urn:cts:greekLit:tlg0540.suda001
urn:cts:greekLit:tlg0540.suda002
urn:cts:greekLit:tlg0540.suda003
urn:cts:greekLit:tlg0540.suda004
urn:cts:greekLit:tlg0540.suda005
urn:cts:greekLit:tlg0540.suda006
urn:cts:greekLit:tlg0540.suda007
urn:cts:greekLit:tlg0540.suda008
alpha | 499 | [ | Ἀδοκίμαστος: δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας ἐγγραφῆναι· ἀδοκίμαστος δὲ ὁ μήπω ἐγγεγραμμένος. Λυσίας οὕτως. | ] |
alpha | 560 | [ | Ἀέρκτον: ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν δρώμενον. Λυσίας. | ] |
alpha | 901 | [ | Ἀκμάζει: νεάζει. Ἀκμάζεις, τὰ νέων πράττεις. οὕτως Ὑπερίδης καὶ Λυσίας. | ] |
alpha | 1715 | [ | Ἀμφιδέας: περισκελίδες τινές εἰσιν. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ’ Εὐθυδίκου φησίν· οὐ δυνάμενος ἐκβαλεῖν, διὰ τὸ ἀμφιδέαις δὲθέσθαι τὰς θύρας. | ] |
alpha | 1822 | [ | Ἀνάγεσθαι: τὸ ἐκ Βυζαντίου ἀπαίρειν. Προκόπιος· οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι πρὸς τῶν ἀνδρῶν. καὶ Ἀνάγειν, τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι. οὕτως Λυσίας καὶ Δείναρχος. | ] |
alpha | 2015 | [ | Ἀνάπηρον ψυχήν: τὴν ἐπιβλαβῆ, μὴ ὑγιαίνουσαν, ἀλλὰ σεσινωμένην καὶ ἀχρείαν. καὶ Ἀνάπηρος, ὁ χωλὸς. ὁ καθ’ ὑπερβολὴν πεπηρωμένος μέλει τινὶ τοῦ σώματος. Λυσίας ἐν τῷ περὶ τοῦ διδομένου τοῖς ἀδυνάτοις ὀβολοῦ· καὶ τί κωλύει ὑμᾶς μὲν ὠφελεῖσθαι τῷ ὀβολῷ, ὡς ὑγιεῖς ὄντας, τούτῳ δὲ ψηφίσασθαι ἐάσαντας ὡς ἀναπήρῳ; ὁ δὲ δέσμιος ἐς μέσον παραγίνεται ῥῖνα καὶ ὦτα ἀνάπηρος, παιγνίων τε γεγονὼς παρανάλωμα. | ] |
alpha | 2043 | [ | Ἀνάργυρος: ὁ ἀργύριον μὴ κεκτημένος, εἰ καὶ εἴη αὐτῷ ἱκανὴ οὐσία ἐξ ἑτέρων κτημάτων. Λυσίας ἐν τῷ περὶ τῆς Ἐπιγένους διαθήκης· ἐπειδὴ τοίνυν Ἐπιγένης ἀσθενὴς τριηραρχεῖν ἠναγκάζετο, ἀνάργυρος ὢν καὶ τῆς γῆς τῶν πολεμίων κρατούντων. | ] |
alpha | 2813 | [ | Ἄξιον: οἱ ῥήτορες ἐπὶ τοῦ εὐλόγου καὶ δικαίου ἐκλαμβάνουσι. Δημοσθένης· διὰ γὰρ τοῦτο μάλιστα ἄξιόν ἐστι σιωπάν, ὅτ’ οὔτ’ ἐστὶν ὁ καταπλήσσων, οὔθ’ ὁ κολάσων ὑμᾶς. τάσσουσι δὲ τὸ ἄξιον καὶ ἐπὶ τῶν ὠνίων, ὅταν εὔωνόν τι πιπράσκηται. Λυσίας ἐν τῷ κατὰ τῶν σιτοπωλῶν· ἐροῦσιν ὡς ἐπ’ εὐνοίᾳ τῆς πόλεως ὠνοῦνται τὸν σῖτον, ἵν’ ὡς ἀξιώτατον ὑμῖν πωλῶσι. καὶ πάλιν· ἐὰν οὖν αὐτῶν καταψηφίσησθε, τά τε δίκαια ποιήσετε καὶ ἀξιώτερον τὸν σῖτον ὠνήσεσθε· εἰ δὲ μὴ. τιμιώτερον. | ] |
alpha | 2829 | [ | Ἀξιῶν: ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Λυσίας καὶ Πλάτων. καὶ ἀντὶ τοῦ παρακαλῶν, λιπαρῶν. ἢ καὶ ἀντὶ τοῦ νομίζων. | ] |
alpha | 2832 | [ | Ἀξιοῖ: Ἀντιφῶν καὶ Λυσίας ἀντὶ τοῦ νομίζει. | ] |
alpha | 2929 | [ | Ἀπαρτίαν: ἀποσκευὴν, τέλος ἀπαρτισμοῦ. καὶ Ἀπαρτιζόντως, τὸ μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν. ὅρος γάρ ἐστι λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος. καὶ Ἀπαρτιλογία, ἀπηρτις μένος καὶ πλήρης ἀριθμὸς καὶ λόγος. οὕτως Λυσίας. Ἡρόδοτος δὲ ζʹ. λέγει δὲ Ξέρξης πρὸς Πύθιον τὸν Λυδόν· ἵνα μή τοι ἐπιδεεῖς ὦσιν αἱ τετρακόσιαι μυριάδες ἑπτὰ χιλιάδων. | ] |
alpha | 3124 | [ | Ἀπείπατο: ἀπηρνήσατο. ὁ δὲ τὴν πατρίδα ἀπείπατο καὶ Θούριος ἀνερρήθη. καὶ Ἀπεῖπεν, ἀπηγόρευσεν. ἀπεφήνατο. ὁ δὲ ἀπεῖπεν ἅπασι μήτε ἄριστον αἱρεῖσθαι μήτε ἀποδαρθεῖν μήιε ἀποθωρακίσασθαι τῶν πάντων οὐδένα. καὶ Ἀπειπεῖν, ἀντὶ τοῦ κελεῦσαι μὴ πράττειν. Λυσίας ἐν τῷ κατὰ Κτησιφῶντος· καὶ τοὺς μὲν τῶν ἄλλων Ἀθηναίων παῖδας, ὧν οἱ πατέρες βοηθήσαντες ὑμῖν ἔτι ζῶσιν, ἀπειπεῖν ἐν τοῖς νόμοις μήτε ἄδικον μήτε δίκαιον λέγειν. καὶ Ἀπειπεῖν, ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι. ἢ Ἀπειπεῖν, ἀπαρνήσασθαι. ἀποποιήσασθαι φιλίαν. καὶ ἀπειπάμενοι τὴν χάριν καὶ τὴν δωρεὰν διὰ τὸ γεγονὸς παρασπόνδημα. | ] |
alpha | 3190 | [ | Ἀπήχεια: ἀντὶ τοῦ ἀπέχθεια. οὕτως Λυσίας καὶ Δείναρχος. | ] |
alpha | 3367 | [ | Ἀπόκριναι· δοτικῇ. ἀποκρίθητι. Δημοσθένης· ἀπόκριναι δεῦρό μοι παρελθών. Ἀποκρινεῖται δὲ λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μένανδρος Κανηφόρῳ· ἃ δ’ ἀποκρινεῖται, κὰν ἐγὼ λέγοιμί σοι. Ὑποβολιμαίᾳ· ὡς μηδὲν ἀποκρινούμενα δ’ οὕτω λαλεῖν. καὶ Ἀπόκρισις, ἡ ἀπολογία. οὕτως Λυσίας καὶ Ἀντιφῶν. ἀλλὰ καὶ Δημοσθένης ὁμοίως λέγει ἐν τῷ κατ’ Αἰσχίνου· ἀπόκριναι, λέγων, δεῦρό μοι παρελθών. | ] |
alpha | 3378 | [ | Ἀπολαχεῖν: τὸ διανείμασθαι τὰ πατρῷα καὶ ἄλλα κοινὰ δόντα πρός τινας καὶ ἀπολαβεῖν. διαλαχεῖν δὲ τὸ διανεμεῖσθαι οἱ ῥήτορες εἰρήκασιν. Ἀντιφῶν· ὁπόταν ἄνθρωποι βούλοιντο χρήματα διαλαγχάνειν. Ἀπολαχεῖν, ἀντὶ τοῦ διαλαχεῖν. οὕτως Λυσίας καὶ Ἀριστοφάνης καὶ Ἀντιφῶν. | ] |
alpha | 3390 | [ | Ἀπολείπουσιν· ἀλλὰ καὶ ἀπολιμπάνουσι παρὰ Λυσίᾳ. | ] |
alpha | 3439 | [ | Ἀπόμισθος: ἄμισθος, ὁ μισθοῦ ἔργον τι διαπραξάμενος καὶ ἄμισθος ἀφειμένος. κεῖται ἡ λέξις παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Καλλικλέα. Ἀπόμισθοι δὲ παρὰ Δημοσθένει, οἱ μισθὸν μὴ λαβόντες. | ] |
alpha | 3475 | [ | Ἀποπεφασμένον: ἀπειρημένον. ἢ ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτως Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης ἐν τῷ κατὰ Nεαίρας. | ] |
alpha | 3800 | [ | Ἀργυρώματα καὶ Χρυσώματα: ὁμοίως ὡς ἡμεῖς. Λυσίας. | ] |
alpha | 3959 | [ | Ἀρκτεῦσαι· Λυσίας τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῆ Ἀρτέμιδι ἀρκτεύειν ἔλεγε. καὶ γὰρ αἱ ἀρκτευόμεναι παρθένοι καλοῦνται, ὡς Εὐριπίδης καὶ Ἀριστοφάνης δηλοῖ. | ] |
alpha | 4012 | [ | Ἁρποκρατίων, ὁ Γάϊος χρηματίσας, σοφιστής. ἔγραψε Περὶ τῶν Ἀντιφῶντος [+] σχημάτων, Περὶ τῶν Ὑπερίδου [+] καὶ Λυσίου [+] λόγων, καὶ ἕτερα. | ] |
alpha | 4426 | [ | Αὐθέντης: ὁ αὐτόχειρ, ἢ ὁ αὑτὸν ἀναιρῶν. διὸ παῤ Ἰσοκράτει αὐθέντης. Λυσίας ἰδίως αὐτὸ ἔταξεν ἐπὶ τῶν λʹ· καίτοι δι’ ἑτέρων εἰργάζοντο τοὺς φόνους. ὁ γὰρ αὐθέντης ἀεὶ τὸν αὐτόχειρα σημαίνει. καὶ Αὐθεντήσαντα, κύριον γενόμενον. μὴ ὀφείλειν αὐτὸν αὐθεντήσαντα τοὺς ὑπὸ ζώνην συνέχειν. ὅτι Μιθριδάτης διετάξατο τοὺς Ῥωμαίους ἀναιρεῖν καὶ ἔπεμψε γράμματα εἰς τὰς πόλεις, τὸ βασιλικὸν σφράγισμα ἔχοντα, μιᾷ τε ἡμέρᾳ τάξας ἀναγνῶναι καὶ παραχρῆμα τὰ γεγραμμένα πρᾶξαι, ὅπως μὴ προμαθόντες τινὲς φυλάξωνται. ἀποκτεῖναι γὰρ αὐτοῖς ἐκέλευσε πάνθ’ ὅντινα Ῥωμαῖον εὕρωσι· καὶ ἆθλα οὐ μόνον τοῖς αὐτοένταις σφῶν ἐσομένοις, ἀλλὰ καὶ τοῖς δήμοις, παῤ οἷς ἂν ἀποθάνωσι, πρὸς τὸ πλῆθος τῶν τελευτησάντων ἔθηκε· τιμωρίαν τε τοῖς φεισομένοις τινὸς αὐτῶν μεγάλην ὥρισε. παράγεται δὲ αὐθέντης οὕτως. ἔστι ῥῆμα φῶ, τὸ φονεύω· ἐξ οὗ καὶ φόνος. ἐκ τούτου κατὰ παραγωγὴν φένω διὰ τοῦ ε ψιλοῦ, ἀφαιρέσει τοῦ φ ἔνω. ἐξ αὐτοῦ ἔντης καὶ μετὰ τῆς αὐτὸ ἀντωνυμίας αὐτοέντης. καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων, τροπῇ τοῦ τ εἰς θ, αὐθέντης, ὁ αὐτόχειρ. ἐπεκράτησε δὲ ἡ συνήθεια καὶ κέχρηται τῷ ὀνόματι ἀντὶ τοῦ δεσπότης· ὅπερ ἐστὶν ἀκυρολεξία. | ] |
alpha | 4440 | [ | Αὔλια: ἀντὶ τοῦ ἔπαυλις. ἢ ἀντὶ τοῦ τὰς μικρὰς αὐλάς. οὕτως Λυσίας καὶ Αἰσχίνης. | ] |
alpha | 4552 | [ | Ἀφανὴς οὐσία λέγεται ἡ ἐν χρήμασι καὶ σώμασι καί σκεύεσι, φανερὰ δὲ ἡ εὔγειος. οὕτως Λυσίας. | ] |
gamma | 412 | [ | Γωνία: ἡ τοῦ οἴκου. καὶ Γωνιασμὸς Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ ἔστι γνήσιος. κάμψαντι, φησὶ, τοῦ τείχους, ὦ βουλὴ, ἐστὶ γωνιασμὸς ἐν ἀριστερᾷ καὶ εὐρυχωρία πάνυ πολλή. καὶ Γωνιασμούς, ἀποφυγὰς, ἀπαγωγάς. Ἀριστοφάνης· ἔδειξα τουτουσὶ λεπτῶν κανόνων εἰσβολὰς ἐπῶν τε γωνιασμούς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: