Arcesilaus) - urn:cts:greekLit:tlg1172Athens (Wikidata)
philosopher (Wikidata)
| alpha | 2825 | [ | Ἀξίωμα: βούλημα. τί δ’ ἐστι τἀξίωμ’, ἐφ’ ᾧ καλεῖς. μὴ διωθεῖσθαι τὴν πατρικὴν ἐπίταξιν, μηδὲ τὸ τοῦ Πλάτωνος ἀξίωμα ἀτιμάζειν. τουτέστι βούλημα. ὁ δὲ Ἀρκεσίλαος ἦν ἀξιωματικώτατος καὶ συνηγμένος. | ] |
| alpha | 3950 | [ | Ἀρκεσίλαος: ὄνομα κύριον. ὁ φιλόσοφος. καὶ ζήτει ἐν τῶ φημί. | ] |
| delta | 354 | [ | Δείξεις· ὁ δὲ Ἀρκεσίλαος ἐς τὰς ἀργυρικὰς δείξεις ἀπήντα πρῶτος, συχνοῖς τε ἐπήρκει καὶ συνηράνιζε. | ] |
| epsilon | 2110 | [ | Ἔπεχε· ἐπίκεισο, ἐπίμενε, φύλασσε. Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. ὅτι Ἀρκεσίλαος ὁ φιλόσοφος διὰ τὸ περιπατῶν ἐπέχειν οὐδὲ βιβλίον τι συνέγραψεν. καὶ Ἐπέχω· αἰτιατικῇ. Ἐπέχομαι δὲ γενικῇ. καὶ ἡ χεὶρ ἐπέχεται τοῦ πονηροῦ γραφέως. | ] |
| epsilon | 3181 | [ | Ἔσπασας· ἔπιες, εἵλκυσας. Ἀρκεσίλαε, τί μοι τόσον ἄκρητον ἀφειδῶς ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἐών. | ] |
| lambda | 77 | [ | Λαλιά· ἡ δημηγορία. ἦν δὲ ὁ Ἀρκεσίλαος ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων καὶ παρρησιαστὴς ἱκανῶς. | ] |
| phi | 270 | [ | Φημί· λέγω, ὑπολαμβάνω. ὅτι Ἀρκεσίλαος ὁ φιλόσοφος φυσικῶς ἐν τῷ διαλέγεσθαι ἐχρῆτο τῷ φήμ’ ἐγώ, οὐ συγκαταθήσεται τούτοις ὁ δεῖνα· εἰπὼν τοὔ νομα. καὶ Δαβίδ· φησὶν ὁ παράνομος. ἀντὶ τοῦ ἡγεῖται ὑπολαμβάνει. | ] |
| phi | 409 | [ | Φιλοποίμην, Ἀχαιῶν ἱππάρχης· ὃς ἦν ἐξ ἀνδρῶν τῶν ἐπιφανεστάτων ἐν Ἀρκαδίᾳ· ὃς πρῶτα μὲν ἔφυ καλῶς, τραφεὶς καὶ παιδευθεὶς ὑπὸ Κλέανδρον τὸν Μαντινέα, πατρικὸν μὲν αὐτοῖς ξένον ὑπάρχοντα· παραγενόμενος δὲ εἰς ἡλικίαν ἐγένετο ζηλωτὴς Ἐκδήμου καὶ Δημοφάνους, οἳ ἦσαν ἐκ Μεγάλης πόλεως, φεύγοντες δὲ τοὺς τυράννους καὶ συμβιώσαντες Ἀρκεσίλᾳ τῷ φιλοσόφῳ· οἳ συνεπελάβοντο τῆς καταλύσεως Νεοκλέους τοῦ Σικυωνίων τυράννου. ἦν δὲ καὶ περὶ τὸν βίον ἐπιμελὴς καὶ λιτὸς κατὰ τὴν περικοπήν, παρειληφὼς παρὰ τῶν προειρημένων ἀνδρῶν τὰς τοιαύτας δόξας ὡς οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλιγωροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀποσχέσθαι τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν χορηγίας. παραλαβὼν δὲ τοὺς ἱππεῖς παντὶ τρόπῳ κατεφθαρμένους καὶ τὰς ψυχὰς τῶν ἀνδρῶν ἡττημένας οὐ μόνον αὐτοὺς ἑαυτῶν βελτίους, ἀλλὰ καὶ τῶν ὑπεναντίων κρείττους ἐν ὀλίγῳ χρόνῳ κατεσκεύασε, πάντας εἰς ἀληθινὴν ἄσκησιν καὶ ζῆλον ἐπιτευκτικὸν ἐμβιβάσας. τῶν μὲν γὰρ ἄλλων οἱ πλεῖστοι τῶν καθισταμένων ἐπὶ τὴν ἀρχὴν ταύτην, οἱ μὲν διὰ τὴν οἰκείαν ἀδυναμίαν ἐν τοῖς ἱππικοῖς οὐδὲ τοῖς πλησίον τολμῶσιν οὐδένων καθήκειν προστατεῖν, οἱ δὲ τῆς στρατηγίας ὀρεγόμενοι διὰ ταύτης τῆς ἀρχῆς ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον, οὐκ ἐπιτιμῶντες τῷ δεομένῳ, δι’ οὗ τρόπου σῴζεται τὰ κοινά, συμπεριστέλλοντες τὰς ἁμαρτίας καὶ μικρᾷ χάριτι μεγάλα βλάπτοντες τοὺς πιστεύοντας. εἰ δέ ποτε καὶ γένοιντο τῶν ἀρχόντων τινὲς τῇ τε κατὰ σῶμα χρείᾳ δυνατοὶ πρός τε τὸ τῶν κοινῶν ἀπέχεσθαι πρόθυμοι, πλείω κακὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλίαν ἀπεργάζονται τοὺς πεζούς, ἔτι δὲ μᾶλλον τοὺς ἱππεῖς. Φιλοποίμενος Ἀρκάδες μάλιστα ἔχουσι μνήμην, γνώμης τε ἕνεκα καὶ ἔργων ὧν ἐτόλμησε. πατὴρ μὲν οὖν ἦν αὐτῷ Κραῦγις, οὐδενὸς Ἀρκάδων τῶν ἐν Μεγάλῃ πόλει τὰ ἐς γένους δόξαν λειπόμενος· οὗ τελευτήσαντος, διδασκάλοις τε ἄλλοις ὡμίλησε καὶ Μεγαλοφάνει τε καὶ Ἐκδήλῳ, τοῖς Ἀρκεσιλάου τοῦ Πιταναίου μαθητοῦ. μέγεθος μὲν δὴ καὶ σώματος ῥώμην ἀπέδει Πελοποννησίων οὐδενός, τὸ δὲ εἶδος ἦν τοῦ προσώπου κακός. καὶ ἐπὶ μὲν τοὺς στεφανίτας ἀγῶνας ὑπερεφρόνησεν ἀσκῆσαι, γῆν δὲ ἣν ἐκέκτητο ἐργαζόμενος οὐδὲ τὰ θηρία ἠμέλει τὰ ἄγρια ἐξαιρεῖν. ἐπελέγετο δὲ καὶ βιβλία σοφῶν τε τῶν εὐδοκίμων παρ’ Ἕλλησι καὶ ὅσα ἐς πολέμων μνήμην καὶ εἴ τι ᾔδει ἔχειν διδασκαλίαν στρατηγημάτων· καταστήσασθαι δὲ τὸν βίον πάντα θέλων γνώμης τῆς Ἐπαμινώνδα καὶ ἔργων εἶναι τῶν ἐκείνου μίμησιν, οὐ πάντα ἦν ἐξισωθῆναι δυνατός· Ἐπαμινώνδᾳ γὰρ τά τε ἄλλα ἡ ψυχὴ καὶ πρᾶος μάλιστα τὰ ἐς ὀργήν, τῷ δὲ Ἀρκάδι μετῆν γε θυμοῦ. καταλαβόντος δὲ Κλεομένους [+] Μεγάλην πόλιν, Φιλοποίμην οὔτε τῆς συμφορᾶς ἐξεπλάγη τὸ ἀπροσδόκητον, καὶ τῶν ἐν ἡλικίᾳ τὰ δύο μάλιστα μέρη καὶ γυναῖκας καὶ παῖδας ἀπέσωσεν ἐς Μεσσήνην. ἐπικηρυκευομένου δὲ Κλεομένους [+], ὡς μεταγινώσκοντος ἐπὶ τῷ τολμήματι καὶ θέλοντος κατάγεσθαι Μεγαλοπολίτας εἰς τὴν ἑαυτῶν, Φιλοποίμην ἔπεισε μεθ’ ὅπλων καὶ οὐ μετὰ σπονδῶν τὴν κάθοδον ποιήσασθαι· γενομένης δὲ πρὸς Κλεομένην [+] μάχης, ὁ Φιλοποίμην ἐν τοῖς ἱππεῦσι ταττόμενος, ὁρῶν τὸ πεζὸν λειπόμενον ὁπλίτης ἑκὼν ἐγένετο καὶ αὐτὸν λόγου ἀξίως κινδυνεύοντα τῶν τις Λακεδαιμονίων δι’ ἀμφοτέρων ἔπειρε τῶν μηρῶν. ὁ δὲ καίτοι οὕτως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐβιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασε· μετὰ δὲ τὴν νίκην ἐς τὸ στρατόπεδον ἀχθέντος ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτῶν τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν. Ἀντίγονος δέ, ὡς εἶδεν αὐτοῦ τὰ τολμήματα, ἔσπευδεν ἀγαγεῖν αὐτὸν ἐς Μακεδονίαν. Φιλοποίμενι δὲ τούτου μὲν οὐδὲν ἐμέλησε· περαιωθεὶς δὲ ἐς Κρήτην μισθοφόρος ἡγεμὼν αὖθις ἐπανῆκεν ἐς Μεγάλην πόλιν καὶ ᾑρέθη ἄρχειν τῶν Ἀχαιῶν. | ] |
| pi | 1707 | [ | Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σόλων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρίστωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους [+]· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϚʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτικοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ. | ] |
| tau | 221 | [ | Τεθεωρημένη· ζητητικὴ τῆς ἀληθοῦς γνώσεως. ὁ μὲν οὖν Ἀρκεσίλαος ὁ φιλόσοφος νωθρὸς ἦν τὴν φύσιν καὶ χασμώδης, ἐν δὲ τῇ τέχνῃ τεθεωρημένος, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάσκοντος εἰς τὸ στόμα ἐμπτῆναι. | ] |
| theta | 213 | [ | Θεώρημα διαλεκτικόν· τουτέστι ζήτημα καὶ πρόβλημα, τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων· ἔθος γὰρ Ἀριστοτέλει τὸ ζητεῖν θεωρεῖν λέγειν. εἴη δ' ἂν τὸ θεώρημα λόγος γνώσεως ἡμῖν τινος τῶν τῆς διαλεκτικῆς αἴτιος, ἀπὸ τοῦ θεωρίας καὶ γνώσεως αἴτιον ἡμῖν εἶναι ὠνομασμένον. θεώρημα ἠθικὸν ἢ φυσικὸν ἢ λογικόν, οὐ μὴν πᾶν θεώρημα ἠθικὸν ἢ φυσικὸν ἢ λογικὸν πρόβλημα ἤδη διαλεκτικόν, ἀλλ' ὅσα τῶν θεωρημάτων ἔχει τῶν προκειμένων τινὰ ἀφορισμόν. οὗτοι δέ εἰσι, περὶ ὧν ἢ μηδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ οἱ πολλοὶ τοῖς σοφοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς. ὅσα μὲν οὖν τῶν ζητουμένων εἰς αἵρεσιν ἢ φυγὴν τὴν ἀναφορὰν ἔχει, ἠθικὰ τὰ τοιαῦτα προβλήματα. ἡ γὰρ περὶ τὸ ἀγαθόν τε καὶ κακὸν αἱρετόν τε καὶ φευκτὸν ζήτησις οὖσα ἠθικὴ εἰς αἵρεσιν καὶ φυγὴν τὴν ἀναφορὰν ἔχει, οὐκ εἰς ψιλὴν γνῶσιν· ὁ γὰρ ζητῶν, πότερον ἡ ἡδονὴ ἀγαθόν ἐστιν ἢ οὔ, ἢ ὅλως περί τινος τῶν ἐπικτήτων ἀγαθῶν, ὑπὲρ τοῦ αἱρεῖσθαι ἢ φεύγειν τὴν ζήτησιν ποιεῖται. πάλιν ὁ ζητῶν, πότερον ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ, ἢ ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, ἤ τι ἄλλο τῶν φύσει γινομένων τε καὶ ὄντων, τέλος ποιεῖται τὴν τοῦ ἀληθοῦς γνῶσιν, ὃ τῆς θεωρητικῆς ἐστιν ἴδιον· ἡ γὰρ γνῶσις τῆς ἐν τοῖς ἀρίστοις πολιτείας τῆς θεωρίας τέλος. ὅσα μήτε ὡς πρακτικὰ ζητεῖται μήτε τέλος ἔχει τὴν γνῶσιν τῆς ἐν αὐτοῖς ἀληθείας, ἀλλ' ὡς συνεργὰ ἢ πρὸς τὴν τῶν αἱρετῶν τε καὶ μὴ γνῶσιν ἢ πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν αἵρεσιν ζητεῖται, ταῦτα προβλήματα λογικά· ἡ γὰρ λογικὴ πραγματεία ὀργάνου χώραν ἔχει ἐν φιλοσοφίᾳ. ὅσα δὴ κατὰ ταύτην ζητεῖται, τοῦ πρὸς ἐκείνην χρησίμου ζητεῖται χάριν· ὁ γὰρ ζητῶν περὶ ἀντιστροφῆς, φέρε εἰπεῖν, προτάσεως ἢ περὶ συλλογιστικῆς ἢ ἀσυλλογίστου συζυγίας, ὡς συνεργὰ ταῦτα καὶ ὡς συντελοῦντα πρὸς τὴν τῶν προειρημένων εὕρεσίν τε καὶ γνῶσιν ζητεῖ. καὶ Τεθεωρημένη, ζητητικὴ τῆς ἀληθοῦς γνώσεως. ὁ μὲν οὖν Ἀρκεσίλαος, ὁ φιλόσοφος, νωθρὸς ἦν τὴν φύσιν καὶ χασμώδης, ἐν δὲ τῇ τέχνῃ τεθεωρημένος, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάσκοντος εἰς τὸ στόμα ἐμπτῆναι. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: