Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Dores (Category:Doric Greek writers) - urn:cts:greekLit:lagl0111

alpha 383[ Ἀγυιαί: ἄμφοδα, ῥύμαι, ἢ ἐπιμήκεις ὁδοί· παρὰ γὰρ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις. τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν. Ἀγυιᾶς δὲ ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν, ὡς ἀπὸ τοῦ ἀγυιέας. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δέ φασιν αὐτοὺς εἶναι Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιεύς, καὶ τὴν αἰτιατικὴν ἀγυιέας, ἐν συναλοιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν φησί· λάμπει δ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρους εὐοσμίας. καὶ Ἀγυιεὺς, ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς θεός. Φερεκράτης Κραπατάλοις· ὦ δέσποτα Ἀγυιεῦ, ταῦτα σὺ μέμνησό μου. ]
alpha 730[ Ἀθήναιον· ὅτι Ἀπολλώνιον βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος, ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς, καὶ Διονύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς· τὸ δὲ Ποσειδάνειον, δῆλον ὅτι Δωριαῖον. ]
alpha 1237[ Ἅλιος: ὁ θαλάσσιος· ἢ ὁ μάταιος· ἢ ὁ ἥλιος κατὰ τροπὴν Δωρικήν. ]
alpha 3418[ Ἀπολλώνιον: βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος. ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς· καὶ Διὸνύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα, ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσειδάνειον δῆλον ὅτι Δωριαῖον. ]
alpha 3870[ Ἀρύβαλλος: οὐ μόνον παρὰ Στησιχόρῳ καὶ ἄλλοις Δωριεῦσιν, ἀλλὰ καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνης· εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ. ]
alpha 4584[ Ἀφέωκα: Δώριον. Ἀφεῖκα δὲ τὸ Ἀττικόν. κέχρηνται δὲ καὶ Ἴωνες, ὡς Ἡρόδοτος. ]
alpha 4596[ Ἀφεῖκα: τὸ Ἀττικόν. τὸ δὲ ἀφέωκα Δώριον. κέχρηνται δὲ καὶ Ἴωνες, ὡς Ἡρόδοτος. ]
delta 428[ Δημήτρειος καρπός· ὁ τῆς Δήμητρος. ὅτι Ἀπολλώνιον βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος· ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς· καὶ Διονύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσειδάνειον δῆλον ὅτι Δωριαῖον. ]
delta 1076[ Δικαιότερον σταχάνης· ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων· σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν, ἴσως παρὰ τὴν στάσιν. καὶ ἑτέρα παροιμία. Δικαιότερος τρυτάνης. ]
epsilon 381[ Ἐκγεγάμεν· Ὅμηρος· εὔχεται ἐκγεγάμεν. ἀντὶ τοῦ γεγενῆσθαι. ἀπὸ τοῦ γῶ, γήσω, γέγημι· ἀπαρεμφάτως γεγάναι καὶ Δωρικῶς γεγάμεν· ὡς τιθέναι, τιθέμεν. ]
epsilon 3558[ Εὔλαχα· τὸ ἄροτρον, παρὰ Θουκυδίδῃ ἐν χρησμῷ τινι. Δώριος δὲ ἡ λέξις. ]
eta 385[ Ἠνί· ἀντὶ τοῦ ἰδού. Δωρικῶς. ἠνὶ δὲ σιμβλεύει κηροτρόφα δῶρα μελισσῶν ἐσμῷ βομβητῇ κυκλόσε βριθόμενα. ]
eta 408[ ᾜομεν· ἐπορεύθημεν. Ὅμηρος. ᾔομεν, ὡς ἐκέλευσας. ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι Δωρικῶς, τροπῇ τῆς ει διφθόγγου εἰς η. Ἀππιανός· Ἀλλόβριγες, Γαλατῶν ἔθνος. δύσμαχοι δ’ αὐτῶν ἦσαν αἱ πόλεις ὑπὸ τῆς ἀμπώτεως ἐφ’ ἡμέραν ἠπειρούμεναί τε καὶ νησούμεναι· οἱ δὲ πλοίοις ἐπολέμουν. τοῦ δὲ Καίσαρος Γαΐου περὶ τὰς πόλεις σταυροὺς πηξαμένου ὑψηλοὺς καὶ τοῖς σταυροῖς ἐπιθέντος γεφυρώματα, ὁ μὲν κλύδων ἐχώρει διὰ τῶν σταυρωμάτων ὑπὸ τοῖς γεφυρώμασι, Ῥωμαίοις δὲ ἀδεὲς καὶ ἐπίμονον ἦν τὸ ἔργον. ]
eta 417[ Ἠώς· πρὸ ἡμέρας ὄρθρος. ἐπὶ μὲν τῆς θεᾶς· Ἠὼς δ’ ἐκ λεχέων. ἐπὶ δὲ ὅλης ἡμέρας· ἥδε μοι νῦν ἠὼς ἑνδεκάτη. ἐπὶ δὲ τῆς πρωΐας ἕως ἕκτης ὥρας· ἔσσεται ἦμαρ ἢ ἠὼς ἢ δείλης ἢ μέσον ἦμαρ. λέγεται δὲ ἡμέρα κοινῶς ἠώς, Ἰωνικῶς ἕως, Δωρικῶς ἀώς, Αἰολικῶς ἐκ τούτου αὐὼν καὶ τροπῇ τοῦ υ αἰών. ]
kappa 409[ Κάρρων· Δωριστὶ ὁ κρείττων. καὶ Καρρόθεν, ἀπὸ τοῦ κρείττονος. Δαμάσκιος γὰρ λέγει περὶ Ἰσιδώρου· ᾤμην αὐτὸν κεκραγέναι καταβάντα εἰς γένεσιν, ἐγὼ δὲ καρρόθεν ἐνθάδε ἀφικόμην. ]
kappa 1107[ Κάτωθε· χωρὶς τοῦ ν παρὰ Δωριεῦσι. καὶ Πίνδαρος ὁμοίως. ἀγρόθε γὰρ νέομαι παρὰ Χαρικλοῦς καὶ Φιλύρας. ]
kappa 1549[ Κηρύλος· ὁ ἄρρην ἀλκυών, ὃς ἐν ταῖς συνουσίαις ἀποθνήσκει. Εὐφρόνιός φησι τοὺς Δωριεῖς λέγειν, βάλε δέ, βάλε, κηρύλος εἴην· τοὺς δὲ Ἀττικοὺς κειρύλον. τοὺς δὲ ἄρρενας γηράσκοντας αἱ θήλειαι βαστάζουσι τοῖς πτεροῖς. καὶ μήποτε παρὰ τὸ κείρειν ἐσχημάτισται. ὁ γὰρ Σποργίλος ἦν κουρεύς. μνημονεύει αὐτοῦ Πλάτων ἐν Σοφισταῖς· τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος. ]
mu 57[ Μακαρίτας· τοὺς τεθνεῶτας εὐφήμως, ὡς μακαρίων ὄντων τῶν τελευτησάντων, ὅτι οὐκέτι αἰσθάνονταί τινος δεινοῦ. Δωριέων τινὲς αὐτοὺς ζαμερίτας καλοῦσιν, οἷον τῆς μείζονος μερίδος ἤδη κεκοινωνηκότας. τὸ γὰρ ζὰ ἐπὶ τοῦ μεγάλου τίθεται. Ἀριστοφάνης Πλούτῳ· ὡς μακαρίτην, ὦ Δάματερ, τὸν βίον αὐτοῦ κατέλεξας, εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι. κατεχρήσατο ἀντὶ τοῦ μακάριον· εἰ μὴ ἄρα παίζει, οἷον νεκροῦ βίον. ]
mu 1250[ Μορμολύκεια· τὰ τῶν τραγῳδῶν προσωπεῖα. τὰ τῶν ὑποκριτῶν προσωπεῖα, ἃ Δωριεῖς γόργια καλοῦσιν. ἔνθεν καὶ τὸ ἐκφοβῆσαι μορμολύξασθαι. δόκησις ἦν τὸ ἀντίμαχον, μορμολυκεῖον ὄψεως καὶ διανοίας κατάπληξις. ]
nu 386[ Νικήτας· ὄνομα κύριον. Δωρικόν. οὕτω καὶ Φιλήτας καὶ φιλήτης κατὰ Δωριεῖς. βαρύνεται δὲ ἄμφω τὰ κοινὰ πρὸς διαστολὴν ἐπιθέτων τοῦ, ὁ νικητὴς καὶ ὁ φιλητής. ]
nu 478[ Νόμος· ὁ κιθαρῳδικὸς τρόπος τῆς μελῳδίας, ἁρμονίαν ἔχων ταύτην καὶ ῥυθμὸν ὡρισμένον. ἦσαν δὲ ἑπτὰ οἱ ὑπὸ Τερπάνδρου, ὧν εἷς ὄρθιος, τετράδιος, ὀξύς. Δωριεῖς δὲ ἐπὶ νομίσματος χρῶνται τῇ λέξει, καὶ Ῥωμαῖοι παρατρέψαντες νοῦμμον λέγουσιν. Ἀττικοὶ τὰ διανενεμημένα μέρη τῆς γῆς, ὡς καὶ ἐν Αἰγύπτῳ. καὶ τὸ δίκαιον ἔγγραφον. ὅτι Δαρεῖος εἶχε νόμον, τόν τε Φρύγιον καὶ Λύδιον καὶ Ἰωνικόν. ]
omega 3[ Ὠατοθήσω; ἀκούσομαι. Δωριεῖς. ]
omega 260[ Ὦ τάν, ὦ οὗτος, ὦ τάλαν καὶ ὦ μέλεε· ταῦτα παρὰ τοῖς νεωτέροις ὑπὸ μόνων λέγεται γυναικῶν, παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν. πολλάκις δὲ καὶ ἐπὶ πλήθους φασὶ τὸ ὦ τάν, ὡς παρὰ Κτησιφῶντι. οἱ γὰρ Ἀττικοὶ τὴν πρώτην συλλαβὴν περισπῶσι, τὴν δὲ δευτέραν βραχύνουσι· καὶ βέλτιον· ἀδύνατον γὰρ εὑρεθῆναι μίαν λέξιν δύο ἔχουσαν περισπωμένας. Δίδυμος δὲ τὸ πλῆρες εἶναί φησιν ὦ ἐτάν, ἀγνοῶν, ὡς ἄρα τοῦ ἔτης ἡ κλητικὴ ἔστιν ἔτα καὶ Δωρικῶς ἔταν. Ἀριστοφάνης· τοῦτο μὲν ἔασον, ὦ τάν. οὔ σοι γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου. τὰ περὶ δημοκρατίας καὶ ἰσότητος, φησίν, ἔασον· ἐμὸν δέ ἐστι μᾶλλον ἐμπεριπατῆσαι περὶ τούτου, οὐ σόν. ]
phi 189[ Φελλέα· τὰ πετρώδη καὶ αἰγίβοτα χωρία, ὡς Ἰσαῖος. καὶ Φελλεύς, σκληρὸς ποσῶς καὶ πετρώδης τόπος. Ἀριστοφάνης· ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ Φελλέως, ὥσπερ ὁ πατήρ σου διφθέραν ἐνημμένος. Φελλεὺς τόπος τῆς Ἀττικῆς οὕτω καλούμενος τραχύς. αἱ δὲ αἶγες πρὸς τὰ τραχύτερα καὶ ὀρεινότερα διάγουσιν. ἀπὸ τούτου δὲ φελλέτας λέγουσι Δωριεῖς τοὺς κισσηρώδεις λίθους. καὶ ἑορτή τις περὶ τὸν Διόνυσον, Φελλὸς καλούμενος. καὶ αὖθις· τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ φελλέως κλέπτουσαν. ]
pi 937[ Πελεκάντι· δοτική. μήποτε βαρυτόνως προενεκτέον, ὡς ἀλίβας. πελεκὰν μέντοι, πελεκᾶνος κοινῶς, πελεκᾶς, πελεκάντος Ἀττικῶς. πελεκᾶς, πελεκᾶ Δωρικῶς. ἔστι δὲ εἶδος ὀρνέου. ]
pi 2103[ Ποσειδώνειον· διὰ διφθόγγου, ὡς Δωριαῖον. ὅτι Ἀπολλώνιον βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος· ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς, καὶ Διονύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσειδάνειον, δῆλον ὅτι Δωριαῖον. ]
pi 2176[ Πώμαλα· ἀντὶ τοῦ πόθεν. οἷον οὐδαμῶς. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μαλα ἢ παρέλκει, ἢ ἐν συνηθείᾳ λεγόμενον ἐν τῷ πώμαλα, οἷον οὐ μάλα. ἀντὶ τοῦ οὐ ἢ ἀντὶ τοῦ οὐδόλως. ἔστι δὲ Ἀττικόν. Λυσίας ἐν τῇ πρὸς Ἀσύβαρον ἐπιστολῇ· γενναίως γὰρ αἱ γυναῖκες πώμαλα ἔφασαν ὠρχῆσθαι αὐτάς, δέον οὐδὲ πιούσας ἀπηλλάχθαι τοῦ συμποσίου. ἐγένοντο. ]
rho 162[ Ῥιγοῖ· ψύχει, συνέχεται ἀπὸ κρύους. γʹ συζυγίας τῶν περισπωμένων. πάντως δέ μοι ῥιγῶν δοκεῖς. ἀντὶ τοῦ ῥιγοῦν, Δωρικῶς. Ἀριστοφάνης Ὄρνισι. ]
sigma 85[ Σαμφόρας· εἶδος ἵππου ἐγκεχαραγμένου τὸ ς σημεῖον. οἱ δὲ Δωριεῖς τὸ ς σὰν λέγουσι. ]
tau 219[ Τεΐν· σοί, Δωρικῶς. ἐν Ἐπιγράμμασι· νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα. ]
tau 542[ Τῆτες καὶ Τῆτα· τούτῳ τῷ ἔτει, ἐπ’ ἔτος. ἐγελᾶτ’ , ἀνθ’ ὧν Ὑπέρβολον ἔλαχε τῆτες ἱερομνημονεῖν. Ἀριστοφάνης Νεφέλαις. τοῦτο οἱ Δωριεῖς τᾶτες λέγουσι, καὶ διὰ τοῦ δ τῆδες. ]
tau 1105[ Τρυτάνη· ὁ ζυγός. ταύτην οἱ Δωριεῖς σταχάνην καλοῦσιν. ἔνθεν καὶ παροιμία· δικαιότερος σταχάνης. ]
tau 1130[ Τοῖϊν· σοι, Δωρικῶς. καὶ πολιὴν λευκῶν κεῖραι ἀπὸ κροτάφων τοῖϊν. ἀλλ’ ἐπένευε. ]
tau 1170[ Τύνη· σύ. Δωρικῶς. ]
xi 91[ Ξυήλην· ἣν ξυάλην λέγομεν. Ξενοφῶν Κύρου Ἀναβάσει· εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου, ἀντὶ δὲ τῶν πτερύγων ὡς παρὰ τὰ πυκνὰ ἐστραμμένα. εἶχον δὲ καὶ κράνη, καὶ περὶ τὴν ζώνην μαχαίριον, ὅσον ξυήλη Λακωνική. ἣν Ἀττικοὶ κνῆστιν, Λάκωνες δὲ ξυήλην λέγουσι μόνον. ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν κνήστει χαλκείῃ. οἱ μὲν οὖν Ἀττικοὶ τὸ ῥῆμα οὕτως λέγουσι, κἀπικνεῖν κἀπεσθίειν, οἱ δὲ Λάκωνες τοὔ νομα ξυήλην. ὡς καὶ Ξενοφῶν φησιν ἐν τῇ δʹ τῆς Ἀναβάσεως, ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης παῖς ἔτι ὤν, ἀποκτείνας ξυήλῃ Λακωνικῇ παῖδα. διὰ τοῦτο δὲ καὶ τὸ κνεῖν οἱ Δωριεῖς ξύειν λέγουσιν· ὡς καὶ Σώφρων· ἄν τις τὸν ξύοντα ἀντιξύῃ. καὶ πάλιν· ξύεται ὁ χοραγός. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License