Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Authors Catalog

Xenophon (Xenophon)

Historicus

Atheniensis Athenae

urn:cts:greekLit:tlg0032

Works

urn:cts:greekLit:tlg0032.harp001 - Anabasis
urn:cts:greekLit:tlg0032.harp002 - Memorabilia
urn:cts:greekLit:tlg0032.harp003 - Hellenica
urn:cts:greekLit:tlg0032.harp004 - Cynegeticus
urn:cts:greekLit:tlg0032.harp005 - Polity of the Lacedaemonians

Α Ἀγησίλαος[ Ἀγησίλαος: οὗτος ἦν, ὡς ὁ Ξενοφῶν δηλοῖ, βασιλεὺς Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος, καὶ πολλὰ τῆς Ἀσίας κατεστρέψατο τοῖς Κύρῳ συναναβᾶσι χρησάμενος στρατιώταις. ]
Α Ἅμιπποι[ Ἅμιπποι: Ἰσαῖος Τεμενικῷ. οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους ἵπποι κέλητες, ὁ δ' ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχεῖται. οὗτοι ἅμιπποι λέγονται. τοῦτ' ἔστι τὸ παρ' Ὁμήρῳ θρώσκων ἄλλοτ' ἐπ' ἄλλον. πεζοὶ δ' εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν ἐστιν ἐκ τῶν Θουκυδίδου καὶ Ξενοφῶντος ἐν τῇ ζʹ τῶν Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι· Φιλόχορος γοῦν ἐν τῇ ιʹ φησὶ καὶ προδρόμους. ]
Α Ἀναγκαῖον[ Ἀναγκαῖον: ἀντὶ τοῦ δεσμωτήριον Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα καὶ Ξενοφῶν Ἑλληνικαῖς. Καλλισθένης δὲ ἀνώγεων εἶπεν, ὃ δεῖ μᾶλλον λέγεσθαι. ]
Α Ἀρκυωρός[ Ἀρκυωρός: Λυκοῦργος ἐν τῇ κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἄρκυς δὲ πάντα τὰ κυνηγετικὰ λίνα· Ξενοφῶν Κυνηγετικῷ, Κρατῖνος Θρᾴτταις. ]
Γ Γρύλλος[ Γρύλλος: Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα περὶ οἰκίας. Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλος καὶ Διόδωρος. ἐτελεύτησε δὲ οὗτος ἐν Μαντινείᾳ μαχόμενος. ]
Δ Δυσωποῦμαι[ Δυσωποῦμαι: ἀντὶ τοῦ φοβοῦμαι Δημοσθένης Φιλιππικοῖς καὶ Ξενοφῶν ἐν βʹ Ἀπομνημονευμάτων. ]
Ε Ἐκπολεμῶσαι[ Ἐκπολεμῶσαι: Δημοσθένης Φιλιππικοῖς ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι, ὡς καὶ παρὰ Θουκυδίδῃ πολλάκις. ἐν μέντοι τοῖς Ἀττικιανοῖς διὰ τοῦ η γράφεται, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν ϛʹ Ἑλληνικῶν. ]
Ε Ἐπιψηφίζων[ Ἐπιψηφίζων: ἀντὶ τοῦ ἐπικυρῶν· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος. πολὺ δέ ἐστι παρὰ τοῖς Ἀττικοῖς τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν αʹ Ἀπομνημονευμάτων. ]
Ε Εὐθύωρον[ Εὐθύωρον: τὸ κατ' εὐθεῖαν Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. τὸ ὄνομα καὶ παρὰ Ξενοφῶντι ἐν βʹ Ἀναβάσεως. ]
Ζ Ζειρὰ ἤτοι σειρά[ Ζειρὰ ἤτοι σειρά: ὥς τινες, ἦν ἔνδυμά τι ὃ ἐπενεδύοντο μετὰ τοὺς χιτῶνας ὥσπερ ἐφαπτίδας· Λυσίας ἐν τῷ κατὰ Φιλίππου, εἰ γνήσιος. καὶ Ξενοφῶν ἐν ζʹ Ἀναβάσεως περὶ Θρᾳκῶν λέγων φησὶ καὶ ζειρὰς μέχρι ποδῶν ἐπὶ τῶν ἵππων εἶχον, ἀλλ' οὐ χλαμύδας. ]
Η Ἡμιολιασμός[ Ἡμιολιασμός: Ἀντιφῶν Πολιτικῷ διπλασιασμοῦ καὶ ἡμιολιασμοῦ ἀντὶ τοῦ τὸ ἡμιόλιον δοῦναι ἐν τοῖς λογισμοῖς. ἡμιόλιος δ' ἐστὶν ἀριθμὸς ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ, οἷον ὁ τρία πρὸς τὸν δύο. Ξενοφῶν γοῦν ἐν τῇ Ἀναβάσει φησὶν ὅτι τοῖς στρατιώταις ἐποίησεν ἡμιόλιον τὸν μισθὸν, ἀντὶ Δαρεικοῦ τρία ἡμιδαρεικά. ]
Θ Θέογνις[ Θέογνις: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. οὗτος εἷς ἦν τῶν παρ' Ἀθηναίοις λʹ τυράννων, καθά φασιν ἄλλοι τε καὶ Ξενοφῶν ἐν βʹ Ἑλληνικῶν. τοῦ δὲ ποιητοῦ Θεόγνιδος μνημονεύει Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις· οὗτος δ' ἦν Μεγαρεὺς, ἀπὸ τῶν πρὸς τῇ Ἀττικῇ Μεγάρων· αὐτὸς γάρ φησιν ὁ ποιητὴς ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν. ᾧ μὴ ἐπιστήσας Πλάτων ἐν αʹ Νόμων τῶν ἐν Σικελίᾳ Μεγαρέων πολίτην ἔφασκεν. κατηκολούθησαν δὲ τῷ Πλάτωνι οὐκ ὀλίγοι. ]
Θ Θίασος[ Θίασος: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. θίασός ἐστι τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τελετῇ καὶ τιμῇ θεῶν· Ξενοφῶν ἐν βʹ Ἀπομνημονευμάτων. Ἴων δὲ ἐν Ὀμφάλῃ κοινῶς ἐπὶ παντὸς ἀθροίσματος ἔταξε τοὔνομα. θιασῶται δ' ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων· Ἰσαῖος ἐν τῷ περὶ Ἀστυφίλου κλήρου. ]
Κ Κηφισόδωρος[ Κηφισόδωρος: Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου. κεκωμῴδηται δὲ οὗτος ὡς νωθής. ἕτερος δ' ἂν εἴη Κηφισόδωρος ὃς ἵππαρχος ὢν ἐν Μαντινείᾳ μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν, οὗ μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου. ]
Κ Κύρειον[ Κύρειον: Ἰσοκράτης Πανηγυρικῷ. Κύρειον στράτευμα τὸ μετὰ Κύρου συναναβεβηκὸς, ὅτε ἐστράτευσεν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην· οὗ μετεῖχε καὶ Ξενοφῶν. ]
Μ Μελίνη[ Μελίνη: Δημοσθένης Φιλιππικοῖς. ὀσπρίου ἐστὶ σπέρμα, καὶ ἀρσενικῶς λέγουσι· θηλυκῶς δὲ Σοφοκλῆς Τριπτολέμῳ κνήμη μελίνης καὶ Ἡρόδοτος σπείροντες μελίνην. Ξενοφῶν Ἀναβάσεως αʹ καὶ σίτου καὶ μελίνης ἐν δὲ τῷ αὐτῷ πολὺν δὲ σήσαμον καὶ μέλινον καὶ ἐν ϛʹ καὶ ὄσπρια πάντα καὶ μελίνους. ἔνιοι μὲν οὖν εἶδος κέγχρου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον· Θεόφραστος δὲ ἐν ζʹ περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει, κέγχρον ἢ μελίνην ἢ ἔλυμον. ]
Μ Μόραν[ Μόραν: Δημοσθένης Φιλιππικοῖς. συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. φησὶ δὲ ὡς εἰσὶ μόραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μόρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δὲ ἐν τῇ Λακώνων πολιτείᾳ φησὶν ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δʹ, πεντηκοστύας ηʹ, ἐνωμοτάρχας ιςʹ. ]
Π Πενέσται[ Πενέσται: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Πενέσται παρὰ Θετταλοῖς καλοῦνται οἵπερ παρὰ Λακεδαιμονίοις Εἵλωτες· Ξενοφῶν γοῦν ἐν γʹ Ἑλληνικῶν φησιν ἐπί τινος καὶ τοὺς Πενέστας ὥπλισεν ἐπὶ τοὺς δεσπότας. διείλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον Στάφυλος ἐν τῇ γʹ περὶ Θετταλῶν. οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλίκτας. ]
Π Περιστοιχίζεται[ Περιστοιχίζεται: Δημοσθένης Φιλιππικοῖς φησι μέλλοντας ἡμᾶς καὶ καθημένους περιστοιχίζεται ἐκ μεταφορᾶς τῶν κυνηγετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους ἢ στόχους, καταπεταννύντες αὐτῶν δίκτυα, ἵν' ἐὰν αὐτοὺς ἐκφύγῃ τὰ θηρία εἰς τὰ δίκτυα ἐμπέσῃ, ὡς ὑποσημαίνει Ξενοφῶν ἐν τῷ Κυνηγετικῷ. ἐν ἐνίοις μέντοι γράφεται περιστοιχίζεται, ἐν ἄλλοις δὲ καὶ περισχοινίζεται. ]
Π Ποδοστράβη[ Ποδοστράβη: Ὑπερείδης ἔν τε τῷ κατ' Ἀθηνογένους καὶ ἐν τῷ κατ' Αὐτοκλέους. ποδοστράβας ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα, εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο. διείλεκται Ξενοφῶν περὶ τῆς κατασκευῆς αὐτῶν ἐν τῷ περὶ κυνηγετικῶν καὶ τῆς χρήσεως. ]
Π Πολύστρατος[ Πολύστρατος: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. Πολύστρατος αἰτίαν ἔχων τοὺς Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθηναίων. ἕτερος δ' ἂν εἴη Πολύστρατος ὑπὲρ οὗ λόγος ἐστὶ Λυσίᾳ ἐπιγραφόμενος ὑπὲρ Πολυστράτου δήμου καταλύσεως ἀπολογία. ἄλλος δ' ἂν εἴη Πολύστρατος οὗ Δημοσθένης μνημονεύει ἐν Φιλιππικοῖς, λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον ἀντὶ τοῦ Πολυστράτου· παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησάμενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ. τὸν Πολύτροπον μὲν οὖν ἐν τῇ ϛʹ τῶν Ἑλληνικῶν Ξενοφῶντος εὗρον· ἀλλ' οὔτε τὸ ξενικὸν τοῦτο ἔφησεν ὁ Ξενοφῶν τρέφεσθαι ὑπ' Ἀθηναίων οὔτε αὐτὸς Ἀθηναῖος ἦν ὁ Πολύτροπος. ]
Π Προβόλιον[ Προβόλιον: εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν. Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν τροπικῶς ἐκ μεταφορᾶς ἐχρήσατο τῷ ὀνόματι. ὅτι δὲ δόρυ τι σημαίνει πολλάκις ἔστι μαθεῖν ἐκ τοῦ Ξενοφῶντος Κυνηγετικοῦ. ]
Ρ Ῥόπτρον[ Ῥόπτρον: Λυσίας κατ’ Ἀνδοκίδου [+] ἀσεβείας ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ. νῦν τὸν τῆς θύρας κρίκον λέγει, ὡς καὶ ἄλλοι, Ἀριστοφάνης Ἀμφιάρεῳ, Ξενοφῶν Ἑλληνικῶν ϛʹ. ]
Φ Φαλάγγια[ Φαλάγγια: Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ ὅτι τῶν δακετῶν τι ζῷόν ἐστι τὸ φαλάγγιον. δῆλον δὲ ποιεῖ καὶ Ξενοφῶν ἐν αʹ τῶν Ἀπομνημονευμάτων. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License