Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Isidorus (Isidore of Alexandria) - urn:cts:greekLit:lagl0406

Place of birth (Wikidata Statement)

Alexandria (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupation (Wikidata Statement)

philosopher (Wikidata)

alpha 4304[ Αττα: δʹ σημαίνει. ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς [+]. ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. ἐν δὲ τῷ Παραπρεσβείας Δημοσθένης ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν· τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. Ἀττα, τινὰ ἢ ἅτινα, ἢ παραπλήσια ὀλίγα. Ἀντιφῶν τῷ ἅττα κέχρηται ἀντὶ τοῦ ἅτινα ἐν τῆ Ἀπολογίᾳ τοῦ Μύρρου. οὐ γὰρ ἐγὼ ἐπεπόνθειν ταῦτα, ἅττα νῦν πέπονθα ὑπὸ τούτου. καὶ αὖθις· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶσι τῇ ὄψει, πιστότερα ἡγοῦνται ἢ οἷς εἰς ἀφανὲς ἥκει ὁ ἔλεγχος τῆς ἀληθείας. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχεν. εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς αὐτὰ συμπαθείας, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματος ψιλοῦται. ]
alpha 4411[ Αὐγοειδής· ἔφασκε δ’ οὖν παῤ ἐκείνου καὶ ἐκεῖνο ἀκηκοένοι ὁ Ἰσίδωρος, ὡς ἔχει τι ἡ ψυχὴ αὐγοειδὲς ὄχημα λεγόμενον, ἀστροειδές τι καὶ ἀΐδιον. καὶ τοῦτο μέντοι τῷ ἀστροειδεῖ σώματι τῷδε ἀποκέκλειται ἐνίοις μὲν εἴσω τῆς κεφαλῆς, ἐνίοις δὲ εἴσω τοῦ δεξιοῦ ὤμου· ὅπερ οὐδεὶς φαίνεται ἄλλος ἱστορήσας. ]
alpha 4587[ Ἀφέλεια. καὶ Δαμάσκιός φησιν, ὡς Ἰσίδωρος πρὸς τῇ ἀφελείᾳ καὶ ἀψεύδειαν ἠγάπα διαφερόντως καὶ ἀπεδέχετο ὥστε καὶ εὐθύγλωττος εἶναι πέρα τοῦ δέοντος, καὶ οὐδ’ ὁτιοῦν ἔχειν ἐν ἑαυτῷ προσποιούμενον. ]
alpha 4639[ Ἀφοσιούμεθα: τὸ ὅσιον προσποιούμεθα δῆθεν. καὶ Ἀφοσιούμενος, πληροφορῶν, ποιήσας τὴν ὁσίαν. ὁ δὲ ἀφοσιεύμενος τὴν ἐξόρκωσιν τοῦ ἐπάρχου ἐμηχανᾶτο τοιάδε. καὶ Ἀφοσιούμενοι, ἀντὶ τοῦ τιμῶντες. ἢ τὸ ὅσιον ποιοῦντες καὶ καθαρὸν καὶ τὸ ὀφειλὸμενον. διὰ τοῦτο καὶ τὴν ὁσίαν ἐπὶ τῶν ἀπελθόντων φαυέν· τουτέστιν οὐδὲν ὀφείλομεν αὐτοῖς λοιπόν, οὐκ ἐσμὲν ὑπεύθυνοι. οὕτως ἡμῖν ἔθος λέγειν, καὶ τὸ ἀφοσιώσασθαι καὶ ὅσα τοιαῦτα, τουτέστιν οὐκ εἰμὶ ὑπεύθυνος. καὶ Ἀφοσιῶ, ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφαγνίζω, Αἰσχίνης. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ οἷον ἀπάρξασθαι ἢ σχηματίσασθαι, Ἰσαῖος λέγει. καὶ Ἀφοσιώσας, καθάρας, ἢ ξενώσας· ἢ τὴν ὁσίαν ποιῶν, τουτέστι κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. καὶ Ἀφοσιῶσαι, καθαίρειν. καὶ Ἀφοσιώσεται, ἀπάρξεται. καὶ Ἀφοσιοῦσθαι, ἀποκαθαίρεσθαι ὁσίας, καὶ τὸ μὴ περιεργάζεσθαι μηδὲ φιλοτιμεῖσθαι. ὅσια δὲ λέγεται ἄλφιτα, δεδευμένα ἐλαίῳ καὶ οἴνῳ· καὶ κύρια καὶ δίκαια. καὶ Ἀφοσίωσις, ἀνάθεσις. καὶ Ἀφοσιωσάμενοι, δικαιωσάμενοι. καὶ Ἀφοσιώμενοι, τιμῶντες, ἢ ἀπαρχόμενοι. ὡς δὲ ᾔσθετο σαφῶς ἀποσειόμενον καὶ μόνον ἀφοσιούμενον τὸν Ἰσίδωρον, ᾤχετο ἀπιὼν, καὶ οὐκέτι προσῄει. ]
alphaiota 89[ Αἰδοῖος· ὁ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖόν τε καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖνο ὁρᾶν τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον. ]
chi 12[ Χαλδαϊκοῖς ἐπιτηδεύμασι· διαπορουμένῳ γοῦν τῷ Πρόκλῳ περὶ τῶν Ἰσιδώρου μιμήσεων τῶν ὀρνέων καὶ τῶν φωνῶν τῶν ἀπηχημάτων ἐνίας ἐν τοῖς Χαλδαϊκοῖς ἐπιτηδεύμασιν, αὐτὸς ὑπεδείκνυε τὴν ὁδὸν τῆς μιμήσεως ἄλλων τε καὶ στρουθῶν τῶν μικρῶν τούτων καὶ κατοικιδίων τῆς πτήσεως, οἷα ψοφοῦσι ταῖς πτέρυξιν ἐγειρόμενα πρὸς τὸ πετᾶσθαι. ]
delta 1334[ Δοκοῦντα· δοτικῇ. ἀντὶ τοῦ ἀρέσκοντα. πολλὰ λέγει παράδοξα καὶ δοκοῦντα τοῖς φιλοσόφοις, πολλὰ τῶν καθ’ ᾅδου, οὔπω τινὰ ἀκοὴν φέροντι τῷ Ἰσιδώρῳ τοσούτων ἀκουσμάτων. ]
delta 1476[ Δῶρος, ὁ ἀπὸ τῆς Ἀραβίας· ὥς φησι Δαμάσκιος εἰς τὴν Φιλόσοφον ἱστορίαν, δεινότατον εἶναι ζητητὴν τῆς ἀληθείας. τοῦτον Ἰσίδωρος ὁ φιλόσοφος ᾐσθάνετο μὲν τὴν ἀρχὴν ἐπὶ ταῖς Ἀριστοτέλους ὑποθέσεσιν ἐνδεδεμένον, ἅτε ἐκ παίδων ἐν αὐταῖς τεθραμμένον, πορρωτέρω τῆς ἡλικίας, καὶ διὰ τὴν ἀήθειαν τῆς Πλάτωνος μεγαλοπρεποῦς ἐπιστήμης οὐ δυνάμενον ἀναπτῆναι πρὸς τὰ ὑψηλὰ καὶ λαμπρὰ τῶν νοημάτων. οὕτω δὲ ἔχοντα καταμαθὼν ἀνεκαλέσατό τε κατὰ βραχὺ καὶ ἀνεπέτασεν αὐτοῦ τὴν ψυχὴν εἰς τὸ μέγα πέλαγος τῆς ἀληθείας, ὥστε ἀποσκευασάμενον τὴν τὰ μικρὰ συλλογιζομένην ἀκρίβειαν περιπατητικὴν εἰς τὴν διὰ Προμηθέως τινὸς ἅμα φανοτάτῳ πυρὶ καταπεμφθεῖσαν διαλεκτικήν, αὐτοψίαν τε καθαρώτατον οὖσαν νοῦ καὶ φρονήσεως, ἀναδραμεῖν τε καὶ ἐν αὐτῇ εἰσοικίσαι τὰς τοῦ βίου φιλοσόφους ἐλπίδας. ]
delta 1572[ Δύναμις· καὶ ἡ ἰσχύς. Δαμάσκιος περὶ Ἰσιδώρου· ὁ δὲ ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχε. ]
epsilon 3035[ Ἑρμείας, φιλόσοφος, Ἀμμωνίου καὶ Ἡλιοδώρου, τῶν διδασκάλων Δαμασκίου, πατήρ. ἦν δὲ ὁ Ἑρμείας φίλος ἐς τὰ μάλιστα Αἰγύπτῳ, ἀδελφῷ Θεοδότης, μητρὸς Ἰσιδώρου φιλοσόφου. ὁ δὲ Αἴγυπτος ἦν φιλομαθής. ]
epsiloniota 40[ Εἶδος· μορφή. καὶ τὸ ὑπὸ τὸ γένος· οἷον ὑπὸ τὸ ζῷον ὁ ἄνθρωπος παρὰ φιλοσόφοις. ὁ δὲ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος, ὡς ἔνθεον καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς. ]
epsiloniota 301[ Εἴσω· τὸ τοῦ Ἰσιδώρου πρόσωπον καὶ εἶδος, ὡς ἔνθεον ἦν καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς. ]
eta 227[ Ἡλικιώτης· τῆς αὐτῆς μετεσχηκὼς ἡλικίας. λέγεται δὲ καὶ θηλυκὸν διὰ τοῦ ι. Ἰσιδώρῳ τῷ φιλοσόφῳ ἡλικιώτης ἔτη ιηʹ γεγονώς. ]
iota 122[ Ἰδιώτης· ὁ ἀγράμματος. Δαμάσκιος περὶ Ἰσιδώρου φησί· πάντων τῶν καθ’ αὑτὸν ἰδιωτῶν ὁμοίως καὶ φιλοσόφων ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους ἦν, ἀλλ’ εἴς γε συναύξησιν τῆς ἀρετῆς καὶ τῆς κακίας μείωσιν ὅλην ἐξεκέχυτο τὴν ψυχήν. καὶ Ἰδιωτεία. ]
iota 631[ Ἰσίδωρος, φιλόσοφος· ὃς ἐφιλοσόφησε μὲν ὑπὸ τοῖς ἀδελφοῖς, εἴπερ τις ἄλλος ἐν τοῖς μαθήμασιν ἐπιμελής τε ἐν ἱεροῖς καὶ τὰ πρὸς ταῦτα κατασκευάζειν ἅπαντα, ὡς ἔπος εἰπεῖν, ἱκανώτατος εἰς ὑπερβολήν. ἐμοί τε δοκεῖν τὴν ζωὴν μὲν ἦν φιλόσοφος, τὰ δὲ πρὸς ἐπιστήμην οὐ διεξητασμένος, ἀγύμναστος ὢν μᾶλλον ἢ ἀφυὴς τὰ διαλεκτικά. νέῳ δὲ ὄντι θαυμαστόν τι συμβέβηκεν. ἀδελφῆς γὰρ υἱὸς αὐτῷ καὶ ἡλικιώτης, ἔτη ιηʹ γεγονώς, ἐπιδειξάμενος εὐθὺς ἐκ νέων φύσεώς τινα ῥώμην δαιμονίαν, ἀπὸ τοῦ τέγους πεσὼν ἐτελεύτα παραχρῆμα τὸν βίον· καὶ πένθους ἐπ’ αὐτῷ μεγάλου συνεστῶτος, ἐπιφοιτῶν ἐνύπνιος τῷ Ἰσιδώρῳ τοῦτον παρεμυθεῖτο. ]
kappa 409[ Κάρρων· Δωριστὶ ὁ κρείττων. καὶ Καρρόθεν, ἀπὸ τοῦ κρείττονος. Δαμάσκιος γὰρ λέγει περὶ Ἰσιδώρου· ᾤμην αὐτὸν κεκραγέναι καταβάντα εἰς γένεσιν, ἐγὼ δὲ καρρόθεν ἐνθάδε ἀφικόμην. ]
mu 199[ Μαρῖνος· οὗτος τὴν Πρόκλου διατριβὴν παραδεξάμενος καὶ Ἰσιδώρου τοῦ φιλοσόφου τῶν Ἀριστοτέλους λόγων καθηγησάμενος, ἐλθόντι τὸ δεύτερον Ἀθήναζε, τοῦ κοινοῦ διδασκάλου τετελευτηκότος, ἐπέδειξεν αὐτῷ συγγεγραμμένον ὑπόμνημα πρὸς ἑαυτοῦ στίχων παμπόλλων εἰς τὸν Πλάτωνος [+] Φίληβον, ἐντυχεῖν τε καὶ ἐπικρῖναι κελεύσας, εἰ ἐξοιστέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺς ἐπιμελῶς οὐδὲν ἀπεκρύψατο τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουσον ἀφῆκε φωνὴν οὐδεμίαν, τοσοῦτον δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου ὑπομνήματα εἰς τὸν διάλογον· συνεὶς δ’ ἐκεῖνος παραυτίκα διέφθειρε πυρὶ τὸ βιβλίον. ἤδη δὲ καὶ πρότερον δι’ ἐπιστολῆς ἐκοινώσατο πρὸς αὐτὸν τὴν ἑαυτοῦ δόξαν τῶν εἰς Παρμενίδην [+] ὑποθέσεών τε καὶ ἐξηγήσεων· τά τε ἐπιχειρήματα συντάξας ἔπεμψεν, οἷς ἐπείσθη μὴ εἶναι τὸν διάλογον περὶ θεῶν ὁ Μαρῖνος, ἀλλὰ περὶ εἰδῶν. ἐφ’ ᾧ καὶ ὑπομνήματα κατεβάλετο, τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰς Παρμενίδου [+] διαλεκτικὰς ὑποθέσεις. ὁ δὲ καὶ πρὸς ταύτην ἀντιγράφει τὴν ἐπιστολήν, μυρίαις ὅσαις ἀποδείξεσι καταβαλόμενος, ἀληθεστάτην εἶναι τὴν θειοτέραν ἐξήγησιν τοῦ διαλόγου, ὥστε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα ἂν καὶ τοῦτο διέφθειρεν. ἴσως δὲ αὐτὸν διεκώλυσε καὶ ἡ ὄψις τοῦ ἐνυπνίου· ὅτι θεάσασθαί ποτε ἔλεγεν ὁ Πρόκλος, ὡς ὑπομνημάτων εἰς Παρμενίδην [+] αὐτοῦ Μαρίνου ἐσομένων. ]
mu 994[ Μή τι· μηδαμῶς. οὔπω δὲ ἐπείθετο τῷ προστάγματι ὁ Ἰσίδωρος, ἀλλὰ τὸ τοῦ Ἰβύκου ἔπος αὐτὸν ἐπῄει, μή τι παρὰ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψῃ. ]
omega 159[ Ὡραπόλλων, Φαινεβύθεως, κώμης τοῦ Πανοπολίτου νομοῦ, γραμματικός, διδάξας ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Αἰγύπτῳ, εἶτα ἐν Κωνσταντινουπόλει ἐπὶ Θεοδοσίου. ἔγραψε Τεμενικά, ὑπόμνημα Σοφοκλέους [+], Ἀλκαίου [+], εἰς Ὅμηρον [+]. λαμπρὸς μὲν ἐπὶ τῇ τέχνῃ ἄνθρωπος καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπενεγκάμενος. Αἰγύπτιος, ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν. ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθὼν πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας. ἑάλω δὲ ὁ γραμματηφόρος καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραΐσκον αἱροῦσι καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπῄτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλόσοφος, ἀλλά τι καὶ ἐν βυθῷ τῆς περὶ θεοῦ δόξης ὧν ᾔδει ἀποκρυπτόμενος. ὁ γὰρ Ἡραΐσκος προεῖπεν ὡς αὐτομολήσει πρὸς ἑτέρους, καὶ καταπροήσεται τοὺς πατρίους νόμους ὁ Ὡραπόλλων· ὃ καὶ συνέβη γενέσθαι. ἀπ’ οὐδεμιᾶς γὰρ ἀναγκαίας τύχης εἶναι δοκούσης αὐθαίρετον εἵλετο τὴν μεταβολήν, ἔτι ἐπὶ ἐλπίσιν ἴσως ἀπλήστου τινὸς ἐπιθυμίας. οὐ γὰρ ἄλλο τί ἐστι προχειρίσασθαι ῥᾳδίως εἰς ἀπολογίαν τῆς μεταστάσεως. ὡς ἔοικε, Χριστιανὸς ἐγεγόνει. ἢ καὶ ἀνάπαλιν ἴσως. ]
omicron 644[ Ὅροι· τέλη, ὁρισμοί. ὅρους δὲ ἐτίθετο καὶ τεκμήρια ὁ Ἰσίδωρος τῶν θείων ἀφωρισμένα στοίχων πρὸς τὴν τῶν ἀνθρωπείων διάκρισιν· τῆς μὲν φιλοπονίας τὸ ἀνύσιμον ὑπὲρ πάντα λόγον, τῆς δὲ εὐσυνέτου γνώμης τὸ ἐξιστάμενον τῆς ἐμφανοῦς καὶ συνήθους τοῖς πολλοῖς ἀκολουθίας, τοῦ δὲ ἔρωτος αὐτοῦ τὸ παρηρεθισμένον εἰς τὴν τοῦ νοητοῦ κάλλους ἀπόλαυσιν, ἄλλῃ δὲ οὐδαμοῦ ἀποπλανώμενον. ]
omicron 914[ Οὐλπιανός, ἀδελφὸς Ἰσιδώρου τοῦ φιλοσόφου· ὃς εὐφυέστατος ἐγεγόνει πρὸς τὰς μαθηματικὰς ἐπιστήμας, ὥστε καὶ πολλὰς εἰσενέγκασθαι καινὰς ἀπορίας καὶ λύσεις γε τῶν ἀποριῶν, πρὸς τὰς τῶν μαθημάτων ἐξηγήσεις· ὄνομά τε αὐτῷ μέγα ἦν ἐπὶ τοῖς μαθήμασιν Ἀθήνησιν. θαυμάζων δὲ αὐτοῦ τὴν φύσιν ὁ Συριανὸς διηγεῖτο πολλοῖς τισιν, ὡς οὐδὲν ἦν αὐτῷ προβάλεσθαι κλειδίον οὕτω πολύπλοκόν τε καὶ μηχανικῶς εἰργασμένον, ὅπερ οὐκ ἀνοιγνύναι ῥᾳδίως αὐτόματον· ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην φιλοσοφίαν μηδὲν ἐπιδείκνυσθαι λόγου ἄξιον. ἐπιεικὴς δὲ καὶ τὰ ἤθη κεκοσμημένος ὁ Οὐλπιανὸς ἐγεγόνει καὶ ἐδόκει ταύτῃ γε τοῦ ἀδελφοῦ διαφέρειν· ἴσως δὲ ἐπειδὴ πραγμάτων πολιτικῶν ἀπέσχετο τὸ πάμπαν ἐξ ἀρχῆς εἰς τέλος. πεφύκασι γὰρ οἱ ἄνθρωποι τῇ μισοπράγμονι ζωῇ τὴν ἀρετὴν ἐπιφημίζειν, οὐχ οὕτως ἔχον κατά γε τὴν ἐμήν. ἡ γὰρ ἐν μέσῃ τῇ πολιτείᾳ διὰ τῶν πολιτικῶν ἔργων τε καὶ λόγων ἀναστρεφομένη ἀρετὴ γυμνάζει τε τὴν ψυχὴν πρὸς τὸ ἐρρωμενέστερον καὶ βεβαιοῦται μᾶλλον ἐπὶ τῆς πείρας ὅσον αὐτῆς ὑγιές τε καὶ ὁλόκληρον, ὅσον δὲ κίβδηλον καὶ ἐπίπλαστον ἐμφωλεύει ταῖς ἀνθρωπίναις ζωαῖς, τοῦτο πᾶν διελέγχεται καὶ ἑτοιμότερον καθίσταται πρὸς διόρθωσιν. τὸ δὲ ἀγαθοεργόν τε καὶ ὠφελητικὸν ὅσον ἐστὶν ἐν τοῖς πολιτεύμασι; τὸ δὲ θαρραλέον καὶ βέβαιον ἡλίκον; τοιγαροῦν οἱ ἐν γωνίᾳ καθήμενοι λόγιοι καὶ πολλὰ φιλοσοφοῦντες μάλα σεμνῶς περὶ δικαιοσύνης καὶ σωφροσύνης, ἐκβαίνειν ἐπὶ τὰς πράξεις ἀναγκαζόμενοι ἀσχημονοῦσιν. ὡς ἅπας λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενόν. τοιοῦτος ὁ Οὐλπιανὸς γενόμενος, ἔτι νέος ὢν, ἄγαμος ἐτελεύτα τὸν βίον, πολὺν ἔπαινον ἑαυτοῦ τῆς ἐπιεικείας ἀπολιπών. ]
phi 404[ Φιλοπονία. ὁμολογούμενα στοιχεῖα καὶ πρῶτα τῆς πολυθεάμονος ἱστορίας, φιλοπονία, ἀγχίνοια. Δαμάσκιός φησι περὶ Ἰσιδώρου. ]
pi 2251[ Πρέσβεις· ὅτι οὗτοι ἦσαν οἱ φιλόσοφοι οἱ ἐς Περσίδα διαπρεσβευσάμενοι σὺν Ἀρεοβίνδῳ· ΔαμάσκιοςΣύρος, ΣιμπλίκιοςΚίλιξ Εὐλάλιος τε ὁ Φρύξ, ΠρισκιανὸςΛυδός, Ἑρμείας τε καὶ Διογένης οἱ ἐκ Φοινίκης, ἸσίδωροςΓαζαῖος. οὗτοι πάντες οἴκαδε ἀπενόστησαν, χαίρειν εἰπόντες τῇ τοῦ βαρβάρου φιλοξενίᾳ· καὶ ἀπώναντο δὲ ὅμως τῆς ἐκδημίας οὐκ ἐν βραχεῖ τινι καὶ ἠμελημένῳ, ἀλλ’ ὅθεν αὐτοῖς ὁ ἐφεξῆς βίος ἐς τὸ θυμῆρές τε καὶ ἥδιστον ἀπετελεύτησεν. ὡς γὰρ οἱ Ῥωμαῖοι καὶ Πέρσαι σπονδὰς ἔθεντο καὶ συνθήκας, μέρος ὑπῆρχε τῶν κατ’ αὐτὰς ἀναγραμμένων τὸ δεῖν ἐκείνους τοὺς ἄνδρας ἐς τὰ σφέτερα ἤθη κατιόντας βιοτεύειν ἀδεῶς τολοιπὸν ἐφ’ ἑαυτοῖς, οὐδὲν ὁτιοῦν πέρα τῶν δοκούντων φρονεῖν ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένους. ]
rho 151[ Ῥητορικὴ γραφή· ἣν ἠγωνίζοντο οἱ ῥήτορες. οὐ γὰρ πάσας ἠγωνίζοντο τὰς δίκας τῶν παλαιῶν οἱ ῥήτορες, ἀλλ’ ἐνίας. ἄλλοι δὲ ῥητορικὴν γραφὴν εἶναι λέγουσι τὴν κατὰ ῥήτορας γινομένην, γράψαντός τι ἢ εἰπόντος ἢ πράξαντος παράνομον· ὥσπερ λέγεται πρυτανικὴ γραφὴ ἡ κατὰ πρυτάνεως, καὶ ἐπιστατικὴ ἡ κατὰ ἐπιστάτου. Ῥητορικὴ δὲ ἐστὶν ἐπιστήμη δικαίων. ἴδιον δὲ ῥητορικῆς τόλμης τὸ μὴ ἀρνεῖσθαι μέν, πιθανὴν δὲ τῶν πραγμάτων ἐπεισφέρειν αἰτίαν. Δαμάσκιός φησι περὶ Ἰσιδώρου· οὐδὲ τῇ ῥητορικῇ προσέσχε τὸν νοῦν, ὅ τι καὶ λόγου ἄξιον, τὸ σοβαρὸν αὐτῆς καὶ ἀλαζονικὸν εὐλαβηθεὶς καὶ μισήσας. Ῥητορικὴ γραφὴ ἔοικε καλεῖσθαι ἡ κατὰ ῥήτορος γράψαντος εἰπόντος ἢ πράξαντος παράνομον· ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαί τινες καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ τῶν ῥητόρων γραφαὶ εἰσάγονται. ὅτι διαφέρει ἡ διαλεκτικὴ τῆς ῥητορικῆς· καὶ ζήτει ἐν τῷ διεξοδικούς. ]
sigma 62[ Σαλούστιος· Δαμάσκιός φησι. οὗτος εἰς Ἀλεξάνδρειαν ἧκεν Ἀθήνηθεν σὺν Ἰσιδώρῳ τῷ φιλοσόφῳ. παράδοξος δὲ ὁ τρόπος Σαλουστίου πᾶσιν ἀνθρώποις, τὰ μὲν φιλοσοφοῦντος ἐπὶ τὸ καρτερώτερον, τὰ δὲ παίζοντος ἐπὶ τὸ γελοιότερον· ἑκάτερον, οἶμαι, πέρα τοῦ μετρίου. καὶ δεῖ κρίσεως, εἴπερ τινι ἄλλῳ, καὶ τῷδε τῷ βίῳ. καὶ δὴ Σαλούστιος τὰ μὲν πατρόθεν ὥρμητο ἀπὸ Συρίας, τὰ δὲ πρὸς μητρὸς Ἐμισηνὸς ἐγεγόνει. ὁ πατὴρ δὲ αὐτῷ Βασιλίδης ὠνομάζετο, Θεόκλεια δὲ ἡ μήτηρ. εὐφυὴς δὲ ἐπὶ πολλὰ γεγονὼς καὶ τὸ ἦθος αὐστηρὸς καὶ φιλότιμος τὰ μὲν πρῶτα ἀπέβλεπεν εἰς τὴν πολυάρατον δικανικὴν καὶ ἐπαιδεύετο λόγοις ῥητορικοῖς ὑπὸ Εὐνοΐῳ σοφιστῇ, τότε ὄντι κατὰ Ἔμισαν· ὕστερον δὲ οὐκέτι τῷ δικανικῷ, ἀλλ’ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν καὶ ἐπὶ τούτῳ διεμελέτα τοὺς λόγους, οὐδὲν ἧττον τῆς φύσεως ἐπὶ τοῖς πόνοις θαυμαζόμενος· τοὺς μὲν γὰρ δημοσίους τοῦ Δημοσθένους λόγους ὁμοῦ πάντας ἐξέμαθεν. ἀλλὰ πρὸς τούτῳ καὶ λέγειν ἦν ἱκανός, οὐ τοὺς νεωτέρους ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε λόγους, οὐ πολύ τι ἐκείνων ἐκλειπομένους. τὸν δὲ ἡμέτερον πολίτην Μάρκελλον, ἑταῖρον τοῦ Εὐνοΐου, καὶ τοῦτον ἐκμαθόντα μὲν ἀπεμνημόνευε τὰ ηʹ βιβλία τῆς Θουκυδίδου ἱστορίας, οὐ μήν τι καὶ λέγοντα ἄξιον ἀκοῆς· καὶ Νόννον δέ φασιν ἐκμαθόντα ἑξάκις ὅλον τὸν Δημοσθένην, μηδὲ διᾶραι τὸ στόμα δύνασθαι πρός γε λόγων ἐπιεικῶν σύνθεσιν· οὐ γάρ ἐστι ταὐτὸν ἐς πλῆθος ἀποστηθίζειν καὶ γράφειν ἐς κάλλος. ὁ δὲ Σαλούστιος ἁδρότερον ἤδη ἁπτόμενος τῆς τέχνης, ἐλάττω ἢ καθ’ ἑαυτὸν ὑπολαβὼν τὸν Εὐνόϊον, ἀπῆρεν εἰς Ἀλεξάνδρειαν καὶ ἀπεπειρᾶτο τῶν ῥητορικῶν διδασκαλιῶν. ]
sigma 116[ Σαραπίων· τοῦτον ἐποιήσατο φίλον ὁ Ἰσίδωρος, τὸν λαβόντα πάντας ἀνθρώπους ἐπὶ εὐσεβείᾳ τε καὶ ὅλῃ φιλοσοφίᾳ βίου, πλὴν αὐτοῦ τοῦ Ἰσιδώρου. τοσοῦτον δὲ τῷ ἀνδρὶ περιῆν ἀληθοῦς τρόπου τε καὶ λόγου, τοῦ τε ἐν παροιμίᾳ λέγεσθαι εἰωθότος, ἔργῳ δὲ βεβαιωθέντος ὑπ’ ἐκείνου, τοῦ λάθε βιώσας· ὥστε οὐδένα τῶν τότε ζώντων ἀνθρώπων οὔτε τῶν νεωτέρων οὔτε τῶν πρεσβυτέρων ἐλπίσαιμι ἂν εἰδέναι οἷον λέγω· οὐδὲ ἔγνω τις ἄλλος, οἷος ἦν ὁ Σαραπίων ἐκεῖνος, οὐδὲ ἂν ἔγωγε νῦν ἠπιστάμην, εἰ μή μοι αὐτὸς ὁ φιλόσοφος ὑπέδειξε τῷ λόγῳ τὸν Σαραπίωνα. οὐ γὰρ ἔργῳ ποτὲ ἔφη πείσεσθαι αὐτὸν ἐντυχεῖν ἑτέρῳ ἀνδρί· ἄλλως τε καὶ ὅτε ἐγήρα, μηκέτι καταβαίνειν θαμὰ ἀπὸ τῆς σφετέρας οἰκίας· οἰκεῖν δὲ μόνον ἐν οἰκίσκῳ μικρῷ τῷ ὄντι, μονάδα βίον ἀναδεδεγμένον, πρὸς μόνον τὰ ἀναγκαιότατα χρώμενον τῶν γειτόνων ἐνίοις. εὐκτικὸν μὲν οὖν εἶναι τὸν Σαραπίωνα διαφερόντως ἔλεγε καὶ ἐν ἰδιώτου σχήματι πανταχοῦ περιφοιτᾶν τῶν ἱερῶν χωρίων, ὅπου ἦγεν ὁ τῆς ἑορτῆς νόμος. τὰ πολλὰ δὲ ἐπ’ οἴκου διημερεύοντα ζῆν, οὔ τινα ἀνθρωπίνην ζωήν, ἀλλ’ ἀτεχνῶς εἰπεῖν θείαν, εὐχάς τε ἀεὶ καὶ ἀρετὰς πρὸς ἑαυτὸν ἢ πρὸς τὸ θεῖον φθεγγόμενον, μᾶλλον δὲ σιγῇ διανοούμενον. ζητητικὸς δὲ ὢν τῆς ἀληθείας καὶ φύσει θεωρητικὸς οὐ περὶ τὰ τεχνικώτερα τῆς φιλοσοφίας ἠξίου διατρίβειν, ἀλλὰ τοῖς ἁδροτέροις καὶ ἐνθουσιαστικωτέροις νοήμασιν ἐνεφύετο. διὸ μόνον σχεδὸν τὸν Ὀρφέα ἐκέκτητο καὶ ἀνεγίνωσκεν, ἐρωτῶν ἐφ’ ἑκάστοις ἀεὶ τοῖς παραπίπτουσι ζητήμασι τὸν Ἰσίδωρον, ἄκραν, ὡς εἰπεῖν, ἐπιστήμην ἐν θεολογίᾳ προβεβλημένον· ὃν μόνως οἰκεῖον ἐγνώριζεν ὄντα καὶ προσεδέχετο. καὶ δὴ ἐν αὐτῷ θεάσασθαι ἐδόκει τὸν μυθευόμενον Κρόνιον βίον. οὐδὲ γὰρ ἄλλο τι διετέλει πράττων καὶ λέγων ἐκεῖνος ἢ συνάγων ἑαυτὸν ἀεὶ καὶ συναιρῶν, ὡς οἷόν τε, πρὸς τὸ εἴσω καὶ τὸ ἀμερέστερον. ὃς οὕτω μὲν κατεφρόνει χρημάτων, ὥστε κεκτῆσθαι μηδοτιοῦν ἢ μόνα βʹ ἢ γʹ βιβλία· ὧν ἦν καὶ ἡ Ὀρφέως ποίησις· οὕτω δὲ ἡδονῶν τῶν περὶ τὸ σῶμα, ὥστε ἐξαρχῆς εὐθὺς τὰ ἀναγκαῖα καὶ μόνα προσφέρειν τῷ σώματι, ἀφροδισίων δὲ ἄχραντον εἶναι διὰ βίου παντός. οὕτω δὲ ἠμέλει τιμῆς τῆς παρὰ ἀνθρώπων, ὥστε οὐδὲ ὄνομα αὐτοῦ ἦν ἐν τῇ πόλει. οὐδ’ ἂν ἐγνώσθη μετὰ ταῦτα, εἰ μὴ θεῶν τις ἠβουλήθη παράδειγμα τοῖς ἀνθρώποις χαρίσασθαι τοῦ Κρονίου βίου, ἵνα μὴ δοκῇ μῦθος εἶναι ὁ λόγος, μὴ ἔχων ἐπιμαρτυροῦσαν τὴν ἱστορίαν· ὁ μὲν γὰρ Χείρων λεγόμενος ἐν μεθορίῳ μᾶλλον εἱστήκει τῆς Κρόνου καὶ Διὸς ἀρχῆς, ὅθεν διφυής. Σαραπίων δὲ οὗτος ὑπὸ τοῦ φιλοσόφου γνωσθεὶς ἀναγεγράφθω τοιοῦτος· ὃς κληρονόμῳ τῷ Ἰσιδώρῳ ἐχρήσατο, μηδένα πρὸς γένους ἔχων, μηδὲ ἄξιον ἄλλον ὑπολαμβάνων εἶναι τῆς ἑαυτοῦ οὐσίας, δυεῖν λέγω ἢ τριῶν βιβλίων. ἐν δὲ τούτῳ τῷ χρόνῳ ἕτερος ἀνὴρ ἀφίκετο εἰς Ἀλεξάνδρειαν, κατὰ διάμετρον ὅλην τοῦ Σαραπίωνος ἀφεστώς, μᾶλλον δὲ ἔτι καὶ τῆς διαμέτρου μειζόνως, εἰ οἷόν τε φάναι· ὁ μὲν γὰρ ἦν τὴν ζωὴν Κρόνιός τις καὶ Δίϊος, ὁ δὲ Τυφώνειος, καὶ Τυφῶνος ἔτι πολυπλοκώτερον θηρίον, καὶ μᾶλλον ἐπιτεθυμμένον. οὔπω γάρ τις ἀγνοεῖ τῶν νῦν ζώντων ἀνθρώπων, οἷος ὁ Παμπρέπιος ἐγεγόνει τήν τε ψυχὴν καὶ τὴν τύχην. ]
sigma 971[ Σπουδή· ἡ περὶ τὰ καλὰ σύντονος ἀγωνία. Ἰσίδωρος ἔφη τὴν μὲν ἐν φιλοσοφίᾳ σπουδὴν ἀνδρὶ νεωτέρῳ καὶ ἄρτι λόγων ἁπτομένῳ φιλοσόφων εἶναι πρεπωδεστέραν, τὴν δὲ εὐσεβῆ προθυμίαν καὶ φιλόθεον προσήκειν μαλίστα τοῖς ἤδη προβεβηκόσι καὶ πόρρωθεν ἐλαύνουσι, τοῦτο μὲν ἡλικίας, τοῦτο δὲ φιλοσοφίας. ]
sigma 1662[ Συριανός, Ἀλεξανδρεύς, φιλόσοφος, Ἰσοκρατίων, ἡγησάμενος τῆς ἐν Ἀθήναις σχολῆς τε καὶ διατριβῆς καὶ διδάσκαλος γενόμενος Πρόκλου, ὃς καὶ διάδοχος αὐτοῦ ἐγένετο. ἔγραψεν εἰς Ὅμηρον [+] ὅλον ὑπόμνημα ἐν βιβλίοις ἑπτά, εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία τέσσαρα, εἰς τὴν Ὀρφέως [+] Θεολογίαν βιβλία δύο, ( εἰς τὰ Πρόκλου [+]) Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ λόγια βιβλία δέκα· καὶ ἄλλα τινὰ ἐξηγητικά. ὅτι Ἰσίδωρος ὁ φιλόσοφος, ὥς φησι Δαμάσκιος, πάντα τὰ τῶν παλαιῶν ἐξετάζων οὐκ ἀνίει πρὸς τὸ ἀκριβέστατον· προσεῖχε δὲ τὸν νοῦν ἐς τὰ μάλιστα μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ, καὶ τοῖς Ἰαμβλίχου φίλοις δὴ καὶ ὀπαδοῖς. ὧν ἄριστον εἶναι διϊσχυρίζετο τὸν ἑαυτοῦ πολίτην Συριανόν, τὸν Πρόκλου διδάσκαλον. ἀτιμάζειν δὲ οὐδένα ἠξίου πρὸς συναγυρμὸν ἀληθοῦς ἐπιστήμης. ]
tau 959[ Τριβωνοφόρος· ὁ φορῶν στολὴν ἔχουσαν σημεῖα ὡς γαμμάτια. ὁ δὲ Πρόκλος προσέταξεν Ἰσίδωρον μετασχηματίσασθαι πρὸς τὸν ἄριστον βίον καὶ τριβωνοφορεῖν· ὁ δὲ οὐχ ὑπέμεινε. ]
upsilon 166[ Ὑπατία· ἡ Θέωνος τοῦ γεωμέτρου θυγάτηρ, τοῦ Ἀλεξανδρέως φιλοσόφου, καὶ αὐτὴ φιλόσοφος καὶ πολλοῖς γνώριμος· γυνὴ Ἰσιδώρου τοῦ φιλοσόφου. ἤκμασεν ἐπὶ τῆς βασιλείας Ἀρκαδίου. ἔγραψεν ὑπόμνημα εἰς Διόφαντον [+], τὸν ἀστρονομικὸν Κανόνα, εἰς τὰ Κωνικὰ Ἀπολλωνίου [+] ὑπόμνημα. αὕτη διεσπάσθη παρὰ τῶν Ἀλεξανδρέων, καὶ τὸ σῶμα αὐτῆς ἐνυβρισθὲν καθ’ ὅλην τὴν πόλιν διεσπάρη. τοῦτο δὲ πέπονθε διὰ φθόνον καὶ τὴν ὑπερβάλλουσαν σοφίαν, καὶ μάλιστα εἰς τὰ περὶ ἀστρονομίαν· ὡς μέν τινες ὑπὸ Κυρίλλου, ὡς δέ τινες διὰ τὸ ἔμφυτον τῶν Ἀλεξανδρέων θράσος καὶ στασιῶδες. πολλοῖς γὰρ καὶ τῶν κατ’ αὐτοὺς ἐπισκόπων τοῦτο ἐποίησαν· τὸν Γεώργιον σκόπει καὶ τὸν Προτέριον. Περὶ Ὑπατίας τῆς φιλοσόφου. ἀπόδειξις, ὡς στασιώδεις οἱ Ἀλεξανδρεῖς. αὕτη ἐν Ἀλεξανδρείᾳ καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπαιδεύθη. τὴν δὲ φύσιν γενναιοτέρα τοῦ πατρὸς οὖσα οὐκ ἠρκέσθη τοῖς διὰ τῶν μαθημάτων παιδεύμασιν ὑπὸ τῷ πατρί, ἀλλὰ καὶ φιλοσοφίας ἥψατο τῆς ἄλλης οὐκ ἀγεννῶς, περιβαλλομένη δὲ τρίβωνα ἡ γυνὴ καὶ διὰ μέσου τοῦ ἄστεος ποιουμένη τὰς προόδους ἐξηγεῖτο δημοσίᾳ τοῖς ἀκροᾶσθαι βουλομένοις ἢ τὸν Πλάτωνα ἢ τὸν Ἀριστοτέλην ἢ ἄλλου ὅτου δὴ τῶν φιλοσόφων. πρὸς δὲ τῷ διδασκαλικῷ καὶ ἐπ’ ἄκρον ἀναβᾶσα τῆς πρακτικῆς ἀρετῆς, δικαία τε καὶ σώφρων γεγονυῖα, διετέλει παρθένος, οὕτω σφόδρα καλή τε οὖσα καὶ εὐειδής, ὥστε καὶ ἐρασθῆναί τινα αὐτῆς τῶν προσφοιτώντων. ὁ δὲ οὐχ οἷός τε ἦν κρατεῖν τοῦ ἔρωτος, ἀλλ’ αἴσθησιν ἠδὴ παρείχετο καὶ αὐτῇ τοῦ παθήματος. οἱ μὲν οὖν ἀπαίδευτοι λόγοι φασί, διὰ μουσικῆς αὐτὸν ἀπαλλάξαι τῆς νόσου τὴν Ὑπατίαν· ἡ δὲ ἀλήθεια διαγγέλλει πάλαι μὲν διεφθορέναι τὰ μουσικῆς, αὐτὴν δὲ προενεγκαμένην τι τῶν γυναικείων ῥακῶν αὐτοῦ βαλλομένην καὶ τὸ σύμβολον ἐπιδείξασαν τῆς ἀκαθάρτου γενέσεως, τούτου μέντοι, φάναι, ἐρᾷς, ὦ νεανίσκε, καλοῦ δὲ οὐδενός, τὸν δὲ ὑπ’ αἰσχύνης καὶ θάμβους τῆς ἀσχήμονος ἐπιδείξεως διατραπῆναί τε τὴν ψυχὴν καὶ διατεθῆναι σωφρονέστερον. οὕτω δὲ ἔχουσαν τὴν Ὑπατίαν, ἔν τε τοῖς λόγοις οὖσαν ἐντρεχῆ καὶ διαλεκτικὴν ἔν τε τοῖς ἔργοις ἔμφρονά τε καὶ πολιτικήν, ἥ τε ἄλλη πόλις εἰκότως ἠσπάζετό τε καὶ προσεκύνει διαφερόντως, οἵ τε ἄρχοντες ἀεὶ προχειριζόμενοι τῆς πόλεως ἐφοίτων πρῶτοι πρὸς αὐτήν, ὡς καὶ Ἀθήνησι διετέλει γινόμενον. εἰ γὰρ καὶ τὸ πρᾶγμα ἀπόλωλεν, ἀλλὰ τό γε ὄνομα φιλοσοφίας ἔτι μεγαλοπρεπές τε καὶ ἀξιάγαστον εἶναι ἐδόκει τοῖς μεταχειριζομένοις τὰ πρῶτα τῆς πολιτείας. ἤδη γοῦν ποτε συνέβη τὸν ἐπισκοποῦντα τὴν ἀντικειμένην αἵρεσιν Κύριλλον, παριόντα διὰ τοῦ οἴκου τῆς Ὑπατίας, ἰδεῖν πολὺν ὠθισμὸν ὄντα πρὸς ταῖς θύραις, ἐπιμὶξ ἀνδρῶν τε καὶ ἵππων, τῶν μὲν προσιόντων, τῶν δὲ ἀπιόντων, τῶν δὲ καὶ προσισταμένων. ἐρωτήσαντα δὲ ὅ τι εἴη τὸ πλῆθος καὶ περὶ οὗ κατὰ τὴν οἰκίαν ὁ θόρυβος, ἀκοῦσαι παρὰ τῶν ἑπομένων, ὅτι προσαγορεύοιτο νῦν ἡ φιλόσοφος Ὑπατία καὶ ἐκείνης εἶναι τὴν οἰκίαν. μαθόντα δὴ οὕτω δηχθῆναι τὴν ψυχήν, ὥστε φόνον αὐτῇ ταχέως ἐπιβουλεῦσαι, πάντων φόνων ἀνοσιώτατον. προελθούσῃ γὰρ κατὰ τὸ εἰωθὸς ἐπιθέμενοι πολλοὶ ἀθρόοι θηριώδεις ἄνθρωποι, ὡς ἀληθῶς σχέτλιοι, οὔτε θεῶν ὄπιν εἰδότες οὔτ’ ἀνθρώπων νέμεσιν ἀναιροῦσι τὴν φιλόσοφον, ἄγος τοῦτο μέγιστον καὶ ὄνειδος προστρεψάμενοι τῇ πατρίδι. καὶ ὁ βασιλεὺς ἠγανάκτησεν ἐπὶ τούτῳ, εἰ μὴ Αἰδέσιος ἐδωροδοκήθη. καὶ τῶν μὲν σφαγέων ἀφείλετο τὴν ποινήν, ἐφ’ ἑαυτὸν δὲ καὶ γένος τὸ ἀφ’ ἑαυτοῦ ταύτην ἐπεσπάσατο, καὶ ἐξέπλησε δίκην ὁ τούτου ἔκγονος. τούτων δὲ ἡ μνήμη ἔτι σῳζομένη τοῖς Ἀλεξανδρεῦσι συνέστελλεν εἰς μικρὸν κομιδῆ τὴν περὶ τὸν Ἰσίδωρον τῶν Ἀλεξανδρέων τιμήν τε καὶ σπουδήν· ὅτε καὶ τοιούτου ἐπικρεμαμένου δέους, ὅμως ἕκαστοι ἔσπευδον αὐτῷ συνεῖναι θαμὰ καὶ τῶν ἀπὸ τοῦ σωφρονοῦντος στόματος ἰόντων ἀκροᾶσθαι λόγων. ἐπεὶ καὶ ὅσοι ῥητορικῶν προΐσταντο διατριβῶν ἢ ποιητικῶν, ἠσπάζοντο τὴν τοῦ φιλοσόφου συχνὴν ὁμιλίαν. εἰ γὰρ καὶ ἀνάγωγος ἦν τὰ τοιαῦτα, ἀλλὰ τῇ γε ἄλλῃ φιλοσόφῳ ἀκριβείᾳ προσετίθει τι καὶ ἐκείνοις ἐπιμελέστερον εἰς τὰ σφέτερα αὐτῶν τεχνύδρια. τά τε γὰρ ἄλλα διηκρίβωτο καὶ τῶν ἐπιδεικνυμένων λόγων τε καὶ ποιημάτων κρίσιν ἐποιεῖτο διαφέρουσαν τῶν ἄλλων. διὸ καὶ ἐν τοῖς ἐπί τινι λογικῇ ἀκροάσει θεάτροις ὀλίγα μὲν ἐπῄνει τοὺς ἐπιδεικνυμένους, καὶ πάνυ ἡσυχάζοντι τῷ ἐπαίνῳ· καιρίως δὲ ὅμως καὶ κατὰ λόγον. ὅθεν ἅπαν τὸ θέατρον, ὡς εἰπεῖν, τῇ ἐκείνου κρίσει γνώμονι διεχρῆτο τῶν ἄμεινον ἢ χεῖρον λεγόντων. τῶν δὲ ἐπ’ ἐμοῦ γεγονότων κριτικοὺς ἄνδρας ἐπίσταμαι τρεῖς τὰ λεγόμενα κρίνειν δυναμένους ἄνευ τε μέτρου· τοῦ γὰρ αὐτοῦ ἡ μὲν κρίσις ὁμολογεῖται οὖσα ποιημάτων καὶ συγγραμμάτων. ἐγὼ δὲ καὶ δημιουργὸν ἡγοῦμαι τὸν αὐτὸν ἑκατέρων· μόνον εἰ γυμνασία πρὸς ἑκάτερον ἴση γένοιτο καὶ διὰ προθυμίας τῆς ἴσης. ἕνα δὲ τούτων οὔ φημι τὸν Ἰσίδωρον, ἀλλὰ καὶ πολλῷ ἐλαττοῦσθαι τῶν τριῶν. οἱ δὲ κριταὶ Ἀγάπιος, Σεβηριανός, Νόμος. ἡμέτερος δὲ ἡλικιώτης ὁ Νόμος. ]
upsilon 198[ Ὑπέμεινεν· ἔκρινεν, ἐλογίσατο. ὁ δὲ Τῖτος διαφυγόντα μὲν ἐκ τῶν πολεμίων ἀνελεῖν οὐχ ὑπέμεινε, διεδέξατο δὲ τῆς στρατιᾶς. καὶ αὖθις· ὁ δὲ Πρόκλος ἐκέλευσεν Ἰσίδωρον τριβωνοφορεῖν· ὁ δὲ οὐχ ὑπέμεινε, καὶ ταῦτα Πρόκλον ἴσα καὶ θεῷ σεβόμενος. ]
upsilon 279[ Ὑπερηγορῶν· ὑπὲρ αὐτοῦ λαλῶν. ὁ δὲ Ἰσίδωρος ὑπερηγορῶν τοῦ Σωκράτους βαθύτερον ἢ κατ’ ἀκροατὰς διελέγετο. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License