Lysias) - urn:cts:greekLit:tlg0540.suda029| tau | 322 | [ | Τέως· οἱ ῥήτορες ἐπὶ τοῦ προτέρου, ἢ πάλαι. μέχρι τοῦ. τέως, Ἀντιφῶν· τέως μὲν γὰρ ὁ πολὺς χρόνος τοῦ ὀλίγου πιστότερος ἦν. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. καὶ αὖθις· ἀποκαλύψαντες τὰ ὅπλα τέως ἐσκεπασμένα. καὶ αὖθις· καὶ διέφθειρε τοὺς τέως νενικηκότας. καὶ ἐν τῇ Ἀπολογίᾳ τῆς δωροδοκίας· δέομαι ὑμῶν τὴν αὐτὴν γνώμην περὶ ἐμοῦ ἔχειν καὶ ἐν τῷ τέως. καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ Δικαιογένους κλήρου· Δικαιογένης δὲ τέως μὲν ᾤκει παρ’ ἡμῖν, δοκιμασθεὶς δὲ ἔγημε. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. Ἰσαῖος ἐν τῷ πρὸς Ἀνσίβιον· ἡγούμεθα γὰρ ἐκείνῃ μὲν τὸν ἐγγύτατα γένους συνοικεῖν δεῖν, τὸ δὲ χρῆμα τέως τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ ἡβήσωσιν, ἐκείνους αὐτῶν κρατεῖν. καὶ ἐπὶ τοῦ ἕως, ὡς παρὰ Δημοσθένει ἐν βʹ τῶν Φιλιππικῶν [+]· ὥσπερ γὰρ ἐν τοῖς σώμασι, τέως μὲν ἂν ἐρρωμένα ᾖ, οὐδὲν ἐπαισθάνεται τῶν καθέκαστα σαθρῶν. καὶ ἐν τῷ κατὰ Διονυσοδώρου· τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν, τέως ἂν διακριθῶμεν. καὶ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· ἀντὶ τοῦ τὸν Ὠρωπὸν ὑμῖν παραδοθῆναι περὶ τοῦ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθ’ ὅπλων ἐξέρχεσθε, ὅ, τέως ἦσαν σῷοι Φωκεῖς, οὐδέποτε ἐποιήσαμεν. καὶ ἐν τῷ Περὶ τῶν Συμμοριῶν· καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα ἂν Ἑλλήνων εἰκότως φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ. τίς γὰρ οὐκ οἶδεν αὐτῶν, ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὡμονόουν ἀλλήλοις, πολλῶν ἄρα ἦσαν κύριοι; καὶ τὸν βωμόν, ἐφ’ οὗ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέστρεψαν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: