Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Carcinus (Carcinus the Elder) - urn:cts:greekLit:tlg0310

Place of birth (Wikidata Statement)

Thoricus (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

dramaturge (Wikidata)

Works

urn:cts:greekLit:tlg0310.suda001
urn:cts:greekLit:tlg0310.suda002
urn:cts:greekLit:tlg0310.suda003
urn:cts:greekLit:tlg0310.suda004

epsilon 1147[ Ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνος ἔμμορε τιμῆς· ἐπὶ τῶν εὐτελῶν τῶν διὰ περιπέτειάν τινα τιμῆς ἀξιουμένων. ]
epsilon 1154[ Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ· παροιμία ἐπὶ τῶν εὐτελῶν, τῶν διὰ περιπέτειάν τινα τιμῆς ἀξιουμένων. τοιαύτη δέ ἐστι καὶ ἡ λέγουσα, ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνος ἔμμορε τιμῆς. ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς. καὶ γὰρ ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται. ]
epsilon 3402[ Εὐδαιμονέστερος τῶν Καρκίνου στροβίλων· ἀντὶ τοῦ κακοδαιμονέστατος. ἐν εἰρωνείᾳ. στροβίλους φησὶν Ἀριστοφάνης τοὺς υἱοὺς Καρκίνου τοῦ ποιητοῦ, οὓς ἀνωτέρω ὄρτυγας καὶ γυλιοτραχήλους εἴρηκε διὰ τὸ τραχὺ τοῦ σώματος. ἢ πρὸς τὸ τοῦ καρκίνου ὄνομα παίζων· ὀστρακόδερμοι γὰρ οἱ καρκίνοι καθάπερ καὶ οἱ στρόβιλοι. ἢ διὰ τὸ ἐν τῇ ὀρχήσει στροβεῖσθαι· ἐπεὶ καὶ οἱ στρόβιλοι κώνων ἔχουσι δίκην. ἢ ὅτι στρόβιλός ἐστιν ἡ συστροφή. στροβίλους οὖν εἶπε, καθὸ καὶ ἀλλαχοῦ γυλιαύχενας. καὶ Σοφοκλῆς· οὐ πάνυ μοίρας εὐδαιμονῆσαι πρώτης. ἀντὶ τοῦ, οὐκ ἀγαθῆς, ἀλλὰ κακῆς. οὐ πάνυ τῆς πρώτης κατ’ εὐδαιμονίαν μοίρας· τοὐναντίον δέ, κατὰ δυσδαιμονίαν ἐσχάτην. ]
eta 57[ Ἡγήσιππος· οὗτός ἐστιν ὁ Ἀρώβυλος ἐπικαλούμενος, οὗ δοκεῖ τις εἶναι ὁ ζʹ Φίλιππος [+] Δημοσθένης ἐπιγραφόμενος. τῶν δραμάτων αὐτοῦ ἐστι Φιλέταιροι, ὡς Ἀθήναιος. ]
kappa 394[ Καρκίνος, Ἀκραγαντῖνος, τραγικός. καὶ Καρκίνος, Θεοδέκτου ἢ Ξενοκλέους, Ἀθηναῖος, τραγικός. δράματα ἐδίδαξεν ρξʹ, ἐνίκησε δὲ αʹ. ἤκμαζε κατὰ τὴν ρʹ ὀλυμπιάδα, πρὸ τῆς Φιλίππου βασιλείας τοῦ Μακεδόνος. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀχιλλεύς, Σεμέλη, ἢ ἀρχή, ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. Λυσίας· ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι, φησίν, αἱ κύνες. καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι. Φερεκράτης· ὁπόταν σχολάζῃς, νῆψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν· ὃ νῦν καρκίνωμα λέγεται. εὑρίσκεται δὲ πολλάκις καὶ κύριον ὄνομα. ]
kappa 396[ Καρκίνος, ποιητὴς Ἀττικός. σκώπτει δέ τις Καρκίνου παῖδας οὕτως· ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστάς, ναννοφυεῖς, σφυράδων ἀποκνίσματα, μηχανοδίφας. καὶ γὰρ ἔφασχ’ ὁ πατὴρ γαλῆν τῆς ἑσπέρας ἀπάγξαι. λέγει δὲ ὄρτυγας μὲν διὰ τὸ ἐριστικόν· τοιοῦτοι γὰρ οἱ ὄρτυγες. οἰκογενεῖς δὲ ἀντὶ τοῦ ἐσκιατραφημένους, ὡς ἂν εἴποις ὄρνιθας οἰκογενεῖς. γυλιαύχενας δέ, τουτέστι μακροτραχήλους· γύλιος γὰρ στρατιωτικόν ἐστι πλέγμα ἐπίμηκες. κολοβὸν οὖν εἰκὸς εἶναι αὐτοῖς τὸ ὅλον σῶμα, τὸν δὲ τράχηλον μακρόν, ἢ αὐχένας οὐκ ἔχοντας, καθάπερ ὁ γύλιος· ὡς μικροὺς οὖν καὶ γογγυλώδεις σκώπτει. ἐχόρευον δὲ οὗτοι τῷ πατρί. ναννοφυεῖς δὲ ὅτι νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων ἴννοι. ὀρχηστὰς δέ· εἰσέφερε γὰρ αὐτοὺς ὁ πατὴρ ἐν τοῖς δράμασιν ὀρχουμένους. σφυράδων δὲ ἀποκνίσματα, ἀντὶ τοῦ ταπεινοὺς καὶ μικρούς. σφυράδες δέ εἰσι τὰ τῶν αἰγῶν καὶ προβάτων ἀποπατήματα, ἡ δὲ σφυρὰς κυάμου ἔχει τὸ μέγεθος. ταύταις οὖν ἀπεικάζει αὐτούς, μᾶλλον δὲ οὐδὲ ταύταις, ἀλλὰ τοῖς ἀποκνίσμασιν αὐτῶν καὶ ἀποτμήμασιν. εὐτελίζει οὖν αὐτοὺς διὰ τὸ βραχύ. ἡ γὰρ τοῦ μικροῦ μερὶς μικρὰ ἢ οὐδὲν ἂν εἴη. μηχανοδίφας δὲ ἀπὸ μέρους· Ξενοκλῆς γὰρ ὁ Καρκίνου δοκεῖ μηχανὰς καὶ τερατείας εἰσάγειν ἐν τοῖς δράμασιν· ὃν Πλάτων δωδεκαμήχανόν φησιν. ἢ ἐπειδὴ πολλάκις ὡς τραγῳδοὶ μηχανικὰ εἰσέφερον, ἡνίκα θεοὺς ἐμιμοῦντο ἀνερχομένους ἢ κατερχομένους ἐκ τοῦ οὐρανοῦ. ὁ πατὴρ δὲ δρᾶμα ἐποίησε Μύας. παρὰ προσδοκίαν, τουτέστι μετὰ μόχθου. γαλῆν δὲ εἶπεν ἀπάγξαι, διότι αἱ γαλαῖ νυκτὸς πνίγουσι τοὺς μύας. ]
kappa 397[ Καρκίνου ποιήματα· Μένανδρος Ψευδηρακλεῖ. ἀντὶ τοῦ αἰνιγματώδη. ὁ γὰρ Καρκίνος Ὀρέστην ἀπὸ Ἰλίου ἀναγκαζόμενον ὁμολογῆσαι ὅτι ἐμητροκτόνησεν, ἐποίησε δι’ αἰνιγμάτων ἀποκρινόμενον. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License