Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Isocrates (Isocrates)

Orator

urn:cts:greekLit:tlg0010

Works

urn:cts:greekLit:tlg0010.suda001 - Panathenaicus
urn:cts:greekLit:tlg0010.suda002 - Panegyricus

alpha 331[ Ἀγωνιάν· Ἰσοκράτης ἀντὶ τοῦ ἀγωνίζεσθαι. ]
alpha 334[ Ἀγωνιῶ: κινδυνεύω· καὶ τὸ φοβοῦμαι. Πολύβιος· πολλαὶ δὲ πόλεις προσετίθεντο τῶν μεσογαίων τοῖς Ῥωμαίοις, ἀγωνιῶσαι τὰς πεζικὰς δυνάμεις. καὶ Ἀγωνιῶν, δεδιώς. ἀγωνιῶν δὲ τὴν ἀθεσίαν τῶν Κελτῶν καὶ τὰς ἐπιβουλὰς τὰς περὶ τὸ σῶμα. ἠγωνία δὲ τοὺς στρατιώτας, μὴ ἐπιλείπῃ τὰ ὀψώνια. καὶ Ἀγωνιῶντες ἀντὶ τοῦ ἀγωνιζόμενοι. Ἰσοκράτης. ]
alpha 441[ Ἀδελφειός: ὁ ἀδελφός· Ἀδελφιδοῦς δὲ ὁ ἀνεψιός. καὶ τὸν ἀδελφίδοῦν. καὶ Ἀδελφίζειν, ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. οὕτως Ἰσοκράτης καί ὁ Μιλήσιος Ἑκαταῖος καὶ Ἀπολλοφάνης ἐχρήσαντο. καὶ τὸ θηλυκὸν τὴν ἀδελφιδὴν, ἡ ἀδελφιδὴ, τῆς ἀδελφιδῆς. ὅτι Ἀλυάττης ὁ τῶν Λυδῶν βασιλεὺς ᾔσχυνε τὴν ἑαυτοῦ ἀδελφὴν. ]
alpha 904[ Ἀκμή: ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως, καὶ ἡ δύναμις, καὶ ἡ νεότης. Ἀκμὴ δὲ καιροῦ, ἡ εὐτυχία. οὕτως Ἰσοκράτης· τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. οὕτως Ὑπερίδης. καὶ Σοφοκλῆς· ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ’ ἥκοντα, κἀκχέω τὸ πᾶν σόφισμα. ἀντὶ τοῦ ἔτι. καὶ ἐν Ἐπιγράμμασι· στρούθιον· ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν, ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρέμοσι. καὶ αὖθις· ὅσσος ἐν ἡρώεσσι πότ’ ἦν χόλος, οὗ μέρος ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοις σῴζεται ἀκρέμοσιν. ἀντὶ τοῦ ἔτι. ]
alpha 1740[ Ἀμφιλαφῆ: διπλοῦν, τεχνικόν τε καὶ σοφιστικόν. ἐμοὶ δὲ ἐξηγεῖτο λόγους Ἰσοκρατείους· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις. καὶ Ἀμφιλαφής, μεγάλη· οἷον ἀμφιλαβής, ὅτι ἀμφοτέραις χερσὶ λαμβάνεσθαι αὐτῆς ἐστιν. οὐχ ἡμάρτανε δὲ οὐδὲ ἀμφιλαφοῦς περιουσίας. ἐν Ἐπιγράμμασι· ἰτέαι, ἥ θ’ ἱερὰ κἀμφιλαφὴς πλάτανος. ]
alpha 2191[ Ἀνδροτίων, Ἄνδρωνος, Ἀθηναῖος, ῥήτωρ καὶ δημαγωγὸς, μαθητὴς Ἰσοκράτους. ]
alpha 2202[ Ἀναιρεθείς: ἀντὶ τοῦ ἀναληφθείς. οὕτως Ἰσοκράτης. καὶ Ἀναιρεῖν, τὸ ἐν γαστρὶ συλλαβεῖν, καὶ τὸ τεχθὲν ἀνατρέφειν, κοὶ τὸ φονεῦσαι, καὶ τὸ ἀναλαβεῖν. ὁ δὲ καθεὶς τὴν χεῖρα εἰς τὴν πήραν ἀναιρεῖται τὴν ἐπιστολήν. καὶ ἔτι τὸ ἀπολλύναι, καὶ τὸ αἴρειν ἢ προσενέγκασθαι. καὶ Ἀναίρεσις, ἡ ἀνάληψις. ὁ δὲ τὴν πανοπλίαν ἔρριψεν εἰς ἀναίρεσιν τῷ βουλομένῳ. καὶ Ἀναιρεῖται, λαμβάνει. ὁ δὲ ἀναιρεῖται τὸ μεῖζον μέρος τοῦ κρεαδίου. καὶ Ἀναιρεῖσθαι, ἀναδέχεσθαι, ἀναλαμβάνειν. τῷ Σκιπίωνι ἦν τὰ διωμολογημένα πρὸς Καρχηδονίους, ὁμήρους σφᾶς δοῦναι καὶ τοὺς ἐλέφαντας καὶ τὰς τριήρεις καὶ μήτε καταλόγους ποιεῖσθαι μήτε μισθοφόροις χρῆσθαι μήτε πόλεμον πρὸς μηδένα παρὰ τὴν τῶν Ῥωμαίων γνώμην ἀναιρεῖσθαι. καὶ αὖθις· οὐ τὴν τυχοῦσαν πρόνοιαν ἐποιοῦντο Ῥωμαῖοι τοῦ μὴ κατάρχοντες φαίνεσθαι μήδ’ ἀναιρούμενοι τοὺς πολέμους. καὶ Ἡρόδοτος Ἀναιρεόμενον ἀντὶ τοῦ ἐν γαστρὶ συλλαμβανόμενον. καὶ Ἀναιρούμενοι, ἀναλαμβανόμενοι, ἐπιχειροῦντες. ]
alpha 2664[ Ἀντίθεσις: σχῆμα λέξεώς ἐστι, καθ’ ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἢ κατὰ μέρος ἢ ἄθροα. οὕτως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ. ]
alpha 2923[ Ἀπαριθμησόμενος: ἀποδώσων, καταβαλούμενος. ὁ δὲ Γέτης ἀφίκετο ὡς ἀπαριθμησόμενός τι τῶν ἐνιαυσιαίων χρημάτων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων. καὶ Ἀπαριθμῶν, ἀντὶ τοῦ ἀποπληρῶν ἀπαριθμόν. Ἰσοκράτης. καὶ Ἀπαριθμῶ σε, αἰτιατικῇ. ]
alpha 3377[ Ἀπολαύειν· γενικῇ. Ἀπολαύειν οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐναντίων τάττουσιν, ὡς Ἰσοκράτης· δέδοικα μή τι κακὸν ἀπολαύσαιμι. καὶ Μαρκελλῖνος περὶ Θουκυδίδου [+] φησίν· οὔτε Κλέων οὕτε Βρασίδας, ὁ αἴτιος τῆς συμφορᾶς, ἀπήλαυσε λοιδορίας, ὡς ἂν τοῦ συγγραφέως ὀργιζομένου. ]
alpha 3383[ Ἀπολελοιπότες: ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων. οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. οὕτως Σωκράτης ἐν Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. ]
alpha 3764[ Ἀργέου υἱός· καί πως ὁ Ἀργέου υἱὸς ἀλλαχόσε βουλόμενος βαλεῖν, τἀδελφοῦ δυστυχῶς τῶν στέρνων τυγχάνει καὶ ἀναιρεῖ αὐτόν. ὅτι τῷ Θηραμένει, τῷ Ἰσοκράτους διδασκάλῳ, πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιστα καὶ σχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούσῃ στρατηγῶν ἀπαγωγὴ, ἣν αὐτὸς συνεστήσατο μετὰ Καλλιξένους, ἥ τε τῶν λʹ ἐπὶ καταλύσει τοῦ δήμου κατάστασις. ζήτει ἐν τῷ δεξιός. ]
alpha 4074[ Ἀρχαῖος: ὁ παλαιός. Ἰσοκράτης μὲν ἐν τῷ Πανηγυρικῷ τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι· Δημοσθένης δὲ ἐν τοῖς Φιλιππικοῖς εἰπών· οὕτως δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς· ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν. ]
alpha 4264[ Ἀστυδάμας, ὁ πρεσβύτης, υἱὸς Μορσίμου τοῦ Φιλοκλέους, τραγικῶν ἀμφοτέρων, Ἀθηναῖος, τραγικός. ἔγραψε τραγῳδίας σμʹ, ἐνίκησε ιεʹ. ἀκροασάμενος δὲ ἦν Ἰσοκράτους καὶ ἐτράπη ἐπὶ τραγῳδίαν. ]
alpha 4426[ Αὐθέντης: ὁ αὐτόχειρ, ἢ ὁ αὑτὸν ἀναιρῶν. διὸ παῤ Ἰσοκράτει αὐθέντης. Λυσίας ἰδίως αὐτὸ ἔταξεν ἐπὶ τῶν λʹ· καίτοι δι’ ἑτέρων εἰργάζοντο τοὺς φόνους. ὁ γὰρ αὐθέντης ἀεὶ τὸν αὐτόχειρα σημαίνει. καὶ Αὐθεντήσαντα, κύριον γενόμενον. μὴ ὀφείλειν αὐτὸν αὐθεντήσαντα τοὺς ὑπὸ ζώνην συνέχειν. ὅτι Μιθριδάτης διετάξατο τοὺς Ῥωμαίους ἀναιρεῖν καὶ ἔπεμψε γράμματα εἰς τὰς πόλεις, τὸ βασιλικὸν σφράγισμα ἔχοντα, μιᾷ τε ἡμέρᾳ τάξας ἀναγνῶναι καὶ παραχρῆμα τὰ γεγραμμένα πρᾶξαι, ὅπως μὴ προμαθόντες τινὲς φυλάξωνται. ἀποκτεῖναι γὰρ αὐτοῖς ἐκέλευσε πάνθ’ ὅντινα Ῥωμαῖον εὕρωσι· καὶ ἆθλα οὐ μόνον τοῖς αὐτοένταις σφῶν ἐσομένοις, ἀλλὰ καὶ τοῖς δήμοις, παῤ οἷς ἂν ἀποθάνωσι, πρὸς τὸ πλῆθος τῶν τελευτησάντων ἔθηκε· τιμωρίαν τε τοῖς φεισομένοις τινὸς αὐτῶν μεγάλην ὥρισε. παράγεται δὲ αὐθέντης οὕτως. ἔστι ῥῆμα φῶ, τὸ φονεύω· ἐξ οὗ καὶ φόνος. ἐκ τούτου κατὰ παραγωγὴν φένω διὰ τοῦ ε ψιλοῦ, ἀφαιρέσει τοῦ φ ἔνω. ἐξ αὐτοῦ ἔντης καὶ μετὰ τῆς αὐτὸ ἀντωνυμίας αὐτοέντης. καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων, τροπῇ τοῦ τ εἰς θ, αὐθέντης, ὁ αὐτόχειρ. ἐπεκράτησε δὲ ἡ συνήθεια καὶ κέχρηται τῷ ὀνόματι ἀντὶ τοῦ δεσπότης· ὅπερ ἐστὶν ἀκυρολεξία. ]
alpha 4556[ Ἀφαρεύς, Ἀθηναῖος, ῥήτωρ, υἱὸς τοῦ σοφιστοῦ Ἱππίου καὶ Πλαθάνης, πρόγονος δὲ Ἰσοκράτους τοῦ ῥήτορος, ἀκμάσας κατὰ τὴν ςεʹ Ὀλυμπιάδα, ὅτε καὶ Πλάτων ὁ φιλόσοφος. ]
gamma 388[ Γοργίας, Χαρμαντίδου, Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδοκλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκράτους καὶ Ἀλκιδάμαντος τοῦ Ἐλεάτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέξατο· ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου. Πορφύριος δὲ αὐτὸν ἐπὶ τῆς πʹ Ὀλυμπιάδος τίθησιν· ἀλλὰ χρὴ νοεῖν πρεσβύτερον αὐτὸν εἶναι. οὗτος πρῶτος τῷ ῥητορικῷ εἴδει τῆς παιδείας δύναμίν τε φραστικὴν καὶ τέχνην ἔδωκε, τροπαῖς τε καὶ μεταφοραῖς καὶ ἀλληγορίαις καὶ ὑπαλλαγαῖς καὶ καταχρήσεσι καὶ ὑπερβάσεσι καὶ ἀναδιπλώσεσι καὶ ἐπαναλήψεσι καὶ ἀποστροφαῖς καὶ παρισώσεσιν ἐχρήσατο. ἔπραττε δὲ τῶν μαθητῶν ἕκαστον μνᾶς ρʹ. ἐβίω δὲ ἔτη ρθʹ, καὶ συνεγράψατο πολλά. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License