Polemon) - urn:cts:greekLit:lagl0222Athens (Wikidata)
Classical Athens (Wikidata) (Pleiades)
Classical Athens (Wikidata) (Pleiades)
philosopher (Wikidata)
| beta | 121 | [ | Βάρος· περὶ Πολέμωνος· ἦν δὲ καὶ τὸ βάρος οἱονεὶ Δώριός τις οἰκονομία. προορώμενος δὲ καὶ κατορρωδῶν τὸ βάρος καὶ τὸ φιλόνεικον τῶν ἀνθρώπων. ἀντὶ τοῦ τὸ πλῆθος, τὴν ἰσχύν. Πολύβιός φησι. καὶ αὖθις· ἐπισημηνάμενος δὲ τοῦ Σικυῶνος τὴν ὀχυρότητα καὶ τὸ βάρος τῆς τῶν Ἀργείων πόλεως ἦλθεν εἰς Ἐπίδαυρον. καὶ αὖθις· ἐπολυπραγμόνησαν ἀκριβῶς τῆς πόλεως τὴν θέσιν καὶ τὸ βάρος. βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει. οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν λαμπρὸν ποιεῖσθαι μᾶλλον, ἢ τοῖς δρωμένοις. | ] |
| zeta | 79 | [ | Ζήνων, Μνασέου ἢ Δημέου, Κιτιεύς( πόλις δ’ ἐστὶ Κύπρου τὸ Κίτιον) , φιλόσοφος, ὃς ἦρξε τῆς Στωϊκῆς αἱρέσεως. ἐπεκλήθη δὲ καὶ αὐτὸς Στωϊκὸς διὰ τὸ ἐν τῇ στοᾷ τῇ ἐν Ἀθήναις διδάξαι αὐτόν, ἥτις πρῴην μὲν Πεισιανάκτειος, ὕστερον δὲ ζωγραφηθεῖσα Ποικίλη ἐκλήθη. μαθητὴς δὲ ἦν Κράτητος τοῦ Κυνικοῦ, εἶτα Πολέμωνος τοῦ Ἀθηναίου. ἐτελεύτησε δὲ ἐτῶν ϟʹ ἀφελὼν ἑκάστοτε τῆς τροφῆς, ἕως ἀτονίᾳ διεφθάρη. ἐχρήσθη δὲ αὐτῷ πυνθανομένῳ περὶ βίου συγχρωτίζεσθαι τοῖς νεκροῖς, ὅπερ ἦν τοῖς ἀρχαίοις διὰ τῶν βιβλίων. Φοῖνιξ δ’ ἐπεκλήθη, ὅτι Φοίνικες ἔποικοι τοῦ πολιχνίου ἐγένοντο. ἤκμαζεν ἐπὶ Ἀντιγόνου τοῦ Γονατᾶ, ἐπὶ τῆς κʹ καὶ ρʹ Ὀλυμπιάδος. καὶ παροιμία, Ζήνωνος ἐγκρατέστερος. οὗτος γὰρ ἄκραν εἶχε δίαιταν καὶ λιτὴν ὥστε καὶ εἰς παροιμίαν χωρῆσαι. φιλοσοφίαν καινὴν γὰρ οὗτος ἐφιλοσόφει. τῷ γὰρ ὄντι πάντας ὑπερεβάλετο τῷ τε εἴδει καὶ σεμνότητι καὶ νὴ Δία μακαριότητι. καὶ δὴ ηʹ πρὸς τοῖς ϟʹ βιοὺς ἔτη κατέστρεψεν ἄνοσος καὶ ὑγιὴς διατελέσας. | ] |
| xi | 42 | [ | Ξενοκράτης, Ἀγάθωνος ἢ Ἀγαθάνορος, Χαλκηδόνιος, μαθητὴς καὶ διάδοχος μετὰ Σπεύσιππον Πλάτωνος· τοῦ δὲ Πολέμων, τοῦ δὲ Κράντωρ. καὶ πέμψαντος αὐτῷ τοῦ Μακεδόνος Ἀλεξάνδρου χρυσοῦ τάλαντα λʹ, αὐτὸς ἀπέπεμψεν, εἰπών, βασιλέα δεῖσθαι χρημάτων, οὐ φιλόσοφον. ἔγραψε περὶ τῆς Πλάτωνος [+] πολιτείας. | ] |
| pi | 1707 | [ | Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σόλων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρίστωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους [+]· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϚʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτικοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ. | ] |
| pi | 1887 | [ | Πολέμων, Φιλοστράτου ἢ Φιλοκράτους, Ἀθηναῖος, φιλόσοφος, μαθητὴς Ξενοκράτους τοῦ Πλάτωνος διαδόχου καὶ αὐτὸς ἡγησάμενος τῆς Ἀκαδημίας. ἐγεγόνει δὲ σφόδρα ἄσωτος· εἶτα ἐφιλοσόφησε. καὶ πολλὰ μὲν συνέγραψε βιβλία, οὐδὲν δὲ αὐτοῦ φέρεται. ἔχαιρε δὲ Ὁμήρῳ τε καὶ Σοφοκλεῖ καὶ ἴσως ἔχειν ἑκάτερον αὐτῶν σοφίας ἔλεγεν· ὥστε καὶ φάσκειν Ὅμηρον μὲν Σοφοκλέα ἐπικόν, Σοφοκλέα δὲ Ὅμηρον τραγικόν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: