alpha | 447 | [ | Ἄδεια: ἄνεσις, ἀφοβία. Ἰώσηπος· οἱ δὲ στασιασταὶ τοὺς Ῥωμαίους ὁρῶντες κακῆς ὁμονοίας κατήρχοντο, καὶ λόγον ἀλλήλοις ἐδίδοσαν, τί μένοιεν; τί παθόντες ἀνέσχοιντο τρία ταῖς ἀναπνοαῖς αὐτῶν ἀναφρασσόμενα τείχη καὶ τοῦ πολέμου μετ’ ἀδείας ἀντιπολεμίζοντος ἑαυτὸν. | ] |
alpha | 760 | [ | Ἀθροίζει: συνάγει. τούτους ἀθροίζοντες ἀλλήλους παρεκρότουν. Ἰώσηπος. | ] |
alpha | 767 | [ | Ἄθυρμα: παίγνιον. Ἰώσηπος. ὃς ἦν τοῦ βασιλέως ἄθυρμα καὶ πρὸς τὰ σκώμματα καὶ τοὺς ἐν τοῖς πότοις γέλωτας ἐπεδείκνυτο. καὶ αὖθις· οὐκ ἔστιν ἀνδρῶν ἀθύρμασιν ἐμφιλοχωρεῖν παιδίων. καὶ ἐν Ἐπιγράμμασι· Πανὶ δέ μιν ξέσσαντες ὁδῷ ἔπι καλὸν ἄθυρμα κάτθεσαν. ἀντὶ τοῦ ἄγαλμα. Κρατῖνος Ὀδυσσεῦσι· νεοχμὸν παρῆχθαι ἄθυρμα. | ] |
alpha | 956 | [ | Ἀκρασίας: ἀνωμαλίας, παρὰ τὸ μὴ συγκεκρᾶσθαι. Ἰώσηπος· οἱ δὲ Ῥωμαῖοι διὰ χειρῶν ἀκρασίαν ἁλίσκονται. ἀκρασία καὶ ἀκολασία διαφέρει. ἡ μὲν γὰρ κατὰ προαίρεσιν πράττει τὰ αἰσχρὰ, ἡ ἀκολασία· ἡ δὲ παρὰ προαίρεσιν. λέγεται δὲ καὶ Ἀκράσιος. οὕτω τε ἐς πᾶσαν ἀκράσιον ἐκπεπτωκυῖα τρίβον. | ] |
alpha | 1056 | [ | Ἀλαζονεία: ὑπερηφανία. Πολύβιος· τοῖς γὰρ πλείστοις ὑπεγεγόνει τις ζῆλος οὐκ εὐτυχὴς ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ ἀκαιρίας. παρὰ δὲ τῷ Ἀποστόλῳ τοὺς ἐφ’ οἷς οὐκ ἔχουσιν αὐχοῦντας, ὡς ἔχοντας, ἀλαζόνας νοητέον. καὶ Ἰώσηπος· ἦν γὰρ αὐτοῖς ἀλαζονεία, ὡς ἐπ’ ἀγαθοῖς καιομένης τῆς πόλεως. | ] |
alpha | 1785 | [ | Ἀμφορεαφόρους. τοὺς μισθίους τοὺς τὰ κεράμια φέροντας. καὶ Ἀμφορεαθόρος, ὁ κεράμια μισθοῦ φέρων. εἶτ’ ἀμφορεαφόρος τις ἀποφορὰν φέρων. Μένανδρος Ῥαπιζομένῃ. καὶ Ἀριστοφάνης Ἥρωσι· τρέχ’ εἰς τὸν οἶνον, ἀμφορέα κενὸν λαβὼν, τὸν ἔνδοθεν καὶ γεῦμα καὶ γευστήριον, κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν. Εὔπολις Μαρικᾷ· καὶ περιήλθομεν καὶ φῦλον ἀμφορέα φέρων. Ἀμφορεὺς οὖν ἀγγεῖον, μέτρον, κεράμιον. σημαίνει καὶ ἀσκόν. ἔστι καὶ ὄνομα κύριον. καὶ Ἀμφορεῖς, κέραμοι. καὶ Θάσια ἀμφορείδια, τὰ κεράμια. Ἰώσηπος· συνωνούμενος δὲ τοῦ Τυρίου νομίσματος, ὃ τέσσαρας Ἀττικὰς δύναται, τέσσαρας ἀμφορεῖς, ἐπίπρασκε τιμῆς ἡμιαμφόριον καὶ πλῆθος συνῆγε χρημάτων. καὶ Ἀριστοφάνης Ἀμφορεῖς λέγει τὰ μέτρα. χυτρίδια καὶ σανίδια, κἀμφορείδια. καὶ Ἀμφορεῖς νενησμένοι, κέραμοι σεσωρευμένοι. Ἀριστοφάνης· τί κάθησθ’ ἀβέλτεροι πρόβατ’ ἄλλως, ἀμφορεῖς νενησμένοι. καὶ Ἀμφορῆας καὶ Ἀμφορείδια τὰ κεράμια. ὅτι ἀμφορῆας λέγει τὰ Μεγαρικά. | ] |
alpha | 2294 | [ | Ἀνεπικλήτως: μηδὲν ἐγκληθέντες. Θουκυδίδης· οἵ τε πρέσβεις ἑκατέρων ἀπῆλθον ἐπ’ οἴκου ἀνεπικλήτως. καὶ Ἰώσηπος· ἄξιον δέ μοι τυγχάνειν σοῦ χρηστοῦ, ἀνεπίκλητόν σοι παρασχόμενος τὴν ἐμαυτοῦ πίστιν. | ] |
alpha | 2905 | [ | Ἅπαξ. ἐπεὶ δὲ ἅπαξ ἐκ τοῦ φορίου αὐτοὺς ἐκπεπτωκέναι ἔμαθεν, ἀφικνεῖται πρὸς αὐτούς. καὶ Ἰώσηπος· ἅπαξ δὲ καταστάντες ἐς ταραχάς. ἀντὶ τοῦ διόλου, ὁλοσχερῶς. | ] |
alpha | 3039 | [ | Ἀπερείδομαι τὸν πόκον: ἀντὶ τοῦ ἀποτίθημι, ἀκουμβίζω. καὶ Ἀπερείσασθαι, ἐκβαλεῖν, ἐκκενῶσαι. ὥσπερ εἰς ἐκείνους βουλόμενοι ἀπερείσασθαι τὸν θυμόν. καὶ Ἰώσηπος· πρὸς τὸν αἴτιον ἀπερείδεσθαι ἔλεγε τὴν ὀργήν. Ἀπερείσασθαι οὖν ἐκκενῶσαι, καταθαρρῆσαι, ἐπιβῆναι. πρὸς ἕνα καιρὸν ἀπερείσασθαι τὰς ἐλπίδας οὐδαμῶς ἔκρινε συμρέρειν. | ] |
alpha | 3283 | [ | Ἀποδέον: τὸ ἀπαρέσκον. καὶ Ἀποδεόντων, λειπόντων, ἀπολειπομένων. καὶ Ἀπὁδεῖν, τὸ ἀπολείπεσθαι. Ἰώσηπος· ὡς ὀλίγον ἀποδεῖν τῶν ἀχθοφορούντων ζῴων, ἤτοι ὀρέων, τὸν πεζὸν ἄνδρα. τόσον δὲ ἀποδεῖν τοῦ τὴν πεπορισμένην ἤδη αὐτῷ καὶ ἀπὸ γένους προσήκουσαν βασιλείαν ἀφελέσθαι. | ] |
alpha | 3375 | [ | Ἀπολαβόντες: ἐναποκλείσαντες. οἱ δὲ τὴν στρατιὰν αὐλῶσι στενοῖς καὶ δυσεμβόλοις ἀπολαβόντες ἐς διαλλαγὰς ἐλθεῖν αἰσχρὰς ἠνάγκασαν. καὶ Ἰώσηπος· διώξαντες ἀπολαμβάνουσι τοὺς πολεμίους ἐν κοίλῳ χωρίῳ καὶ πάντας κτείνουσι. καὶ αὖθις· τὸ γὰρ χωρίον ἀμφοτέροις ἤρεσε, τῷ μὲν ὅτι ἀπολαβόντες ἐς αὐτὸ τοὺς Ῥωμαίους ὑποσπόνδους ἀφῆκαν, πρὸς ἔνδειξιν ὧν εὐεργέτηντο. | ] |
alpha | 3519 | [ | Ἀποσημήνασθαι: ἀφομοιοῦσθαι. καὶ Ἀποσημήνασα. φανερώσασα, ἐξειποῦσα. Ἰώσηπος· ἀποσημήνασα δὲ τοῖς ἄρχουσι τῶν Παλαιστηνῶν ἐνήδρευε στρατιωτῶν ἔνδον τινάς. Παλαιστῖνος δέ. | ] |
alpha | 3566 | [ | Ἀποστυγοῦντες: μισοῦντες. Ἰώσηπος· Ἀντίοχος ἀποστυγήσας. Φαβρίκιος ἡγεμὼν καθίσταται τοῦ πρὸς τὸν Πύρρον πολέμου. ἀντικαθεζομένων γὰρ ἀλλήλοις τῶν στρατοπέδων, νύκτωρ φυλάξας τις ὡς τὸν Φαβρίκιον ἀφικνεῖται δηλητηρίῳ φαρμάκῳ ἀνελεῖν τὸν Πύρρον ὑφιστάμενος, ἤν τις δοθείη πρὸς αὐτοῦ χρημάτων ὠφέλεια. ὃν ὁ Φαβρίκιος ἀποστυγήσας τῆς ἐπιχειρήσεως ἀποπέμπει τῷ Πύρρῳ δέσμιον. ἀγασθεὶς δὴ τὸ πραχθὲν ὁ Πύρρος ἀναβοῆσαι λέγεται· οὗτός ἐστι καὶ οὐκ ἄλλος Φαβρίκιος, ὃν δυσχερέστερον ἄν τις παρατρέψοι τῆς οἰκείας ἀρετῆς ἡ τῆς συνήθους πορείας τὸν ἥλιον. | ] |
alpha | 4493 | [ | Αὐτόθεν: ἀντὶ τοῦ ἐντεῦθεν. οὐκ ἔσθ’ ὅπως οὐκ εἰσὶν ἐνθάθ’ αὐτόθεν. Ἀριστοφάνης Ἀχαρνεῦσι. καὶ αὖθις· ἀλλὰ χρῆναι παῤ αὐτόθεν, ὡς ἔχουσιν, ἀντεπεξελθόντας ἐν χερσὶ στήσασθαι τὸ τέλος τοῦ πολέμου. ἢ Αὐτόθεν, ἀντί τοῦ οἴκοθεν, ἔνδοθεν. ὁ δὲ αὐτόθεν πρὸς τὸ ἀδικεῖν ὥρμηται. καὶ Ἰώσηπος· δῶρα δὲ αὐτόθεν πέμπειν τῷ βασιλεῖ. ἀντὶ τοῦ οἴκοθεν. ἢ Αὐτόθεν, ἐκεῖθεν. ἢ ἀπὸ τοῦ παρόντος χρόνου. οἱ δὲ Ῥωμαῖοι αὐτόθεν ἐλπίσαντες ἤδη τὴν παρεμβολὴν αἱρήσειν. ἀντὶ τοῦ ἐκ παραχρῆμα. καὶ Θουκυδίδης· χειμὼν ἦν, καὶ τοῖς Ἀθηναίοις τὸν πόλεμον αὐτόθεν ποιεῖσθαι οὔπω ἐδόκει. | ] |
alpha | 4702 | [ | Ἄχθομαι: βαροῦμαι, ἀγανακτῶ. Ἀριστοφάνης· ἄχθομαι τοῖς ταῶσι τοῖς τ’ ἀλαζονεύμασιν. ἀντὶ τοῦ τοῖς κόλποις τοῖς πεποικιλμένοις· ἐπεὶ ὁ ταὼς ποικίλος. ἢ ὅτι πορφύραις ἐχρῶντο καὶ τιάραις. καὶ Ἄχθομαι αὐτοῦ τῷ ῥύπῳ, ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ καὶ μικρολογίᾳ. τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων καὶ ἀνελευθέρων ἐτίθεσαν. οὕτω γοῦν ῥυποκονδύλους λέγουσι τοὺς τοιούτους. καὶ Ἀριστοφάνης· κρομύοις γὰρ ἄχθομαι. καὶ Ἰώσηπος· ὁ δὲ θεὸς ἄχθεται τῇ τε τοῦ βασιλέως τῶν Ἀμαληκιτῶν σωτηρίᾳ καὶ τῇ τῶν βοσκημάτων διαρπαγῇ τοῦ πλήθους, ὅτι μὴ συγχωρήσαντος αὐτοῦ ταῦτ’ ἐπράχθη. καὶ Ἀχθόμενοι, βαρούμενοι, πιεζόμενοι. ἀμφί τε ἡμέραν μέσην τῷ ἡλίῳ ἀχθόμενοι τὰ ὅπλα κατέθεντο. καὶ Ἄχθος, βάρος, λύπη. | ] |
gamma | 486 | [ | Γυμνοπαιδεία: ἡ παλαίστρα. ᾗ τοὺς ἐφήβους Λυκοῦργος ἠνάγκαζε. καὶ Γυμνοπαίδια, χοροὶ ἐκ παίδων ἐν Σπάρτῃ τῆς Λακωνικῆς εἰς θεοὺς ὕμνους ᾄδοντες, εἰς τιμὴν τῶν ἐν Θυραιαῖς ἀποθανόντων Σπαρτιατῶν. καὶ Ἰώσηπος· τόπος δ’ ἐπὶ τῆς πόλεως οὐδεὶς γυμνὸς ἦν, ἀλλὰ πᾶς λιμοῦ νεκρὸν εἶχεν ἢ στάσεως. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: