alpha | 1458 | [ | Ἅμα· δοτικῇ. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα ἔταξε, καὶ ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατος τοῖς εὖ φρονοῦσιν οἰκτρός· τοῦτο γὰρ ἅμα τῷ γενέσθαι πάντων κατέγνωσται. Αἰσχίνης δὲ ἐπὶ τοῦ κατὰ τὸν αὐτὸν καιρὸν ἐν τῷ κατὰ Κτησιφῶντος· ὡς ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰς αὐτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ παρὰ τῷ Ἀντιφῶντι δὲ τὸ ἅμα κεῖται ἐπὶ τὸ αὐτό. φησὶ γὰρ ἐν Προοιμίοις· ἀλλ’ εἰ τότε πρᾶγμά μοι κρεῖττον φαίνεται, ἅμα τε μαρτυρία ἀρετῆς πράξομαι. καὶ παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στεφάνου· πάσαις δὲ λοιδορίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου. | ] |
alpha | 2124 | [ | Ἀναφοράν: τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ’ ἄλλους. Δημοσθένης κατὰ Κτησιφῶντος. καὶ Ἀναφορᾶς· τὸ κελευόμενον ὑπὸ θατέρου κοινῇ δοκεῖν κελεύεσθαι, μηδεμιᾶς εἰς τὸν ἕτερον ὑπολειπομένης ἀναφορᾶς. ἤτοι συμβουλίας. | ] |
alpha | 3434 | [ | Ἀπομάττεσθαι: ἀναλαβεῖν, μιμεῖσθαι, καὶ ἀποτυποῦν. καὶ Ἀπομάττων Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ἀντὶ τοῦ ἀποψῶν, ἄλλοι δὲ ἀντὶ τοῦ περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις. ἀπομάττεσθαι τὸν ἀνδριάντα τῷ πηλῷ. | ] |
alpha | 3501 | [ | Ἀπόρρητα: ἀκατάληπτα, ἀπόκρυφα. ἀπόρρητα ἔλεγον τὰ ἀπειρημένα ἐξάγεσθαι, οὐ μόνον τὰ ἀπηγορευμένα. ἀπόρρητά τὲ τοῖσιν ἐχθροῖσι τοῖς ἡμετέροις λέγουσιν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις. Ἀπόρρητα, τὰ ἀπειρημένα ἐν τοῖς νόμοις. οὕτως Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πάντα τὰ ἀπειρημένα καὶ ἀπηγορευμένα λέγουσιν. Ἀριστοφάνης· οὔ τι τ’ ἀπόρρητα δρᾶν ἐστι μέλλει διόπερ καὶ τὰ μὴ ἐξαγώγιμα ὀνομάζουσιν οὕτω. | ] |
alpha | 3559 | [ | Ἀποστολαί: ἀποπέμψεις, δῶρα. καὶ Ἀπόστολος, ὁ ἀποστελλόμενος μετὰ στρατιᾶς εἰς πόλεμον παρασκευῆς. τῶν δὲ πλοίων τὰ μὲν συντριβόμενα ταῖς ἀποστολαῖς. τουτέστι ταῖς ἀποπέμψεσι. καὶ Ἀποστελλόμενοι· οὐ μόνον οἱ πεμπόμενοι ἐκ προσταγμάτων τῶν ἀπολυόντων, ἀλλὰ καὶ οἱ παραπεμπόμενοι ἀποδημεῖν μέλλοντες, ἀποστελλόμενοι ἐλέχθησαν. καὶ Ἀποστολεῖς, οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν τριήρων ἀποδεδειγμένοι. Ἀπόστολοι δὲ αἱ τῶν νεῶν ἐκπομπαί. οὕτως Δημοσθένης, τὸ μὲν ἐν τῷ ὑπὲρ Κτησιφῶντος, τὸ δὲ ἐν α’ Φιλιππικῶν. | ] |
alpha | 4031 | [ | Ἀρτεμίσιος: παρὰ Μακεδόσιν ὁ Μάϊος. καὶ Ἀρτεμίσιον ἰδίως μὲν Ὑπερίδης πολλάκις ὠνόμασε τὸ τῆς Ἀρτέμιδος ἄγαλμα. λέγεται δὲ καὶ ἀκρωτήριον τῆς Εὐβοίας, οὗ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος μνημονεύει. | ] |
beta | 168 | [ | Βασκαίνει· δοτικῇ. ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ. οὕτως Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος. καὶ ἐν τοῖς ἑξῆς, βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμα ἐμὸν, φησίν. ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικὸν. | ] |
gamma | 178 | [ | Γέρρα: Περσικὰ μέν ἐστιν ὅπλα κυρίως τὰ γέρρα· καταχρηστικῶς δὲ καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἶτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. διὸ καὶ Δημοσθένης τὰ τῶν σκηνῶν σκεπάσματα καὶ παρακαλύμματα ἐν τῷ ὑπὲρ Κτησιφῶντος γέρρα καλῶν ἐμπίπρασθαι λέγει. λέγοιτ’ ἂν ὁμοίως γέρρα καὶ τὰ τῶν σκηνῶν περιφράγματα. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: