπόστολος, ὁ ἀποστελλόμενος μετὰ στρατιᾶς εἰς πόλεμον παρασκευῆς. τῶν δὲ πλοίων τὰ μὲν συντριβόμενα ταῖς ἀποστολαῖς. τουτέστι ταῖς ἀποπέμψεσι. καὶ Ἀποστελλόμενοι· οὐ μόνον οἱ πεμπόμενοι ἐκ προσταγμάτων τῶν ἀπολυόντων, ἀλλὰ καὶ οἱ παραπεμπόμενοι ἀποδημεῖν μέλλοντες, ἀποστελλόμενοι ἐλέχθησαν. καὶ Ἀποστολεῖς, οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν τριήρων ἀποδεδειγμένοι. Ἀπόστολοι δὲ αἱ τῶν νεῶν ἐκπομπαί. οὕτως Δημοσθένης, τὸ μὲν ἐν τῷ ὑπὲρ Κτησιφῶντος, τὸ δὲ ἐν α’ Φιλιππικῶν [+]. | ] |
| alpha | 4074 | [ | Ἀρχαῖος: ὁ παλαιός. Ἰσοκράτης μὲν ἐν τῷ Πανηγυρικῷ τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι· Δημοσθένης δὲ ἐν τοῖς Φιλιππικοῖς [+] εἰπών· οὕτως δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς· ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν. | ] |
| alpha | 4304 | [ | Αττα: δʹ σημαίνει. ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς [+]. ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. ἐν δὲ τῷ Παραπρεσβείας Δημοσθένης ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν· τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. Ἀττα, τινὰ ἢ ἅτινα, ἢ παραπλήσια ὀλίγα. Ἀντιφῶν τῷ ἅττα κέχρηται ἀντὶ τοῦ ἅτινα ἐν τῆ Ἀπολογίᾳ τοῦ Μύρρου. οὐ γὰρ ἐγὼ ἐπεπόνθειν ταῦτα, ἅττα νῦν πέπονθα ὑπὸ τούτου. καὶ αὖθις· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶσι τῇ ὄψει, πιστότερα ἡγοῦνται ἢ οἷς εἰς ἀφανὲς ἥκει ὁ ἔλεγχος τῆς ἀληθείας. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχεν. εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς αὐτὰ συμπαθείας, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματος ψιλοῦται. | ] |
| alpha | 4365 | [ | Ἄτιμος: ἀνήκουστος. καί μ’ ὁ Φοῖβος ἄτιμον ἐξέπεμψε. περὶ ὧν γὰρ ἀπῆλθεν, οὐκ ἤκουσεν. ἰδίᾳ Δημοσθένης ἐν Φιλιππικοῖς [+] τὸν ἀτιμώρητον λέγει· τουτέστιν, ὃν ἄν τις ἀποκτιννὺς οὐχ ὑπόκειται ἐπιτιμίῳ, ἀλλ’ ἔστι καθαρὸς αἰτίας· ὁ οἷον τὸν ἄτιμον ἑλών. | ] |
| beta | 101 | [ | Βάραθρον: ὄρυγμά ἐστιν, εἰς ὃ ὁ τῆς Ἱπποθοωντίδος δῆμος τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλλον. ἐν δὲ Φιλιππικοῖς [+] ὁ Δημοσθένης τὴν λέξιν οὐ κυρίως εἶπεν, ἀλλ’ ἐκ μεταφορᾶς, οἷον ἐν τῷ ὀλέθρῳ. | ] |
| delta | 172 | [ | Δεκαδαρχίαι· τὰς ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοί. καὶ Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδάρχην κατέστησεν, ὡς Δημοσθένης ἐν ϛʹ Φιλιππικῶν [+]. | ] |
| delta | 1676 | [ | Δυσωποῦμαι· Δημοσθένης ἐν Φιλιππικοῖς [+] καὶ Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἀντὶ τοῦ φοβοῦμαι. | ] |
| epsilon | 327 | [ | Ἔθνος· τὸ πλῆθος. ἤγοντο μοιχοί, πόρνοι, τοιχωρύχοι, βαλαντιοτόμοι καὶ τὰ τοιαῦτα ἔθνη. Ἔθνος οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ ἐν τῷ θʹ τῶν Φιλιππικῶν [+]. ἐθνοπάγκτου ὁ Ἰώσηπος λέγει ἐν τῇ ἱστορίᾳ τῶν Μακκαβαίων. | ] |
| epsilon | 386 | [ | Ἐκδέξασθαι· οὐκ ἐπὶ τοῦ ἀναμεῖναι, ἀλλ’ ἐπὶ τοῦ ἀναδέξασθαι καὶ ἀναλαβεῖν. Ἐκδέξασθαί ἐστι τὸ παρ’ ἑτέρου λαβόντα αὐτὸν ἐγχειρεῖν τὸ δεύτερον. ἐπισκεπτέον δὲ τὸ ἐν τῷ εʹ Φιλιππικῷ ληφθέν· καὶ τὸ δοκεῖν ἐκδέχεσθαι τῶν ἐκείνῳ πεπραγμένων. | ] |
| epsilon | 2377 | [ | Ἐπικηρυκεία· φιλία ἡ ἐκ τῶν πολεμίων. Ἐπικηρυκεία, τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν. Δημοσθένης εʹ Φιλιππικῶν [+]. | ] |
| epsilon | 3949 | [ | Ἐφορμεῖν· ἐν τῷ ἐφεδρεύειν. οὕτω Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ἐνεδρεύειν δὲ ἐν πλοίοις. | ] |
| epsilon | 4012 | [ | Ἐχῖνος· ἄγγος τι, εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο. μνημονεύει δὲ Δημοσθένης τοῦ ἄγγους τούτου, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Ἀριστοφάνης. ἦν δὲ καὶ πόλις, ἧς μνημονεύει Δημοσθένης ἐν εʹ Φιλιππικῶν [+]. ἔστι δέ τι καὶ ζῷον χερσαῖον, καὶ θαλάσσιον ὄστρεον. | ] |
| eta | 57 | [ | Ἡγήσιππος· οὗτός ἐστιν ὁ Ἀρώβυλος ἐπικαλούμενος, οὗ δοκεῖ τις εἶναι ὁ ζʹ Φίλιππος [+] Δημοσθένης ἐπιγραφόμενος. τῶν δραμάτων αὐτοῦ ἐστι Φιλέταιροι, ὡς Ἀθήναιος. | ] |
| eta | 225 | [ | Ἡλικία τῆς πόλεως· ἀντὶ τοῦ ἐν ἡλικίᾳ, οἱ νέοι. οὕτω Λυσίας καὶ Δημοσθένης ἐν Φιλιππικοῖς [+]. | ] |
| kappa | 78 | [ | Καθήκοντα· Δημοσθένης ἐν ιαʹ Φιλιππικῶν [+] φησιν· ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφ’ ἑαυτὸν ποιεῖν. ἀντὶ τοῦ τὰ ἥκοντα. | ] |
| kappa | 482 | [ | Καταβολή· Δημοσθένης θʹ Φιλιππικῷ· ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ. ἐν ταῖς περιοδικαῖς νόσοις λέγεταί τις καταβολή, διὰ τὸ ἐν ἀποδεδειγμένῳ προϊέναι χρόνῳ, καθάπερ οἱ ἐρανισταὶ τὰς καταβολὰς ποιοῦνται τῶν χρημάτων. | ] |
| kappa | 531 | [ | Κατάγειν τὰ πλοῖα· Δημοσθένης ἐν ηʹ Φιλιππικῷ· ἀντὶ τοῦ ληΐζεσθαι καὶ κακοῦν καὶ μὴ ἐᾶν τοὺς πλέοντας ὅποι βούλοιντο πλεῖν, ἀλλ’ εἰς τὰ οἰκεῖα χωρία τοῖς λῃστεύουσι κατάγειν. | ] |
| mu | 112 | [ | Μαλκίομεν· Δημοσθένης θʹ Φιλιππικῶν [+] φησι. | ] |
| mu | 258 | [ | Μάστειρα· ἐν ηʹ Φιλιππικῶν [+] Δημοσθένης· τῶν μὲν ἐν Θρᾴκῃ κακῶν· τίς γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν; μήποτε δὲ γραπτέον ἀντὶ τοῦ Μάστειραν Βάστειραν ἢ Πίστειραν ἢ Ἐπίμαστον. ταύτας δὲ τὰς πολιτείας εὑρίσκομεν παρ’ Ἀναξιμένει ἐν ζʹ τῶν περὶ Φίλιππον [+], τὴν δὲ Μάστειραν οὐδαμοῦ. | ] |
| mu | 434 | [ | Μεθώνη· ἡ πόλις. μία τῶν Ἀλκυονίδων. Δημοσθένης ἐν Φιλιππικοῖς [+] λέγοι ἂν τὴν ἐν Θρᾴκῃ· ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν. τέσσαρας δὲ εἶναί φησι Μεθώνας Δημήτριος ὁ Μάγνης. | ] |
| mu | 507 | [ | Μελίνη· Δημοσθένης ἐν Φιλιππικῷ [+]. ὄσπριόν ἐστιν· ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον μελίνην. Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ μελίνους εἶπεν. ἔνιοι δὲ εἶδός τι κεγχρίου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον. Θεόφραστος δὲ ἐν ζʹ Περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει κέγχρον ἢ μελίνην ἢ ἔλυμον. | ] |
| mu | 603 | [ | Μενέλαος· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ἀδελφὸς Φιλίππου ὁμοπάτριος. | ] |
| mu | 819 | [ | Μετοίκιον· μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ἐπιδημῶν, ὡς ξένος. ἐδίδοντο δὲ ὑπ’ αὐτῶν καθ’ ἕκαστον ἔτος δραχμαὶ ιβʹ, ὅπερ ὠνόμασται μετοίκιον. Ἰσαῖος δὲ ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει, ὅτι ὁ μὲν ἀνὴρ ιβʹ δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ϛʹ· καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει, μὴ τελοῦντος δὲ αὐτὴ ἐτέλει. οἱ δοῦλοι δὲ ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον. Μένανδρος δέ φησι πρὸς ταῖς ιβʹ δραχμαῖς καὶ τριώβολον τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μετοίκιον μὴ τιθέντες μέτοικοι ἀπήγοντο πρὸς τοὺς πολίτας, καὶ εἰ ἑάλωντο, ἐπιπράσκοντο. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς Δημοσθένης ἐν Φιλιππικοῖς [+] δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι. | ] |
| mu | 1259 | [ | Μορῶν· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. φησὶ δὲ Ἀριστοτέλης, ὥς εἰσι μοῖραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μοίρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δέ φησιν ἐν τῇ Λακώνων πολιτείᾳ· ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δʹ, πεντηκοστύας ηʹ, ἐννομοτάρχας ἑκκαίδεκα. | ] |
| omicron | 116 | [ | Ὀκνῶ· φοβοῦμαι. καὶ πυκνῶς τούτῳ κέχρηται Σοφοκλῆς ἐπὶ τοῦ φοβεῖσθαι. φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. καὶ οἱ ῥήτορες οὐκ ἐπὶ δειλίας καὶ ῥᾳθυμίας ἐχρήσαντο τῷ ὀνόματι, ἀλλ’ ἐπὶ τοῦ φόβου καὶ τοῦ φοβεῖσθαι. Ἀντιφῶν· κακὸς δ’ ἂν εἰ ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῇ γλώττῃ θρασύνεται καὶ τῷ θέλειν ἐπείγειν, τὸ δὲ ἔργον ἂν παρῇ, ὀκνεῖν. καὶ Δημοσθένης ἐν Φιλιππικῶν [+] αʹ· φημὶ διχῆ βοηθητέον εἶναι τοῖς πράγμασιν ὑμῖν, τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν καὶ τοὺς τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν, καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν καὶ τριήρεσι καὶ στρατιώταις ἑτέροις. εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε, ὀκνῶ, μὴ μάταιος ὑμῖν ἡ στρατεία γένηται. καὶ Ὁμήρῳ δὲ ἐπὶ τοῦ φόβου ὁ ὄκνος τέτακται· φησὶ γὰρ Ἀγαμέμνων περὶ τοῦ ἀδελφοῦ αὑτοῦ· οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο. | ] |
| omicron | 165 | [ | Ὀλιγωρήσεται· ἀντὶ τοῦ ἀμελήσεται. Δημοσθένης Φιλιππικοῖς [+]· ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὤραν ἔχειν. ἔστι δὲ τὸ μὲν ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην. ὡς ἐν τῷ, ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. ὤρα δὲ ἡ φροντίς. | ] |
| omicron | 400 | [ | Ὄνου σκιὰ καὶ Περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδαλίωνι· ὅ τι ἄν τι γίνηται, τὰ πάντ’ ὄνου σκιά. Ἀριστοφάνης Δαιδάλῳ· περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος νῦν ἐστι; περὶ ὄνου σκιᾶς. Ἀριστοτέλης δ’ ἐν Διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγραφὴν Ὄνου σκιάν. οἱ δὲ πρῶτον φθέγξασθαι τοῦτο Δημοσθένην, ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρινομένου, ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκροωμένους. παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσέχειν ἤρξατο διηγεῖσθαι, ὡς Μεγαράδε ἀπιὼν μισθώσαιτο ὄνον, καύματος δὲ ἐν τῇ ὁδῷ γενομένου, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασθαι, οὐ παρεῖναι γὰρ οὔτε δένδρον οὔτ’ ἄλλο τοιοῦτον οὐδέν· τὸν δὲ ὀνηλάτην κωλύειν φάσκοντα, ὄνον αὐτῷ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε διατριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τούτου γενέσθαι. ταῦτα δ’ εἰπών, ὡς εἶδε τοὺς Ἀθηναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ ποθοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοῖς, εἰ περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρακαλοῦσιν, ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυνεύοντος οὐκ ἐθέλουσιν ἀκούειν. δῆλον δὲ ὅτι λεγομένῳ τούτῳ ἐχρήσατο Δημοσθένης. διόπερ καὶ ἐν τοῖς Φιλιππικοῖς [+] παρῳδῶν τὴν παροιμίαν φησὶ διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. | ] |
| phi | 829 | [ | Φύλαρχος· ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ. Δημοσθένης Φιλιππικοῖς [+]. | ] |
| pi | 2 | [ | Παγάς· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ἐπίνειόν ἐστι Φεραίων. | ] |
| pi | 389 | [ | Πάραλος· Δημοσθένης Φιλιππικοῖς [+]. μία τῶν παρ’ Ἀθηναίοις πρὸς τὰς δημοσίας χρείας διαπεμπομένων τριήρων, ἀπό τινος ἥρωος τοὔ νομα λαβοῦσα. πάραλοι δ’ ἐκαλοῦντο οἱ ἐπιβεβηκότες αὐτῆς, οἳ καὶ διὰ ταύτην τὴν ὑπηρεσίαν τέσσαράς τε ὀβολοὺς ἐλάμβανον, καὶ τὸ πλεῖστον τοῦ ἐνιαυτοῦ οἴκοι τε ἔμενον, καὶ ἄλλα τινὰ ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως, | ] |
| pi | 912 | [ | Πεζαίτεροι· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. Ἀναξιμένης δὲ ἐν αʹ Φιλιππικῶν [+] περὶ Ἀλεξάνδρου λέγων φησίν· ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν πεζαιτέρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιρείας προθυμότατα διατελῶσιν ὄντες. | ] |
| pi | 1214 | [ | Περίοδος· Δημοσθένης Φιλιππικοῖς [+]. περιοδικὰ νοσήματα καλοῦσιν οἱ ἰατροὶ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιγινόμενα, οἷον τριταίους, τεταρταίους καὶ τὰ ὅμοια. καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲ νοσεῖν, ἀλλ’ ὑγιεῖς εἶναι. | ] |
| pi | 1216 | [ | Περὶ ὄνου σκιᾶς· παροιμιακόν. περὶ τῶν ἐνδιατριβόντων τοῖς μηδενὸς ἀξίοις. Περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· Δημοσθένης Φιλιππικοῖς [+]. Δίδυμός φησι τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος, λέγοντος περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· λέγεσθαι δὲ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις. | ] |
| pi | 1311 | [ | Περιστοιχίζεται· Δημοσθένης ἐν Φιλιππικοῖς [+]· μέλλοντας ἡμᾶς, φησί, καὶ καθημένους περιστοιχίζεται. ἐκ μεταφορᾶς τῶν κυνηγετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους ἢ στόχους, καταπεταννύντες αὐτῶν δίκτυα, ἵνα ἐὰν αὐτοὺς ἐκφύγῃ τὰ θηρία, εἰς τὰ δίκτυα ἐμπέσῃ. ἔνια μέντοι τῶν ἀντιγράφων περιστοιχίζεται ἔχει, ἄλλα δὲ περισχοινίζεται. | ] |
| pi | 1610 | [ | Πινάκια· τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρονόμων. ἔοικε δὲ ταῦτα εἶναι χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τῷ Περὶ τοῦ ὀνόματος. ἐν δὲ τοῖς Φιλιππικοῖς [+], ὅταν λέγῃ ὁ ῥήτωρ, μικρὸν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον· τυχὸν πινάκιον λέγει, εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα κατὰ τῶν εἰσαγγελλομένων. | ] |
| pi | 1915 | [ | Πολιτεία· ἰδίως εἰώθασι τῷ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς δημοκρατίας. καὶ Ἰσοκράτης ἐν Πανηγυρικῷ καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς [+]. πολιτεῖαι καὶ αἱ ὁδοί· ζήτει ἐν τῷ βίος. | ] |
| pi | 2006 | [ | Πολύστρατος· οὗτος αἰτίαν ἔχων τοῦ Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθηναίων· οὗ Λυσίας μέμνηται. ἕτερος δέ ἐστιν, ὑπὲρ οὗ λόγον ἔγραψεν ὁ αὐτὸς Λυσίας. ἄλλος δ’ ἂν εἴη, οὗ μνημονεύει Δημοσθένης ἐν Φιλιππικοῖς [+], λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον, ἀντὶ τοῦ Πολυστράτου. παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησάμενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ, τὸν μέντοι Πολύτροπον Ἀθηναῖον εἶναι. | ] |
| pi | 2327 | [ | Προβαλλομένους· ἀντὶ τοῦ ὑποτιθεμένους. οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους. ὁ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τῷ κατ’ Αἰσχίνου [+], τὴν προαίρεσιν, φησί, τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἰπεῖν. ἀντὶ τοῦ ἐλαφρῶς ἔχουσαν. ἐν δὲ τῷ κατὰ Μειδίου· καὶ προυβαλόμην, φησίν, ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν. ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων. ἐν δὲ τοῖς Φιλιππικοῖς [+] φησι· προβάλλεσθαι δ’ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλοι. ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην. | ] |
| pi | 2353 | [ | Πρόβολοι· αἱ εἰς θάλασσαν προκείμεναι πέτραι, καὶ οἷον ἀκταί τινες. Δημοσθένης ἐν Φιλιππικοῖς [+]. | ] |
| pi | 2579 | [ | Προπύλαια ταῦτα· Δημοσθένης Φιλιππικοῖς [+]. δύναται μὲν δεικτικῶς λέγεσθαι, ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πνυκός. βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ’ Αἰσχίνου [+] αὐτὸς Δημοσθένης φησίν· ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν. Ἡλιόδωρος δὲ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεώς φησιν· ἐν ἔτεσι μὲν γὰρ πέντε παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη ͵βιβʹ, πέντε δὲ πύλας ἐποίησαν, δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασι. | ] |
| pi | 2885 | [ | Προτιμᾶν· τὸ φροντίζειν. καὶ Δημοσθένης ἐν Φιλιππικοῖς [+] καὶ Ἀριστοφάνης. οὐδὲν προτιμῶ σου· φορῶ γὰρ πριάμενος τὸν δακτύλιον τονδὶ παρ’ Εὐδάμου δραχμῆς. | ] |
| pi | 2992 | [ | Πρυτανεύοντα· κυρίως μὲν ἀντὶ τοῦ πρυτανέα ὄντα. ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς [+]. | ] |
| sigma | 597 | [ | Σκίαθος· νῆσός ἐστι πλησίον Εὐβοίας, ἧς μέμνηται Δημοσθένης ἐν Φιλιππικοῖς [+]. | ] |
| sigma | 1174 | [ | Στρατηγοί· οἱ καθ’ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ιʹ ἦσαν. Δημοσθένης ἐν Φιλιππικοῖς [+]. στρατηγὸν εἶχον τῷ μὲν ἀόκνῳ τε καὶ θρασεῖ ἐς τοὺς κινδύνους λαμπρόν, τ ἄλλα δὲ ἀφανῆ καὶ ἐκ ταπεινοῦ ηὐξημένον καὶ τοῖς δοκιμωτάτοις ὕποπτον καὶ τῷ παρ’ ἀξίαν εὐδοκιμεῖν ἐπίφθονον. | ] |
| sigma | 1373 | [ | Σύμβολα· τὰς συνθήκας, ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττωσι τοῖς πολίταις, ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια. πολλάκις ἐν τῷ ζʹ Φιλιππικῷ Δημοσθένης. | ] |
| sigma | 1625 | [ | Σύνταξις· ἀντὶ τοῦ συντεταγμένη οἴκησις. Δημοσθένης Φιλιππικοῖς· καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα. ἔλεγε δὲ ἑκάστους φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτως καλέσαντος. καὶ Ὑπερίδης δέ φησι· σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν. | ] |
| tau | 322 | [ | Τέως· οἱ ῥήτορες ἐπὶ τοῦ προτέρου, ἢ πάλαι. μέχρι τοῦ. τέως, Ἀντιφῶν· τέως μὲν γὰρ ὁ πολὺς χρόνος τοῦ ὀλίγου πιστότερος ἦν. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. καὶ αὖθις· ἀποκαλύψαντες τὰ ὅπλα τέως ἐσκεπασμένα. καὶ αὖθις· καὶ διέφθειρε τοὺς τέως νενικηκότας. καὶ ἐν τῇ Ἀπολογίᾳ τῆς δωροδοκίας· δέομαι ὑμῶν τὴν αὐτὴν γνώμην περὶ ἐμοῦ ἔχειν καὶ ἐν τῷ τέως. καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ Δικαιογένους κλήρου· Δικαιογένης δὲ τέως μὲν ᾤκει παρ’ ἡμῖν, δοκιμασθεὶς δὲ ἔγημε. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. Ἰσαῖος ἐν τῷ πρὸς Ἀνσίβιον· ἡγούμεθα γὰρ ἐκείνῃ μὲν τὸν ἐγγύτατα γένους συνοικεῖν δεῖν, τὸ δὲ χρῆμα τέως τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ ἡβήσωσιν, ἐκείνους αὐτῶν κρατεῖν. καὶ ἐπὶ τοῦ ἕως, ὡς παρὰ Δημοσθένει ἐν βʹ τῶν Φιλιππικῶν [+]· ὥσπερ γὰρ ἐν τοῖς σώμασι, τέως μὲν ἂν ἐρρωμένα ᾖ, οὐδὲν ἐπαισθάνεται τῶν καθέκαστα σαθρῶν. καὶ ἐν τῷ κατὰ Διονυσοδώρου· τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν, τέως ἂν διακριθῶμεν. καὶ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· ἀντὶ τοῦ τὸν Ὠρωπὸν ὑμῖν παραδοθῆναι περὶ τοῦ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθ’ ὅπλων ἐξέρχεσθε, ὅ, τέως ἦσαν σῷοι Φωκεῖς, οὐδέποτε ἐποιήσαμεν. καὶ ἐν τῷ Περὶ τῶν Συμμοριῶν· καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα ἂν Ἑλλήνων εἰκότως φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ. τίς γὰρ οὐκ οἶδεν αὐτῶν, ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὡμονόουν ἀλλήλοις, πολλῶν ἄρα ἦσαν κύριοι; καὶ τὸν βωμόν, ἐφ’ οὗ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέστρεψαν. | ] |
| tau | 566 | [ | Τί ἐστι τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς [+], καὶ τὸ θρυλούμενόν ποτε ἀπόρρητον ἐκεῖνο, Θεόπομπος ἐν λαʹ δεδήλωκε· φησὶ γάρ· καὶ πέμπει πρὸς Φίλιππον πρεσβευτάς, Ἀντιφῶντα καὶ Χαρίδημον, πράξοντας καὶ περὶ φιλίας· οἳ παραγενόμενοι συμπείθειν αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτῳ συμπράττειν Ἀθηναίοις, ὅπως ἂν λάβωσιν Ἀμφίπολιν, ὑπισχνούμενοι Πύδναν. οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελον, βουλόμενοι λανθάνειν τοὺς Πυδναίους, ἐκδιδόναι μέλλοντες αὐτούς· ἐν ἀπορρήτῳ δὲ μετὰ τῆς βουλῆς ἔπραττον. | ] |
| tau | 839 | [ | Τοὺς χωρὶς οἰκοῦντας· Δημοσθένης Φιλιππικοῖς [+]· καὶ μετὰ ταῦτα ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε καὶ τοὺς χωρὶς οἰκοῦντας τῶν δεσποτῶν. οὐ μὴν ἀλλὰ καὶ χωρὶς τοῦ προκεῖσθαι φανερὸν ἂν εἴη τὸ δηλούμενον, ὅτι οἱ ἀπελεύθεροι καθ’ ἑαυτοὺς ᾤκουν χωρὶς τῶν ἀπελευθερωσάντων, ἐν δὲ τῷ τέως δουλεύοντες ἔτι συνῴκουν. | ] |
| upsilon | 139 | [ | Ὑπάγουσιν· ἀντὶ τοῦ προάγουσι. Δημοσθένης Φιλιππικοῖς [+]. | ] |
| xi | 33 | [ | Ξενικὸν ἐν Κορίνθῳ· Δημοσθένης Φιλιππικοῖς [+] καὶ Ἀριστοφάνης. συνεστήσατο δ’ αὐτὸ πρῶτος Κόνων, παρέλαβε δ’ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ᾧ χρησάμενος τὴν Λακεδαιμονίων μοῖραν κατέκοψεν, στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλικλέους. | ] |
| xi | 92 | [ | Ξυλλαβεῖν· διττή ἐστιν ἡ χρῆσις τοῦ συλλαβεῖν παρὰ τοῖς ἀρχαίοις· πρὸς γὰρ διάφορον κλίσιν διάφορος καὶ ἡ διάνοια. ἐὰν μὲν γὰρ πρὸς αἰτιατικὴν ἡ σύνταξις ᾖ, ἔχθραν καὶ δυσμένειαν παρίστησι τοῦ συλλαμβάνοντος, κακουργίαν δὲ τοῦ συλλαμβανομένου, ὡς νῦν, ξυλλαβεῖν τὸν ἄνδρα. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· οὐχὶ συλληψόμεθα αὐτόν; ἐὰν δὲ πρὸς δοτικήν, σημαίνει φιλίαν καὶ συμμαχίαν, ὡς Ἰσοκράτης ἐν ταῖς Παραινέσεσιν· ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν. ἴσον τῷ συναγωνιζομένην. ἐπάγει γοῦν, καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον. καὶ Δημοσθένης αʹ Φιλιππικῶν [+]. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: