Demosthenes) - urn:cts:greekLit:tlg0014.suda014 (
On the False Embassy)| alpha | 3367 | [ | Ἀπόκριναι· δοτικῇ. ἀποκρίθητι. Δημοσθένης· ἀπόκριναι δεῦρό μοι παρελθών. Ἀποκρινεῖται δὲ λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μένανδρος Κανηφόρῳ· ἃ δ’ ἀποκρινεῖται, κὰν ἐγὼ λέγοιμί σοι. Ὑποβολιμαίᾳ· ὡς μηδὲν ἀποκρινούμενα δ’ οὕτω λαλεῖν. καὶ Ἀπόκρισις, ἡ ἀπολογία. οὕτως Λυσίας καὶ Ἀντιφῶν. ἀλλὰ καὶ Δημοσθένης ὁμοίως λέγει ἐν τῷ κατ’ Αἰσχίνου [+]· ἀπόκριναι, λέγων, δεῦρό μοι παρελθών. | ] |
| alpha | 4218 | [ | Ἀστάθμητον· τὸ ἄδηλόν τε καὶ ἀστάθμητον τῆς τύχης οὐχ ὑφορώμενοι. καὶ Ἀστάθμητος, ἄνισος, ἄστατος. καὶ δὴ καὶ τὴν ἄλλην ἀρετὴν ἀστάθμητος, ὡς εἰπεῖν, ὁ ἄνθρωπος οἷτος ἦν. οἱ δὲ ἐπετόλμησαν τῇ θαλάττῃ διὰ τὴν ἀνάγκην, τὸ τέως ἀστάθμητον στοιχεῖον ἡγούμενοι τῆς γῆς πιστότερον ἔσεσθαι σφίσιν ἐν τῇ βίᾳ τῇ τότε. καὶ τὸ ποιητικὸν εἰπεῖν, ἔσσεται ἧμαρ ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή. καὶ τοῦτο εἰπεῖν τὸ τῶν ἀνθρώπων ἀστάθμητον εἶναι λογιζόμενος. καὶ Ἀσταθμητότατον, περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι, τί ποτε διανοεῖται, ἢ τί πράξαι. Δημοσθένης ἐν τῷ Παραπρεσβείας. | ] |
| alpha | 4285 | [ | Ἀσυνθετώτατον: Δημοσθένης ἐν τῷ Παραπρεσβείας ἐπὶ ὄχλου τάττει τὸ ὄνομα, ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πίστεις διὰ τὸ ἀβέβαιον οὐ τιθέμενον. ἢ ἀνομόλογον καὶ ἀσύμφωνον· ὁμολογίαι γὰρ αἱ συνθῆκαι. ἢ ἀντὶ τοῦ ἀσυνετώτατον. Ὅμηρος δὲ ἀντὶ τοῦ ὃ μὴ δύναταί τις συνιέναι, τί ποτε φρονεῖ. φησὶ γάρ· σὺ δὲ σύνθεο καί μευ ἄκουσον. | ] |
| alpha | 4304 | [ | Αττα: δʹ σημαίνει. ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς [+]. ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. ἐν δὲ τῷ Παραπρεσβείας Δημοσθένης ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν· τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. Ἀττα, τινὰ ἢ ἅτινα, ἢ παραπλήσια ὀλίγα. Ἀντιφῶν τῷ ἅττα κέχρηται ἀντὶ τοῦ ἅτινα ἐν τῆ Ἀπολογίᾳ τοῦ Μύρρου. οὐ γὰρ ἐγὼ ἐπεπόνθειν ταῦτα, ἅττα νῦν πέπονθα ὑπὸ τούτου. καὶ αὖθις· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶσι τῇ ὄψει, πιστότερα ἡγοῦνται ἢ οἷς εἰς ἀφανὲς ἥκει ὁ ἔλεγχος τῆς ἀληθείας. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχεν. εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς αὐτὰ συμπαθείας, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματος ψιλοῦται. | ] |
| delta | 1543 | [ | Δρυμός· ἐν τῷ Παραπρεσβείας Δημοσθένης. πόλις ἐστὶ μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς. | ] |
| epsilon | 1916 | [ | Ἐπαγγελία καὶ Ἐπαγγεῖλαι· σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξόν, καὶ ἔστιν οἷον παραγγελία. λέγουσι δὲ τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς Ἀντιφῶν, ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ Παραπρεσβείας. | ] |
| epsilon | 2417 | [ | Ἐπικράτης, Ἀθηναίων δημαγωγός, Ἔφορος ἐπικαλούμενος· οὗ καὶ Δημοσθένης ἐν τῷ Παραπρεσβείας μνημονεύει. ἕτερος δέ ἐστιν, οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ διοικήσεως· ὅν φασι κεκτῆσθαι ταλάντων χʹ οὐσίαν. ἄλλος δέ ἐστιν Ἐπικράτης, Αἰσχίνου τοῦ ῥήτορος κηδεστής· ᾧ ἐπώνυμον Κυρηβίων, ὡς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+]. | ] |
| epsilon | 3177 | [ | Ἐσπαθᾶτο· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+] ἀντὶ τοῦ ἀπώλλυτο. παρὰ τὴν σπάθην. ἢ τὸ ἐρρίπτετο, ἢ διεκόπτετο· ἢ ἀντὶ τοῦ συνετίθετο. ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης, ἥτις συντίθησι τὰ ὑφαινόμενα. | ] |
| epsiloniota | 273 | [ | Εἰσιτήρια· ἡμέρα ἑορτῆς, ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες προϊᾶσιν, οὕτως ἐκαλεῖτο. ταύτην δὲ τὴν ἡμέραν πρώτην τοῦ ἔτους Ἀθηναῖοι νενομίκασι. Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας· ἡ βουλὴ τὰ εἰσιτήρια ἔθυσεν. συνεστιάθησαν δὲ καὶ τῶν ἐκοινώνησαν οἱ στρατηγοὶ καὶ σχεδὸν εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. | ] |
| eta | 458 | [ | Ἡράκλεια· πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+] ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει μνημονεύει. ταῦτα γὰρ διὰ τιμῆς μάλιστα ἦγον Ἀθηναῖοι. | ] |
| iota | 607 | [ | Ἶσα βαίνων Πυθοκλεῖ· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+]· ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μὴ βραχὺ ἀφιστάμενος. καὶ Μένανδρος· παρ’ αὐτὸν ἴσα βαίνουσα ἑταίρα πολυτελής. ἶσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν, ἐπὶ τῶν ἀμφιβόλων πραγμάτων καὶ δυσελπίστων. Ἀριστοφάνης Ὄρνισι. | ] |
| mu | 1440 | [ | Μύριοι ἐν Μεγαλοπόλει· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+]. συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάντων, οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. | ] |
| nu | 238 | [ | Νεῶσι· Δημοσθένης κατ’ Αἰσχίνου [+]. πόλις ἐστιν ἐν τῇ Φωκίδι. Ἡρόδοτος μὲν ἐν ηʹ Νεῶνα ὀνομάζει, Ἀνδροτίων δὲ ἐν ϛʹ Ἀτθίδος Νεῶνας. | ] |
| omicron | 498 | [ | Ὁρᾶτε· ἀντὶ τοῦ ἐνθυμεῖσθε. Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. | ] |
| omicron | 736 | [ | Ὅτι ξένους τινὰς ἑαυτῷ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργίῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος, Αἰσχίνης μὲν ἐν τῷ Παραπρεσβείας φησίν. ὁ δὲ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+] λέγει, ὅτι τὰς Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο· καὶ ἔοικε μᾶλλον ἀληθεύειν. καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον [+] ἐπιστολῶν λέγει· Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. | ] |
| pi | 2327 | [ | Προβαλλομένους· ἀντὶ τοῦ ὑποτιθεμένους. οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους. ὁ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τῷ κατ’ Αἰσχίνου [+], τὴν προαίρεσιν, φησί, τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἰπεῖν. ἀντὶ τοῦ ἐλαφρῶς ἔχουσαν. ἐν δὲ τῷ κατὰ Μειδίου· καὶ προυβαλόμην, φησίν, ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν. ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων. ἐν δὲ τοῖς Φιλιππικοῖς [+] φησι· προβάλλεσθαι δ’ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλοι. ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην. | ] |
| pi | 2349 | [ | Προβούλευμα· τὸ ὑπὸ τῆς βουλῆς ψηφισθέν, πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι. Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. | ] |
| pi | 2579 | [ | Προπύλαια ταῦτα· Δημοσθένης Φιλιππικοῖς [+]. δύναται μὲν δεικτικῶς λέγεσθαι, ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πνυκός. βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ’ Αἰσχίνου [+] αὐτὸς Δημοσθένης φησίν· ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν. Ἡλιόδωρος δὲ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεώς φησιν· ἐν ἔτεσι μὲν γὰρ πέντε παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη ͵βιβʹ, πέντε δὲ πύλας ἐποίησαν, δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασι. | ] |
| pi | 3173 | [ | Πυνθάνεσθαι· ἀκούειν, μανθάνειν, διδάσκεσθαι, ἱστορεῖν, ἐρωτᾶν ἢ ἕτερόν τι σημαίνει, παραπλήσιον μὲν τοῦ ἐρωτᾶν, οὐ μὴν αὐτὸ τὸ ἐρωτᾶν· ἔστι γάρ τις, ὡς δῆλον, διαφορὰ μάλιστα παρὰ τοῖς διαλεκτικοῖς μεταξὺ πύσματος καὶ ἐρωτήματος. τὸ πυνθάνεσθαι παρὰ τοῖς ῥήτορσι καὶ παρ’ Ὁμήρῳ ἐπὶ τοῦ ἀκούειν καὶ μανθάνειν. πυνθανόμην Ἰθάκης γε. καὶ πάλιν· αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. καί, πεύθετο γὰρ Κύπρονδε μέγα κλέος. καί, πευθόμενος, ᾗχι ἕκαστος ἀπώλετο. καί, κείνου δ’ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. ἐν γὰρ τούτοις ἅπασιν ἐπὶ τοῦ ἀκούειν κεῖται τὸ πυνθάνεσθαι. καὶ Αἰσχίνης δὲ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· τούτῳ συμβαλεῖν πυνθανόμενος. καὶ Δείναρχος ἐν τῷ κατὰ Φιλοκλέους· εὐτυχεῖτε, ὅτι οὐκ ἐν μείζονι καιρῷ ἐπύθεσθε τὴν αὐτοῦ αἰσχροκέρδειαν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας· οὗτος ἀπήγγειλε τὰ ψευδῆ· ὑμεῖς ἐπιστεύσατε· οἱ Φωκεῖς ἐπύθοντο. | ] |
| sigma | 1292 | [ | Σύγκλητος ἐκκλησία· τῶν ἐκκλησιῶν αἱ μὲν ἔξωθεν καὶ μετὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν, ὥστε γενέσθαι ἐκκλησίαν, αὐτὴ ἐκαλεῖτο σύγκλητος ἐκκλησία. Δημοσθένης κατ’ Αἰσχίνου. | ] |
| tau | 322 | [ | Τέως· οἱ ῥήτορες ἐπὶ τοῦ προτέρου, ἢ πάλαι. μέχρι τοῦ. τέως, Ἀντιφῶν· τέως μὲν γὰρ ὁ πολὺς χρόνος τοῦ ὀλίγου πιστότερος ἦν. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. καὶ αὖθις· ἀποκαλύψαντες τὰ ὅπλα τέως ἐσκεπασμένα. καὶ αὖθις· καὶ διέφθειρε τοὺς τέως νενικηκότας. καὶ ἐν τῇ Ἀπολογίᾳ τῆς δωροδοκίας· δέομαι ὑμῶν τὴν αὐτὴν γνώμην περὶ ἐμοῦ ἔχειν καὶ ἐν τῷ τέως. καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ Δικαιογένους κλήρου· Δικαιογένης δὲ τέως μὲν ᾤκει παρ’ ἡμῖν, δοκιμασθεὶς δὲ ἔγημε. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. Ἰσαῖος ἐν τῷ πρὸς Ἀνσίβιον· ἡγούμεθα γὰρ ἐκείνῃ μὲν τὸν ἐγγύτατα γένους συνοικεῖν δεῖν, τὸ δὲ χρῆμα τέως τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ ἡβήσωσιν, ἐκείνους αὐτῶν κρατεῖν. καὶ ἐπὶ τοῦ ἕως, ὡς παρὰ Δημοσθένει ἐν βʹ τῶν Φιλιππικῶν [+]· ὥσπερ γὰρ ἐν τοῖς σώμασι, τέως μὲν ἂν ἐρρωμένα ᾖ, οὐδὲν ἐπαισθάνεται τῶν καθέκαστα σαθρῶν. καὶ ἐν τῷ κατὰ Διονυσοδώρου· τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν, τέως ἂν διακριθῶμεν. καὶ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· ἀντὶ τοῦ τὸν Ὠρωπὸν ὑμῖν παραδοθῆναι περὶ τοῦ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθ’ ὅπλων ἐξέρχεσθε, ὅ, τέως ἦσαν σῷοι Φωκεῖς, οὐδέποτε ἐποιήσαμεν. καὶ ἐν τῷ Περὶ τῶν Συμμοριῶν· καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα ἂν Ἑλλήνων εἰκότως φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ. τίς γὰρ οὐκ οἶδεν αὐτῶν, ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὡμονόουν ἀλλήλοις, πολλῶν ἄρα ἦσαν κύριοι; καὶ τὸν βωμόν, ἐφ’ οὗ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέστρεψαν. | ] |
| upsilon | 517 | [ | Ὑποκοριζόμενοι· διασύροντες. Ξενοφῶν φησιν· οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσι κακίαν. ὁ δὲ Δημοσθένης ἐχρήσατο τῇ λέξει ἐπὶ τοῦ εὐφημοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες. λέγει γὰρ ἐν τῷ Παραπρεσβείας· αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φιλίππου ξενίαν καὶ ἑταιρείαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενοι. πυνθάνεσθαι εἰς τὸ πλῆθος ἀποβλέποντα, ποδαποὶ δοκοῖεν αὐτῷ εἶναι οἱ παῖδες, οὕτω γὰρ ὑποκοριζόμενος ἐκάλει τοὺς στρατευσαμένους. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: